Ἀπολυτίκιον ἁγίου Μελχισεδὲκ τῆς Κισάμου Ἐπισκόπου. Ἦχος γ΄. Θείας πίστεως.
Θείου Πνεύματος, τῇ βακτηρίᾳ, ποιμαινόμενος, ποιμὴν ἐδείχθης, Μελχισεδὲκ τῆς Κισάμου οὐράνιος, καὶ δι᾿ ἀγχόνης τελέσας τὸν δρόμον σου, τοὺς οὐρανοὺς κατοικίαν κεκλήρωσαι. Ὅθεν πρέσβευε, Χριστῷ τῷ Θεῷ πανένδοξε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.