Τὸ στιχηρὸ ἰδιόμελο τῆς λιτῆς «Δοξάζομέν σου Χριστὲ...» σιμπίπτει μὲ τὸ α’ ἰδιόμελο τῶν αἴνων τῆς 24 Ἰουλίου. Τὸ δοξαστικὸ τῆς λιτῆς σιμπίπτει μὲ τὸ δοξαστικὸ τῶν αἴνων τῆς 24 Ἰουλίου.
«Τροπάριον ἦχος πλ. δ’.
Μαρίναν τὴν ἁγίαν τιμήσωμεν»
(Ἀ. Ἀποστολίδη Il Typikon di s. Nicola di Casole Scondoil codice Taur. gr. C III. 17. Kριτικὴ ἔκδοση τοῦ χφ. Πανεπιστημίου Τουρίνου Taurin. gr. C III 17 τυπικoῦ τῆς ὀρθόδοξης μονῆς ἁγίου Νικολάου τῶν Κασούλων (περιοχὴ Ὀτράντο Κάτω Ἰταλίας) τοῦ ἔτους 1173 σ. 142).
«Τροπάριον ἦχος πλ. δ’.
Μαρίναν τὴν ἁγίαν τιμήσωμεν, ἐχθροῦ γὰρ τὰς παγίδας συνέτριψε, καὶ ὡς στρουθίον ἐῤῥρύσθη ἐξ αὐτῶν, βοηθείᾳ καὶ ὅπλῳ τοῦ Σταυροῦ ἡ πάνσεμνος»
(χφφ. Vallicelliana D 61 τυπικὸ Κασούλων β’ ἥμισυ ιγ’ αἰ. φ. 64v, Σινὰ 933 ὡρολόγιο ιδ’ αἰ. φφ. 129v-130r).
Στὸ χφ. Σινὰ 626 μηναῖο Ἰουλίου ιβ’-ιγ’ αἰ. φ. 87r παρατίθενται τὰ ἑξῆς καθίσματα, τὰ ὁποῖα συμπλήρωσα μὲ θεοτοκία ἀπὸ τὰ μηναῖα. Τὸ πρῶτο ὑπάρχει καὶ στὸ χφ. Σινὰ 624 μηναῖο Ἰουλίου ι’-ια’ αἰ. φ. 58r.
«Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἐπέστη φιλέορτοι λαμπρὰ πανήγυρις, ἡ μνήμη ἡ ἔνδοξος τῆς ἀθληφόρου Χριστοῦ, εὐφραίνουσα τὰ σύμπαντα. Λάμπουσα ταῖς ἀκτῖσι τῶν θαυμάτων ἐν κόσμῳ, φέρουσα τοῖς ἀνθρώποις τὴν ἀέναον χάριν. αὐτῆς ταῖς ἱκεσίαις σῶσον ἡμᾶς Κύριε[1]»
Δόξα, καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Ἐκαίνισας ἄχραντε τῷ θείῳ τόκῳ σου, φθαρεῖσαν ἐν πάθεσι τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας ἐκ τοῦ θανάτου πρὸς ζωὴν ἀφθαρσίας· ὅθεν σε κατὰ χρέος μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη ὡς προεφήτευσας.
«Ἄλλο ἦχος πλ. α’ πρὸς Τὸν συνάναρχον Λόγον.
Οἱ τῶν ἁγίων ταῖς μνήμαις κοινωνοῦντες πιστῶς, τῆς ἀθληφόρου τὴν μνήμην πανηγυρίσωμεν, ὅτι ἐνέκρωσεν εὐχῇ τὸν ἀρχέκεκον ἐχθρόν, τὸν πρόπαλαι τὸν Ἀδὰμ διὰ βρώσεως πικρᾶς, στερήσαντα ἀφθαρσίας, καὶ πρεσβεύει νῦν τῷ Κυρίῳ ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν»
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Ἡ θερμὴ προστασία καὶ ἀπροσμάχητος, ἡ ἐλπὶς ἡ βεβαία καὶ ἀκαταίσχυντος, τεῖχος καὶ σκέπη καὶ λιμὴν τῶν προστρεχόντων σοι, ἀειπάρθενε ἁγνὴ τὸν Υἱὸν σου καὶ Θεόν, ἱκέτευε σὺν ἀγγέλοις, εἰρήνην δοῦναι τῷ κόσμῳ καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
[1] «...ἱκεσίαις Σωτήρ, σῶσον τὰς ψυχὰς ἡμῶν» (χφ. ἁγ. Σάβα 71 μηναῖα ια’ αἰ. φ. 46r).