17. Δοξαστικό και κανόνας σε διαφορετικούς αγίους

Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Ἰσαύρου, καὶ τῶν σὺν αὐτῷ Βασιλείου, Ἰννοκεντίου, Φήλικος, Ἑρμείου καὶ Περεγρίνου.
Στίχοι
Τμηθεὶς Ἴσαυρος σὺν συνάθλων πεντάδι,
Σαύρας νοητῆς καρδίαν τέμνει μέσον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μανουήλ, Σαβὲλ καὶ Ἰσμαήλ.
Στίχοι
Σαβέλ, Μανουήλ, Ἰσμαὴλ Πέρσαι γένος.
Τὸ δ' ἀξίωμα, Μάρτυρες διὰ ξίφους.
Ἑβδομάτῃ δεκάτῃ κασιγνήτους τρεῖς τάμε χαλκός.

Ενώ το μοναδικό ιδιόμελο αναφέρεται στον άγιο Μανουήλ και τω συν αυτώ,

Δόξα... Ἦχος πλ. β' Ἀνατολίου
Εἰλικρινῶς ποθήσαντὲς σε Λόγε Θεοῦ, οἱ ἔνδοξοι Μάρτυρες, τὸ πυρσολατρεῖν ἐάσαντες, λιπόντες καὶ τὴν τῶν Χαλδαίων χθόνα, τῷ σῷ φωτὶ κατηυγάσθησαν, θωρακισθέντες δὲ ὅπλοις τῆς πίστεως, ᾔσχυναν Ἰουλιανὸν τὸν τύραννον, Μανουὴλ ὁ ἔνδοξος, καὶ Σαβὲλ ὁ ἀείμνηστος, καὶ Ἰσμαὴλ ὁ τρισόλβιος, σὺν Πατρὶ καὶ τῷ Πνεύματι ὑμνοῦντές σε, καὶ πρεσβεύουσι τοῦ σωθῆναι τὰς ψυχὰς ὑμῶν.


ο μοναδικός κανόνας είναι του αγίου Ισαύρου και τω συν αυτώ.

Ἡ συνήθης Στιχολογία, καὶ οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τῶν Ἁγίων ὁ ἀκόλουθος, οὗ ἡ Ἀκροστιχίς.
Ἴσαυρε Μάρτυς, εὐμενὴς φάνηθί μοι.
Ἐν δὲ τοῖς Θεοτοκίοις. Γρηγορίου.
 
Last edited:

π. Μάξιμος

Γενικός Συντονιστής

Αὐτά εἶναι τά προβλήματα καί οἱ ἐλλείψεις τῶν Μηναίων. Γι᾿ αὐτό, ἄν θυμᾶσαι, τό 2012 στά Δίπτυχα δέν ἐλήφθη ὑπ᾿ ὄψιν τό δοξαστικό, οὔτε προβλέφθηκε ἀπολυτίκιον.
Κοντάκιον δέν καταγράφει τό Μηναῖον, ἐνῶ καταγράφεται στό ΤΑΣ καί τά Ὡρολόγια καί στό πρόσφατο θέμα, ὅπου προβλέπει τήν κοινή τῶν μαρτύρων ἀκολουθία.
Κάποιες διατάξεις δές καί στό ΤΓΡ, ἐνῶ διάβασα στόν Μέγα Συναξαριστή Λαγγῆ γιά τήν ὕπαρξη ἀκολουθίας τῶν Μανουήλ, Σαβὲλ καὶ Ἰσμαήλ, πού ἐκδόθηκε στή Λειψία τό 1815 καί πού ὑπάρχει στήν Ἀνέμη κι ἐδῶ.
Ἀκολουθία ἐπίσης τῶν Μανουήλ, Σαβὲλ καὶ Ἰσμαήλ στό Ms. Lesbiacus Leimonos 11, Μηναῖον Ἰουνίου (2ο μισὸ 11ου αἰ.).


 

MTheodorakis

Παλαιό Μέλος
Ὁ κανών. Ἦχος πλ. δʹ

ᾨδὴ αʹ. Τῷ ἐκτινάξαντι ἐν θαλάσσῃ.



Ἄισωμεν ᾆσμα πάντες τῷ κτίστῃ

καὶ παντοκράτορι Θεῷ,

τῷ τοὺς ἀθλοφόρους ἐπαξίως τιμήσαντι,

τὸν ἔνδοξον Μανουὴλ

καὶ τοὺς συνάθλους αὐτοῦ εἰς τοὺς αἰῶνας.



Ἄισωμεν ἅπαντες τῷ Κυρίῳ,

τῷ ἀνατείλαντι ἡμῖν

τρεῖς ἐκ θρυαλλίδος περσικῆς ἀθλητὰς φαεινούς,

τὸν ἔνδοξον Μανουὴλ

καὶ τοὺς συνάθλους αὐτοῦ καὶ συνεκδήμους.



Ἐκ μαγικῆς ἀτμίδος σπινθῆρας

ξένον θεάσασθε, πιστοί,

ἐν τῇ ἐκκλησίᾳ τοῦ Χριστοῦ ἀναλάμψαντας,

τὸν ἔνδοξον Μανουὴλ

καὶ οὓς συνῆψεν αὐτῷ ἡ θεία χάρις.



Οἱ τὴν πατρῴαν πάλαι θρησκείαν

ἀποβαλόντες τοῦ πυρός,

τὴν ἐκ τοῦ διώκοντος ὀργὴν ἐξεκρούσαντο

καὶ γέγοναν ἀθληταὶ

τῆς ἐν Τριάδι σεπτῆς ὁμολογίας.



Ἐκ βασιλέως γράμμα λαβόντες

οἱ ἐκ Περσίδος ἀθληταὶ

καὶ τὴν βασιλίδα μεγαλόπολιν φθάσαντες,

ἀνδρείως τῇ τοῦ Χριστοῦ

ἐστεφανώθησαν ὁμολογίᾳ.



Ὡς ἰσαρίθμιοι τῆς Τριάδος

ὑπεραθλήσαντες αὐτῆς,

ἀξιοπρεπῶς ἐστεφανώθητε, μάρτυρες·

πρεσβεύσατε οὖν αὐτῇ

ῥυσθῆναι πάντας ἡμᾶς ἐκ τῶν κινδύνων.



Θεοτοκίον.

Τῆς ἐκ παρθένου κυοφορίας

ὁ ὑπὲρ φύσιν τοκετὸς

ἔλαθε τὸν ἄρχοντα τοῦ σκότους, ὡς γέγραπται,

καὶ ἤνοιξε τὴν Ἐδὲμ

τοῖς Θεοτόκον αὐτὴν ὁμολογοῦσιν.





ᾨδὴ βʹ. Ἴδετε, ἴδετε ὅτι ἐγώ εἰμι ὁ Θεὸς ὑμῶν.



Ἴδετε, ἴδετε ὅτι ἐγώ εἰμι ὁ Θεὸς ὑμῶν,

ὁ ἐξανατείλας ἐξ ἀτμίδος περσικῆς

τρεῖς ὁλολαμπεῖς τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ πυρσοὺς

καὶ τούτους στεφανηφόρους

ἀναδείξας ἀθλητὰς τῆς βασιλείας μου.



Ἔγνωμεν, ἔγνωμεν ὅτι Θεὸς ἡμῶν σὺ εἶ, Κύριε,

ὁ τοὺς ἐξ ἑῴας ἀστρολόγους τῶν Περσῶν

δείξας ἀθλητὰς θεολογοῦντας τὴν δόξαν σου

καὶ τούτους στεφανηφόρους

ἀναδείξας ἀθλητὰς τῆς βασιλείας σου.



Δεῦτε θεάσασθε στάδιον σήμερον ἀξιύμνητον·

Μανουὴλ ὁ μέγας καὶ Σαβὲλ καὶ Ἰσμαήλ,

τρεῖς τῷ τῆς Τριάδος ἀριθμῷ, ἐτιμήθησαν

καὶ νίκην κατὰ τῆς πλάνης

ἀνεπλέξαντο νομίμως στεφανούμενοι.



Ἅγιε ἁγίων, σὺ ἐθαυμάστωσας τοὺς ἁγίους σου,

οὓς ἐκ θρυαλλίδος ἐξελέξω μαγικῆς,

δείξας ἀπλανεῖς αὐτοὺς φωστῆρας τῆς πίστεως,

αὐγάζοντας, δᾳδουχοῦντας

ταῖς δεήσεσιν αὐτῶν τὰς διανοίας ἡμῶν.



Θεοτοκίον.

Μόνη εἰσήγαγες τῇ ἀνθρωπότητι ξένην γέννησιν, μόνη οὐ προείλω τὴν ἐκ φύσεως φθοράν,

ἄσπορον ἀφθόρως τοκετὸν ὑπομείνασα,

διό σε ὡς Θεοτόκον

ἐπαξίως οἱ πιστοὶ μακαριοῦμεν, ἁγνή.





ᾨδὴ γʹ. Οὐκ ἔστιν ἅγιος ὡς ὁ Κύριος.



Οὐκ ἔστιν, ἅγιοι, κατ’ ἀξίαν εὐφημεῖν

τὴν ἱερὰν ὑμῶν ἄθλησιν, δι’ ἧς ἀνεδήσασθε

οὐρανοπλόκους στεφάνους

Θεῷ τῷ λυτρωτῇ ἡμῶν,

πρεσβεύοντες σωθῆναι ἡμᾶς.



Ἐκύπρισεν ἄμπελος, ἡ ἐκκλησία σου, Χριστέ,

τὰ τῶν μαρτύρων βλαστήματα

ὡς βότρυν περκάζουσα,

ὡς σωτηρίου κρατῆρα

τὸ αἷμα τῆς σφαγῆς αὐτῶν

ὁ ψάλλων προϋπέγραψεν.



Πυρὶ λιπαινόμενοι, οὐ χωνευόμενοι τὸν νοῦν,

τοῖς αἰκισμοῖς χαλκευόμενοι,

τοῖς πόνοις στομούμενοι,

οὐρανοχάλκευτον ξίφος

πεφήνασιν οἱ μάρτυρες

κατὰ τῶν ἀσεβούντων ἐχθρῶν.



Μητρὸς μὲν θεόφρονος,

πατρὸς δέ, παῖδες,μαγικοῦ,

τρεῖς ἐκ Περσίδος πεφήνατε

πυρσοί, χριστομάρτυρες,

καὶ τὴν βασίλειον πόλιν

τῇ αἴγλῃ τῆς ἀθλήσεως

φαιδρῶς κατεκοσμήσατε.



Ἠισχύνθη ὁ τύραννος, πτῶμα ἐξαίσιον πεσὼν

ὁ ἀποστάτης καὶ ἄνομος, Χριστοῦ ἐνισχύσαντος

τὴν τῶν μαρτύρων τριάδα

γενναίως παρατάξασθαι

κατὰ τῆς ἀσεβείας αὐτοῦ.



Τριαδικόν.

Τριάδα δοξάσωμεν ἐν οὐσιότητι μιᾷ,

σεραφικῶς ἀνακράζοντες

τὸ «ἅγιος, ἅγιος, ἅγιος εἶ, παντοκράτορ»·

πρεσβείαις τῶν μαρτύρων σου

εἰρήνευσον τὸν κόσμον σου.



Θεοτοκίον.

Αὐτήν σοι προσάγομεν τήν σε τεκοῦσαν ἐν σαρκὶ

πρὸς ἱκεσίαν τοῦ κράτους σου,

Χριστὲ ὁ Θεὸς ἡμῶν

Χριστὲ ὁ Θεὸς ἡμῶν,

καὶ τῶν μαρτύρων τοὺς δήμους·

αὐτῶν ταῖς δεήσεσιν

εἰρήνευσον τὸν κόσμον σου.





Κάθισμα. Ἦχος αʹ Τὸν τάφον σου σωτήρ.



Ὡς τρίφωτος λαμπὰς τῷ πυρὶ τῆς Τριάδος

ἀνάψαντες, Περσῶν τῶν τὸ πῦρ σεβομένων

τὸ σκότος ἐλίπετε καὶ Χριστὸν ἐκηρύξατε

ἀνατείλαντα ἐξ ἀκηράτου παρθένου

καὶ μακάριον προσαπηνέγκασθε τέλος,

τρισάριθμοι μάρτυρες.





ᾨδὴ δʹ. Ἐξ ὄρους κατασκίου, λόγε, ὁ προφήτης.



Ἀχείμαστον ἡμῖν λιμένα τοὺς ἁγίους

ἀνέδειξε Χριστός, ὡς ναῦς τοὺς προσορμῶντας

ἐκ τρικυμίας καὶ ζάλης τῆς ἁμαρτίας

μετὰ τοῦ φόρτου διασώζοντας.



Τὸ αἷμα τοῦ ἀμνοῦ καθάρσιον τοῦ κόσμου,

τὰ αἵματα ὑμῶν ῥανίδες ἰαμάτων·

τοῦ ἀπαθοῦς γὰρ τὸ πάθος, μάρτυρες θεῖοι,

ἐξεικονίζετε τῷ πάθει ὑμῶν.



Ὡς εὔριζος (ὄβρυζος) χρυσὸς

ἡ πίστις τῶν μαρτύρων,

ὡς λίθοι διαυγεῖς τὰ ἕλκη τῶν τραυμάτων,

οἷς ὡς διάδημα κάλλους ἡ ἐκκλησία

βασιλικῶς καταστολίζεται.



Ἐκ ῥίζης μαγικῆς τριὰς εὐλογημένη,

πατρὸς οὐκ εὐσεβοῦς μητρὸς θεοσεβούσης

ἡ τῶν μαρτύρων ἐβλάστησεν ἀδελφότης

τελεσφορήσασα καρποὺς εὐκλεεῖς.



Ἐνήθλησαν οἱ τρεῖς ὡς εἷς μιᾷ τῇ πίστει,

ἐπλέξαντο οἱ τρεῖς στεφάνους θεοπλόκους,

οἱ ἐν μονάδι Τριάδα ὁμολογοῦντες

καὶ τῆς Τριάδος ἰσαρίθμιοι.



Ἀστέρες ἀπλανεῖς πεφήνατε τῇ πίστει,

ἀνδρείας στηριγμὸς ἐκλάμψαντες τῷ κόσμῳ,

οἱ τρισαυγεῖς τῆς Τριάδος στεφανηφόροι,

ὁ Μανουήλ, Σαβὲλ σὺν τῷ Ἰσμαήλ.



Πρεσβεύσατε οἱ τρεῖς ὡς εἷς πρὸς τὴν Τριάδα

δοθῆναι ἱλασμὸν καὶ ἄφεσιν πταισμάτων

τοῖς ἐκτελοῦσιν ἐν πίστει καὶ ἀληθείᾳ,

ἅγιοι μάρτυρες, τὴν μνήμην ὑμῶν.



Θεοτοκίον.

Παλάτιον τερπνὸν τοῦ πάντων βασιλέως

ἐδείχθης ἀληθῶς καὶ θρόνος τοῦ ὑψίστου

καὶ ἀνωτέρα τῆς κτίσεως, θεομῆτορ,

καὶ προστασία τῶν ψυχῶν ἡμῶν.





ᾨδὴ εʹ. Ὁ ἐκ νυκτὸς ἀγνοίας.



Ἀβραμιαῖοι κόλποι

τὰς τῶν μαρτύρων ψυχὰς ὑπεδέξαντο,

οἷς ὡς τύπος ἄγραφος, ἡ ἄνω βασιλεία κηρύττεται.



Ἀξιοχρέως πάντες

τὰ τῶν μαρτύρων τελοῦμεν μνημόσυνα·

τούτων γὰρ τοῖς αἵμασιν

ὁ σύμπας ἡγιάσθη τοῦ κόσμου ἀήρ.



Νυκτομαχούσης πάλαι

τῆς τῶν πιστῶν ἐκκλησίας, οἱ μάρτυρες

ταύτην κατεπύρσευσαν

τῇ αἴγλῃ τῆς ὀρθῆς αὐτῶν πίστεως.



Οἱ φαεινοὶ ἀστέρες

τοῦ νοητοῦ στερεώματος λάμποντες

τῆς ἀμώμου πίστεως,

Χριστοῦ τὴν ἐκκλησίαν φαιδρύνουσιν.



Ἐκ μαγικῆς ἀτμίδος

θεοσεβείας ἀκτῖνες ἐξέλαμψαν

οἱ γενναῖοι μάρτυρες,

οὓς ἡ Τριὰς ὡς τρεῖς ἐστεφάνωσεν.



Τοὺς ἐκ πατρὸς ἀπίστου

καὶ ἐκ μητρὸς εὐσεβοῦς ἀναλάμψαντας,

Μανουὴλ τὸν ἔνδοξον,

Σαβὲλ καὶ Ἰσμαὴλ ἀνυμνήσωμεν.



Θεοτοκίον.

Τὸν τῆς Τριάδος ἕνα

σεσαρκωμένον τεκοῦσα Θεὸν ἀληθῆ,

θεομῆτορ, πρέσβευε

κινδύνων λυτρωθῆναι τὴν ποίμνην σου.





ᾨδὴ ϛʹ. Χιτῶνά μοι παράσχου φωτεινόν.



Λιμνάζει τῶν μαρτύρων τὰ ὀστᾶ

θαυμάτων χαρίσματα ἐκ σοῦ πιαινόμενα

καὶ ἰαμάτων ποταμούς, Χριστέ, τῆς πάντων πηγῆς.



Ἐξέφυγον σπιλάδας νοητὰς

οἱ ἅγιοι μάρτυρες, σωθέντες ἀκύμαντοι,

τῷ οἰακίζοντι σταυρῷ καθοδηγούμενοι.



Τὰ αἵματα ὑμῶν χάνασα γῆ

κατέκρυψεν, ἅγιοι, καὶ ἄφνω τὰ λείψανα

τοῖς ἐγχθονίοις θησαυροῖς ἐνεκολπώσατο.



Εἰρήνευσον τὸν κόσμον, ὁ Θεός,

καὶ σῶσον ὡς εὔσπλαγχνος

τὴν ποίμνην σου ἄτρωτον

ταῖς πρεσβείαις τῶν ἐνδόξων ἀθλοφόρων σου.



Ἀγάλλεσθε, λαοί, πνευματικῶς,

εὐφραίνεσθε ἅπαντες· Χριστὸς ἐνηνθρώπησεν,

τῆς δουλείας τῶν εἰδώλων ἀπαλλάξας ἡμᾶς.



Τριαδικόν.

Τριάδος ἰσαρίθμιος τριὰς

μαρτύρων ἐξέλαμψεν, Τριάδα δοξάζουσα

τὴν ἐν πατρί τε καὶ υἱῷ καὶ θείῳ πνεύματι.



Θεοτοκίον.

Ἀσπόρως συλλαβοῦσα τὸν Θεόν,

τὸν κτίστην τῆς φύσεως ἀφθόρως ἐγέννησας·

αὐτὸν δυσώπει, θεομῆτορ, τοῦ σωθῆναι ἡμᾶς.





ᾨδὴ ζʹ. Ὁ ἐν ἀρχῇ τὴν γῆν θεμελιώσας.



Τρεῖς ἐξ ἑνὸς φωτὸς πυρσοὺς ἀνῆψεν

ἡ τοῦ Χριστοῦ φωσφόρος ἐκκλησία,

στεφανηφόρους καὶ νικηφόρους,

τὸν ἔνδοξον Μανουὴλ

καὶ τοὺς συνάθλους αὐτοῦ.



Χαλδαϊκὴν κατέλιπον πατρίδα

καὶ μαγικὴν ἐξέφυγον θρησκείαν

οἱ τῆς Τριάδος στερροὶ ὁπλῖται

βοῶντες· «εὐλογητὸς ὁ τῶν πατέρων Θεός».



Οἱ ἀρραγεῖς τῆς εὐσεβείας πύργοι

καὶ ἀσφαλεῖς τῆς ἐκκλησίας στῦλοι,

οἱ μάρτυρές σου πιστῶς βοῶσιν ἀπαύστως·

«εὐλογητὸς ὁ τῶν πατέρων Θεός».



Οἱ μηδαμῶς λατρεύσαντες τῷ Μίθρᾳ

καὶ ἀσφαλῶς πιστεύσαντες τῷ κτίστῃ,

τῷ ἐν Τριάδι καὶ ἐν μονάδι,

πρεσβεύουσιν ἐκτενῶς σωθῆναι πάντας ἡμᾶς.



Τρεῖς ἐν πυρὶ οἱ περὶ Ἀζαρίαν

χαλδαϊκὴν ἐξέφυγον λατρείαν,

καὶ τρεῖς ὁπλῖται οἱ ἐκ Περσίδος

συνήθλησαν τῷ Χριστῷ, οἱ περὶ τὸν Μανουήλ.



Θεοτοκίον.

Ἐν γυναιξὶν οὐ τέτοκε παρθένος

εἰ μὴ αὐτή, παρθένε Θεοτόκε·

πατὴρ γὰρ κάτω καὶ μήτηρ ἄνω

τοῦ βρέφους ὅλως οὐκ ἦν·

διπλοῦς γὰρ ἦν ὁ Χριστός.





ᾨδὴ ηʹ. Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα.



Ἐγκρατείᾳ νευρώσαντες τὸ σῶμα,

εὐσεβείᾳ τονώσαντες τὸ πνεῦμα,

ἀθλητικὸν ἐκρότησαν παγκράτιον

πρὸς τοὺς ἀοράτους ἄρχοντας τοῦ σκότους

Χριστοῦ οἱ ἀθλοφόροι.



Τῆς μερίδος, Χριστέ, τῶν σωζομένων

καὶ τοῦ κλήρου τυχεῖν τῶν σῶν μαρτύρων

καὶ τῆς ἀλήκτου δόξης καταξίωσον

τοὺς ὁμολογοῦντας ἕνα σε υἱὸν

τοῦ πατρὸς καὶ τῆς παρθένου.



Ὥσπερ ἄνθη στεφάνους στεψαμένη

τῶν μαρτύρων, Χριστοῦ ἡ ἐκκλησία

τὴν νυμφικὴν στολὴν περιεβάλετο

αἵματι βαφεῖσαν, ὡς ἐξ ἀοράτου

κογχύλης, τῶν μαρτύρων.



Θεοτοκίον.

Ὡς τὸν ἕνα τεκοῦσα τῆς Τριάδος,

δυσωποῦσα μὴ παύσῃ, Θεοτόκε,

ἵνα ῥυσθῶμεν τῶν ἀνομιῶν ἡμῶν

καὶ ἀξιωθῶμεν τῆς ἐπιφανείας

αὐτοῦ καὶ βασιλείας.





ᾨδὴ θʹ. Τὸν προδηλωθέντα ἐν ὄρει τῷ νομοθέτῃ.



Ἀξιοπρεπὴς τῶν μαρτύρων ἡ εὐωδία

ἐξ ἁγίου πνεύματος μυρίζουσα τὰς ὄψεις

τῶν πιστῶς αὐτῶν ἐκτελούντων τὴν μνήμην

καὶ τοὺς φιλομάρτυρας εὐφραίνουσα.



Ἐν τριπλῷ σχοινίῳ ὑμᾶς συνῆψεν ἡ χάρις,

Μανουήλ, Σαβέλ, Ἰσμαήλ, ἀρραγεστάτῃ πίστει

συναρμόσασα τὴν ὁμόφρονα γνώμην

τῆς ὑπὲρ Χριστοῦ ὁμολογίας ὑμῶν.



Ἰουλιανὸν τὸν λυσσώδη καὶ ἀποστάτην,

τὸν ἀλάστορα τύραννον, τῇ τριπλόκῳ σφενδόνῃ

νενικήκατε, τῆς Τριάδος ὁπλῖται,

τρεῖς ἀναδησάμενοι στεφάνους οἱ τρεῖς.



Τέλος τῆς ἀθλήσεως τῶν μαρτύρων τὸ ξίφος,

ἐν ᾧ, ἐκτμηθέντες τὰς κεφαλάς, οἱ γενναῖοι

τοὺς στεφάνους συνανεπλέξαντο ἅμα

καὶ συμβασιλεύουσιν ἀεὶ τῷ Χριστῷ.



Ἀξιομνημόνευτον θαῦμα τὸ τῶν μαρτύρων·

μετὰ γὰρ τὸ τέλος χάσματι γῆς ὑποδύντες

μετ’ ὀλίγον, ὡς φωτοφόροι ἀστέρες,

τῶν τῆς γῆς πυθμένων συνεξήστραψαν.



Τριαδικόν.

Ἄναρχε Τριὰς καὶ μονάς, εὐχαῖς τῶν μαρτύρων

Μανουήλ, Σαβέλ, Ἰσμαήλ, τῆς τριφαοῦς λαμπάδος,

τῶν τελούντων τὴν ἱερὰν αὐτῶν μνήμην

μνήσθητι καὶ φεῖσαι ὡς οἰκτίρμων Θεός.



Θεοτοκίον.

Ἡ ἐκ σῶν λαγόνων ἁγνῶν τεκοῦσα ἀφράστως

τὸν ἐκ τοῦ ἀνάρχου πατρὸς ὑπερούσιον λόγον,

θεομῆτορ καὶ ἐν μητράσι παρθένε,

σῶζε τὰς ψυχὰς τῶν ἀνυμνούντων σε.





(A. Acconcia Longo and G. Schirò, Analecta hymnica graeca e codicibus eruta Italiae inferioris, vol. 10, Rome: Istituto di Studi Bizantini e Neoellenici. Università di Roma, 1972, Canones Junii).
 
Top