15. Εγκώμια Παναγίας

jhonny

Παλαιό Μέλος
Ύστερα από πολύ ψάξιμο στο Διαδίκτυο,κατάφερα να βρω τα εγκώμια του Επιταφίου της Παναγίας όπως ακριβώς τα έχω σε κασέτα του Βασιλικού:)
Έλεγα ότι κάποια στιγμή θα τα έγραφα σε χαρτί ακούγοντάς τα από την κασέτα,αλλά,για κάποιο περίεργο λόγο,πάντα βαριόμουνα:D
Επιτέλους τα βρήκα σήμερα!Είναι και οι τρεις στάσεις μαζί με τα Ευλογητάρια!

http://istologio.org/?p=470
 

π. Μάξιμος

Γενικός Συντονιστής

ΤΑ ΕΓΚΩΜΙΑ ΤΗΣ ΠΑΝΑΓΙΑΣ

ΣΤΑΣΙΣ ΠΡΩΤΗ
Ἡ Ἁγνὴ ἐν τάφῳ, κατετέθης βαβαί, ἡ Θεὸν γαστρί σου χωρήσασα καὶ κυήσασα ἀφράστως ἐπὶ γῆς.
Ἀπορεῖ καὶ φύσις, καὶ πληθὺς νοερά, τὸ ἐν σοί, παρθενομῆτορ, μυστήριον, τῆς ἐνδόξου καὶ ἀρρήτου σου ταφῇς.
Βασιλὶς καὶ πόλου, καὶ τῆς γῆς ἀληθῶς, εἰ καὶ τάφῳ σμικροτάτω συγκέκλεισαι, ἐγνωρίσθης πάσῃ κτίσει Μαριάμ.
Γέφυρα ὑψούται, ἡ μετάγουσα πρίν, ἐκ θανάτου πρὸς ζωὴν τὴν ἀκήρατον, τοὺς θανόντας παραβάσει τὸν Ἀδάμ.
Δάκρυσι καὶ θρήνοις, γοεροῖς ἐπὶ σοί, πᾶσαι αἱ σαὶ φίλαι ἐκόπτοντο, τὴν μετάστασιν μὴ φέρουσαι τὴν σήν.
Ἔχαιρον χορείαι, Οὐρανίων Νοῶν, ἀπὸ γῆς σὲ φερομένην δεχόμεναι, εἰς οὐράνια σκηνώματα Ἁγνή.
Ζῶσα ἐν ὑψίστοις, ἀληθῶς Μαριάμ, ὑπὲρ πάντων πρεσβευτὴς ἡμῶν γέγονας, ἀξιώσαι ἐφροσύνης ἀληθῶς.
Ἡ λαμπὰς ἡ θεία, τοῦ ἀρρήτου φωτός, φρικτωρούσα οὐρανόθεν τοὺς δούλους σου, μὴ ἐλλείπης ἀγαθὴ τοὺς ἐπὶ γῆς.
Θρόνος τοῦ ὑψίστου γενομένη ἁγνή, ἀπὸ γῆς πρὸς οὐρανὸν μεταβέβηκας, μεταστᾶσα εἰς αἰώνιον ζωήν.
Ἱερέων πέλεις, καύχημα εὐλαβῶν, Ἐκκλησίας τὸ ἀκράδαντον στήριγμα, καὶ Ὁσίων Ἀσκητῶν ἡ ἀρωγός.
Κλῖμαξ ἡ ἁγία, ἢν προεῖδε σαφῶς, Ἰακὼβ δι’ ἧς κατέβη ὁ Ὕψιστος, ἀνυψούται ἀπὸ γῆς πρὸς οὐρανόν.
Λόγος τοῦ Ὑψίστου, ὁ ἀρρήτως τεχθεὶς ὑπὸ σοῦ, Θεοκυήτωρ, μετέστησεν ἐκ τῆς γῆς πρὸς τὴν ἀθάνατον ζωήν.
Μαριὰμ πῶς θνῄσκεις, πῶς τῷ τάφῳ οἰκεῖς, τῆς ζωῆς τὸν χορηγὸν ἡ γεννήσσασα, τοὺς νεκροὺς ἐξαναστήσαντα φθοράς;
Νύμφην τοῦ Ὑψίστου, καὶ Μητέρα σαφῶς, Ἰησοῦ τοῦ Θείου Λόγου γινώσκομεν, κἄν ἐν τάφῳ σὲ ὁρῶμεν ὡς φθαρτήν.
Ξένον τόκον εἶδον, ἀληθῶς οἱ πιστοί, καὶ τὸν νοῦν εἰς οὐρανὸν νῦν μετέθεσαν, ξενωθέντες τῆς ζωῆς τῆς κοσμικῆς.
Οὐρανὸς ὡς ἄλλος, ἀνεδείχθη Ἁγνή, δεξαμένη τὸ σὸν σκῆνος τὸ ἄχραντον, ἡ ἁγία καὶ σεπτὴ Γεθσημανῆ.
Πύλη σωτηρίας, ἐγεννήθης ἡμῖν, ἀρχηγὸς τῆς νοητῆς ἀναπλάσεως, κἄν ὑπείκεις τῇ τῆς φύσεως φθορά.
Ράβδος, ἡ τὸ ἄνθος, τὸ εὐῶδες Χριστόν, ἐξανθήσασα τῷ τάφῳ νῦν τέθαπται, ἵνα φύσῃ σωτηρίας τὸν καρπόν.
Σὺ γὰρ μόνη πέλεις, ἐν θνητοῖς ἀληθῶς, ἀναστάσεως τὸν τύπον ἐκλάμπουσα, σύ καὶ μόνη τῶν πταιόντων ἱλασμός.
Τάφος μὲν καλύπτει, τὸ σὸν σκῆνος, Ἁγνή, τὴν δὲ θείαν σου ψυχὴν χειριζόμενος, ὁ Υἱός σου ἀγκαλίζεται λαμπρῶς. Ὕμνοις οὐρανίοις, ἐμελώδουν σεμνή, τὴν τριήμερον ταφήν σου οἱ ἄγγελοι, καὶ τὴν δόξαν ἐμεγάλυνον τὴν σήν.
Φέγγος οὐρανόθεν, δεξαμένη Ἁγνή, ἐχαρίτωσας ἡμᾶς τοὺς τιμῶντας σε, καὶ γεραίροντας τὴν κοίμησην τὴν σήν.
Χώραν ἀχωρήτου, τοῦ Θεοῦ Μαριάμ, χρηματίσασαν καὶ ἅγιον τέμενος, νῦν καλύπτει σὲ ἀγρὸς Γεθσημανῆς.
Ψάλλοντες τὸν τόκον, σοῦ τὸν θεῖον Ἁγνή, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ γεραίρομεν, σὲ τὸν ἔμψυχον ναὸν τόν τοῦ Θεοῦ.
Ὢ θαυμάτων ξένων, ὢ πραγμάτων καινῶν, ἡ πνοή μου τὸν δοτῆρα κυήσασα, ἄπνους κεῖται καὶ κηδεύεται νεκρά.
Δόξα.​
Ἀνυμνοῦμεν λόγε, σὲ τὸν πάντων Θεόν, σὺν Πατρὶ καὶ τῷ Ἁγίῳ σου Πνεύματι, καὶ δοξάζομεν οἱ πάντες εὐσεβῶς.
Καὶ νῦν.​
Μακαρίζομέν σε, Θεοτόκε Ἁγνή, καὶ τιμῶμεν τὴν ἁγίαν σου Κοίμησιν, καὶ τὴν ὕψωσιν ἐκ γῆς, πρὸς οὐρανόν.

Ἡ Ἁγνὴ ἐν τάφῳ, κατετέθης βαβαί, ἡ Θεὸν γαστρί σου χωρήσασα καὶ κυήσασα ἀφράστως ἐπὶ γῆς.

Μικρὰ συνάπτῃ. «Ὅτι ηὐλόγηταί Σου τὸ ὄνομα καί δεδόξασταί Σου ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ …»

ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ
Ἄξιόν ἐστι, μεγαλύνειν σὲ τὴν Θεοδόχον, τὴν τῶν ἀρετῶν ταμεῖον ὑπάρξασα, καὶ χαρίτων ἁπασῶν τῶν τοῦ Θεοῦ.
Βάτον ἐν Σινᾶ, ἀκατάφλεκτον εἶδε σε πάλαι, Μωυσῆς γαστρί σου τὸ θεῖον πῦρ, ὡς χωρήσασα ἀφλέκτως Μαριάμ.
Γόνιμος ὡς γῆ, ἀεὶ δείκνυται Παρθενομῆτορ, πᾶσι τοῖς θερίζειν ἐθέλουσι, σωτηρίαν ἡ σεμνὴ Γεθσημανῆ.
Δῆλον οὖν ἡμῖν, ὢ Παρθένε μὴ ἰσχύειν δίχα, σοῦ τῆς μεσιτρίας ὀρθοβατεῖν, τοῖς πανσέπτοις ἴχνεσι τοῦ Χριστοῦ.
Ἔνθα οἱ χοροί, Ἀποστόλων τε καὶ τῶν Ἀγγέλων, ἵσταντο κυκλοῦντες ἐν ᾄσμασι, παριστάμεθα Παρθένε καὶ ἡμεῖς.
Ζώωσον Ἁγνή, τοὺς εἰς σὲ πιστῶς καταφυγόντας, διὰ τῆς ὑπὲρ αὐτῶν μεσιτίας σου, πρὸς τὸν ἄναρχον Υἱὸν καὶ Παντουργόν.
Ἤρω Μαριάμ, κατὰ φύσεως βροτείας νίκην, τὸν Χριστὸν ἀσπόρως κυήσασα, ἀλλὰ θνῄσκεις νόμῳ φύσεως βροτῶν.
Θαῦμα ἀληθῶς, πῶς ἡ ἄναδρος θηλάζει βρέφος, πῶς καὶ νεκροφόρος καθίστασαι, ἡ Μητρόθεος ἐκτὸς διαφθορᾶς.
Ἴθυνον ἡμᾶς, πρὸς λιμένας σωτηρίους, Κόρη, τοὺς χειμαζομένους ἐν κλύδωνι, ψυχοφθόρων παραπτώσεων δεινῷ.
Κλῖμαξ πρὸς Θεόν, ὁ σὸς τάφος Παναγία, πέλει ἄγουσα τοὺς πίστει ὑμνούντας σε, καὶ τιμῶντας σου τὴν Κοίμησιν σεπτῶς.
Λόγος τοῦ Πατρός, ἐπεσκήνωσεν ἐν σοὶ Παρθένε, καὶ πρὸς οὐρανὸν σὺ μετήγαγες,τοὺς τὴν κύησιν δοξάζοντας τὴν σήν.
Μέτοχοι ζωῆς, τῆς ἀφθάρτου τε καὶ ἀϊδίου, τῷ σῷ τόκῳ πάντες γεγόναμεν, δι’ ὃ ᾄδομεν τὸ χαῖρε σοι σεμνή.
Νόμοι ἐπὶ σοί, οἱ τῆς φύσεως Ἁγνὴ Παρθένε, σφόδρα παραδόξως καινίζονται, ὡς κυήσασα Θεὸν Ἐμμανουήλ.
Ξένον ἀληθῶς, τὸ μυστήριον τῆς σῆς κυοφορίας, Ἄχραντε ἀσπόρως γεννήσασα, καὶ θηλάσασα τὸν Κτίστην τοῦ παντός.
Ὅλον τὸν Ἀδάμ, προσλαμβάνει ἐκ γαστρός σου, θέλων ἐκτεμεὶν ῥιζόθεν παρακοήν, ὁ Υἱός σου τὴν φυείσαν ἐν ἡμῖν.
Πύλη νοητή, τῆς ἐν γῇ φανερωθείσης Κόρῃ, ἐκ τοῦ ὕψους θείας ἀνατολῆς, ἀνεδείχθης Θεονύμφευτε πιστοῖς.
Ῥήτορες δεινοί, οὐδὲ Ἄγγελοι Παρθενομῆτορ, σθένουσιν ἀξίως ὑμνήσαι σε, τὴν ὑπέρτιμον Μητέρα τοῦ Θεοῦ.
Σῶμα καὶ ψυχήν, ὑπερένδοξε Ἁγνὴ Παρθένε, ἄσπιλα Θεῶ διετήρησας, δι’ ὃ κάλλους ἠράσθη ὁ Χριστός.
Τόμος σὺ καινός, ἐν ὢ γέγραπτε ὁ θεῖος λόγος, βίβλῳ τῆς ζωῆς ὑμνούντας σε, ἐγγραφῆναι καθικέτευε Ἁγνή.
Ὕμνους καὶ ᾠδάς, ἐξοδίους ὥσπερ μύρα Κόρη, ἐπικήδεια σοι προσφέροντες, ἐξαιτούμεθα πταισμάτων ἱλασμόν.
Φόβῳ καὶ χαρά, καὶ ἡμεῖς ὥσπερ ἐκεῖνοι τότε, πάρεσμεν τῷ τάφῳ σου Ἄχραντε, ἐκπληττόμενοι τὴν κοίμησιν τὴν σήν.
Χαῖρε Μαριάμ, δι’ ἧς ἔλαμψε χαρὰ τῷ κόσμῳ, καὶ ἀρᾷ ἡ καθ’ ἡμῶν ἐξωστράκισται, τὸν Σωτῆρα κυησάσης ἐπὶ γῆς.
Ψάλλοντες τὸν σὸν, τόκον ἄσπιλε Παρθενομῆτορ, ἀνυμνολογοῦμεν γεραίροντες, σὲ τὸν ἔμψυχον ναὸν τόν τοῦ Θεοῦ.
Ὥσπερ οἱ νεκροὶ διὰ σοῦ ζωοποιούνται Κόρη, οὕτω καὶ ἡμᾶς ζωοποίησον, νεκρωθέντας πλημμελήμασι πολλοῖς.
Δόξα.​
Δόξα τῷ Πατρί, σὺν Υἱῷ τε καὶ τῷ Παναγίῳ Πνεύματι προσάγομεν εὐσεβῶς, τῇ Τριάδι τῇ Ἁγίᾳ καὶ σεπτή.
Καὶ νῦν.​
Ἄσμασι πιστοί, ὀρθοδόξοις τε καὶ εὐπροσδέκτοις, πάντες ἀνυμνήσωμεν σήμερον, τὴν Μητέρα τοῦ Θεοῦ δουλοπρεπῶς.

Ἄξιόν ἐστι, μεγαλύνειν σε τὴν Θεοδόχον, τὴν τῶν ἀρετῶν ταμεῖον ὑπάρξασα, καὶ χαρίτων ἁπασῶν τῶν τοῦ Θεοῦ.

Μικρὰ συνάπτῃ. «Ὅτι ἅγιος εἰ ὁ Θεὸς ἡμῶν, ὁ ἐπὶ Θρόνου δόξῃς τῶν Χερουβεὶμ ἐπαναπαυόμενος καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, …»

ΣΤΑΣΙΣ ΤΡΙΤΗ
Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ ταφῇ σου, προσάγουσι Παρθένε.
Βλέψας οὐρανόθεν, Θεὸς τῶν ὅλων Κτίστης, ἐν τῇ γάστρί σου ᾔκει.
Γνῶσιν ἐξαιτοῦμεν. τῆς σῆς κυοφορίας, προξένου σωτηρίας.
Δυσώπει τὸν Υἱόν σου, οἰκτείραι ἡμᾶς πάντας, ἐν τῇ μελλούσῃ κρίσει.
Ἐν οὐρανῷ ἐστάναι, νομίζομεν Παρθένε, ἑστῶτες τῷ Ναῷ σου.
Ζῶσι καὶ τεθνεῶσι, τοῖς ἐπὶ σὲ θαρροῦσιν, ἀντίληψιν σὺ δίδως.
Ἡ γῆ πανηγυρίζει, ὁ οὐρανὸς χορεύει, σοῦ ἄνω αἰρομένης.
Θανοῦσα ἀθανάτους, μετέβης πρὸς σκηνώσεις, ἐχθρὸς ἡ θανατούσα.
Ἵνα τὸ κάλλος βλέπεις, τοῦ σοῦ Υἱοῦ Παρθένε, πρὸς οὐρανοὺς μετέστης.
Καὶ ὄντως, ὢ Παρθένε, αἱ γενεαὶ πᾶσαι, μακαρίζουσί σε.
Λύτρωσιν παράσχου, Παρθένε Θεοτόκε, τοῖς σὲ ὑμνολογούσι.
Μόνη σύ προστάτις, πενήτων ὀρφανῶν τε, καὶ τῶν χήρων ὑπάρχεις.
Νέκρωσιν ὑπέστης, κυήσασα Παρθένε, τὸν νεκρωτὴν τοῦ Ἅδου.
Ξένον τόκον εἶδον, οἱ σὲ ὑμνολογοῦντες, ὡς μόνην Θεοτόκον.
Ὁ τάφος σου κηρύττει, Παρθένε τὴν ταφήν σου, καὶ τὴν μετάστασίν σου.
Πάντες οἱ λαοὶ σε, Δέσποιναν Παρθένε, καλοῦσι προσκυνοῦντες.
Ῥητόρων πολυφθόγγων, σοφίαν ἐτροπώσω, τῇ σῇ κυοφορία.
Σκιρτώσιν αἱ καρδίαι, τῶν εὐσεβούντων πάντων, ἐπὶ τῇ σῇ κηδεύσει.
Τὶς ἐξειπεῖν ἰσχύει, Παρθενομῆτορ μόνη, τάς θείας ἀρετάς σου.
Ὕψωσον Παρθένε, τῇ σῇ κυοφορία, τὸ κέρας Ὀρθοδόξων.
Φυλαὶ λοιπαὶ καὶ γλῶσσαι, τὸν τάφον σου κυκλοῦσι, σὲ ἀνυμνολογοῦντες.
Χριστιανῶν σε σκέπην, μάλιστα καὶ Μητέρα, κηρύττομεν οἱ πάντες.
Ψαύοντες σὴν κλίνην, σὲ ἀνυμνολογοῦμεν, Παρθενομῆτορ Κόρη.
Ὢ Μῆτερ καὶ Παρθένε, ἀπάλλαξον γεένης, τοὺς σὲ ὑμνολογούντας.
Ἔρραναν τὸν τάφον, μύροις τὸ σὸν σκῆνος, κηδεύσαντες Παρθένε.
Ἔρραναν τὸν τάφον, οἱ κηδεύσαντές σε, ἄνθεσι καὶ μύροις.
Ἔρραναν τὸν τάφον, μύροις Θεοτόκε, οἱ κηδεύσαντές σε.
Δόξα.​
Ὢ Τριὰς Ἁγία, Πατὴρ Υἱὸς καὶ Πνεῦμα, τοὺς λατρευτάς σου σῶσον.
Καὶ νῦν.​
Παναγία Μῆτερ, σκέπε καὶ φρούρει πάντας, τοὺς ἐπὶ σὲ θαρροῦντες.

Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ ταφῇ σου, προσάγουσι Παρθένε.


ΕΥΛΟΓΗΤΑΡΙΑ

Εὐλογητή εἶ Δέσποινα, σκέπε, φρούρει τούς εἰς σέ ὑμνολογούντας.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθεῖσαν, τῆν Σωτῆρα τῶν βροτῶν, Μαριάμ τετοκυῖαν, τόν σύν ἑαυτῷ τόν Ἀδάμ ἐγείραντα, καί ἐξ’ Ἄδου πάντας ἐλευθερώσαντα.

Εὐλογητή εἶ Πάναγνε, τήρει πάντας ἡμᾶς ἀκατακρίτους.​
Τί θρηνεῖτε συμπαθῶς, ὠ γύναια, ἐπ’ ἐμοί θνήσκειν μελλούσῃ, ἡ Παρθένος τερπομένη ἔλεγε, πρός τάς γείτονας θρηνολογούσαις. παύσασθε ὑμεῖς τοῦ θρήνου καί ἤσθητε, καί θανοῦσα γάρ ὑμῶν οὐκ ἀφίσταμαι.

Εὐλογητή εἶ Ἄχραντε, σῶζε πάντας ἡμᾶς ἀναμαρτήτους.​
Λίαν ταχύ, πρός σέ Κόρη ἔδραμον, οἱ Ἁπόστολοι θρηνολογοῦντες. μεταστῆναι πρός τά ἄνω μέλλουσαν καί είπον, θρήνου νῦν καιρός, τό πάθος πῶς οἴσομεν, ὀρφανίας τῆς σῆς, ὤ Παναμώμητε;

Εὐλογητή εἶ Πάνσεμνε, δίδου πᾶσιν ἡμῖν τήν σωτηρίαν.​
Μυροφόρων Παρθένε, τάξιν ἀναλαβόντες, πρός τό μνὴμα σου ὕμνους εξοδίους προσκομίζομεν, ἀνυμνοῦντες σε Κόρη, τήν μετά νεκρῶν λογισθεῖσαν ὡς ἄνθρωπον, ὡς Θεοῦ δέ μεταστᾶσαν γεννήτριαν.

Δόξα.​
Προσκυνοῦμεν Πατέρα καί τόν τούτου Υἱόν τε, καί τό Ἅγιον Πνεῦμα, τήν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σύν τοῖς Σεραφείμ, κράζοντες τό Ἅγιος, Ἅγιος, Ἅγιος εἰ Κύριε.

Καί νῦν.​
Ζωοδότην τεκοῦσα, ἁμαρτίας Παρθένε, τόν Ἀδάμ ἐλυτρώσω, χαρμονήν δέ τῇ Εὔᾳ, ἀντί λύπης παρέσχες, ρεύσαντα ζωῆς ἴθυνε πρός ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεός καί ἄνθρωπος.

Ἀλληλούια, Ἀλληλούια, Ἀλληλούια Δόξα σοι ὁ Θεός. (τρίς)​


 

π. Μάξιμος

Γενικός Συντονιστής

ΣΤΑΣΙΣ ΠΡΩΤΗ
Ἦχος πλ. α'.

῾Η ζωή ἐν τάφῳ κατετέθης, Ἀγνή, καί ᾿Αγγέλων στρατιαί ἐξεπλήττοντο, τήν μετάστασιν δοξάζουσαι τήν σήν.

῾Η ζωή πῶς θνήσκεις, πῶς καί τάφῳ οἰκεῖς, πῶς καί θάνατον ὑπέστης Πανάμωμε, τόν ἀθάνατον γεννήσασα Χριστόν.

Μεγαλύνομέν Σε τήν Μητέρα Θεοῦ, καί τιμῶμεν τήν ἁγίαν Σου κοίμησιν, ἥν ὑπέστης κατά νόμον τῶν βροτῶν.

Μετά Μυροφόρων, τῶν σεπτῶν γυναικῶν καί τῶν θείων Ἀποστόλων Πανάχραντε, τήν Σήν κλίνην νῦν κυκλοῦμεν νοερῶς.

῾Η ὡραία κάλλει, παρά πάντας βροτούς, ἡ τήν φύσιν τοῦ παντός ὡραΐσασα, τῷ Σῷ Τόκῳ πῶς κηδεύει ὡς νεκρά.

Καί ἐκ γῆς μετέστης καί ἡμῶν μηδαμῶς, τῶν πιστῶν καί ἱκετῶν Σου ἀφέστηκας, ἀλλά σκέπεις καί φυλάττεις νοερῶς.

῾Ως φωτός λυχνία ἡ ἑπτάφωτος Σύ, φέγγεις τοῖς πιστοῖς εἰς ἀπάθειαν, ἐκδιώκουσα παθῶν τόν σκοτασμόν.

Τῆς ζωῆς τήν πέτραν, τήν ἀκρότομον σύ, ἐκ νηδύος Σου ῾Αγνή ἀπεκύησας καί ἐξύφανας τοῦ κόσμου τήν ζωήν.

᾿Επί γῆς κατῆλθεν, ἵνα σώσῃ ᾿Αδάμ, ᾿Ιησοῦς ὁ Ζωοδότης καί ὤκησεν, ὥσπερ πόλος ἐν τῇ μήτρᾳ Σου ἁγνή.

῾Η ζωήν τεκοῦσα, πῶς ὁρᾶται νεκρά, ἐκπληττόμενοι οἱ ῎Αγγελοι ἔλεγον, πῶς δ᾿ ἐν μνήματι ἐγκλείεται σμικρῷ;

Νεκρωθέντα πάλαι, τόν ᾿Αδάμ φθονερῶς, ἐπανάγεις πρός ζωήν, ἐν τῷ τόκῳ Σου,καί γάρ τέτοκας προάναρχον Θεόν.

῾Απλωθεῖσα τάφῳ συνηγάγω βροτούς, πάντας τούς πιστούς εἰς προσκύνησιν, ἐνῷ τέθαψαι ἡ θεία κιβωτός.

Δόξα Πατρί...
᾿Ανυμνοῦμεν Λόγε, Σέ τόν πάντον Θεόν, σύν Πατρί καί τῷ ῾Αγίῳ Σου Πνεύματι καί δοξάζομεν τούς τρεῖς ἕνα Θεόν.

Καί νῦν...
Μακαρίζομέν Σε Θεοτόκε ῾Αγνή καί τιμῶμεν τήν ἁγίαν Σου κοίμησιν, ἥν κεκοίμησαι σαρκός ἄνευ φθορᾶς.

῾Η ζωή ἐν τάφῳ κατετέθης, ῾Αγνή καί ᾿Αγγέλων στρατιαί ἐξεπλήττοντο, τήν μετάστασιν δοξάζουσαι τήν σήν.

- Ἔτι καὶ ἔτι…. Ἀντιλαβοῦ… Τῆς Παναγίας…
- Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα, καὶ δεδόξασταί σου ἡ βασιλεία τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.​

ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ
Ἦχος πλ. α'.​

῎Αξιόν ἐστι, μεγαλύνειν Σε τήν Θεοτόκον τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν τῶν Σεραφείμ.

῎Αξιον ἐστί, μεγαλύνειν Σε Παρθενομήτωρ, τήν τόν Θεόν Λόγον χωρήσασαν, ἐν ἀχράντῳ Σου γαστρί Παρθενικῶς.

῞Υπνωσας ῾Αγνή, ἐν θανάτῳ ὡς καί ὁ Υἱός Σου, ἀλλά ὡς ἐξ ὕπνου ἐξήγειρεν, ἐκ τοῦ τάφου Σου τόν ἄχραντον Ναόν.

Μῦρον ἀληθῶς, Σύ ὑπάρχεις ἄχραντε Παρθένε, ὡς τόν κόσμον πάντα μυρίσασα, τόν μυρίπνοον γεννήσασα Χριστόν.

Ρεῖθρον τῆς ζωῆς, ἡ κυήσασα Θεοῦ Σοφίαν, τήν ἐμήν καρδίαν κατάρδευσον, ξηρανθεῖσαν τῆς κακίας τῷ αὐχμῷ.

῎Ομμα τό γλυκύ, καί Πανίερόν Σου Θεοτόκε, πρός τόν Σόν Υἱόν ἐνατένισον, ὅπως ἵλεως γενήσεται ἡμῖν.

῎Εδυς ὑπό γῆν, ἡ λαμπρόφωτος χρυσῆ σελήνη, καί τό θεῖον φῶς Σου κατηύγασε κυκεῶνας ὑπό γῆν τούς ζωφερούς.

῾Ως περιστερά, τό κατάλευκον τῆς παρθενίας περιβεβλημένη Θεόνυμφε, ἐπετάσθη ἡ ῾Αγία Σου ψυχή.

Θεῖος Γαβριήλ, ὡς ποτέ ἐν Ναζαρέτ τῇ πόλει, ἦλθεν ἀπαγγεῖλαι Σοι τήν ταφήν καί ἐν τῷ χωρίῳ Γεθσημανεῖ.

῎Εκλαιε πικρῶς, ἡ χορεία τῶν Μυροφόρων, ὅτε ἐν τῷ τάφῳ ἑώρακε, Σέ τήν ἄσπιλον μητέρα τοῦ Θεοῦ.

῞Υμνοις καί ὠδαῖς, ἐξοδίοις ἄδομέν Σοι, Κόρη, καί τήν Σήν ταφήν ἐκθειάζομεν, οἱ τῷ τόκῳ σου σωθέντες τῶν δεινῶν.

Δόξα Πατρί...​
῎Αναρχε Θεέ, συναΐδιε Λόγε καί Πνεῦμα, σκῆπτρα ᾿Ορθοδόξων κραταίωσον, κατά πολεμίων ὡς ἀγαθός.

Καί νῦν...​
Τέξασα ζωήν Παναμώμητε ῾Αγνή Παρθένε, παῦσον ᾿Εκκλησίας τά σκάνδαλα καί εἰρήνευσον αὐτήν ὡς ᾿Αγαθή.

῎Αξιόν ἐστι, μεγαλύνει Σε τήν Θεοτόκον τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν τῶν Σεραφείμ.

- Ἔτι καὶ ἔτι…. Ἀντιλαβοῦ… Τῆς Παναγίας…
- Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, ὁ ἐπὶ θρόνου δόξης τῶν Χερουβεὶμ ἐπαναπαυόμενος, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῶ ἀνάρχω σου Πατρί, καὶ τῶ παναγίω, καὶ ἀγαθῶ, καὶ ζωοποιῶ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.​

ΣΤΑΣΙΣ ΤΡΙΤΗ
Ἠχος γ'​

Αἱ γενεαί πᾶσαι, ὕμνον τῇ ταφῇ Σου, προσφέρουσι Παρθένε.

Κατελθών ὁ Πέτρος, ἐν τῷ Σῷ μνημείῳ, εὐσχήμως Σέ κηδεύει.

Μυροφόροι ἅμα, σύν τοῖς ᾿Αποστόλοις, ὕμνοις Σοι θρηνωδοῦσι.

Δεῦρο πᾶσα κτίσις, ὕμνους ἐξοδίους, οἴσομεν τῇ Παρθένῳ.

῾Ως νεκράν καί ζῶσαν, σύν Μυροφόροις πάντες, ὑμνήσωμεν ἐνθέως.

῞Υπτιον ὁρῶσα, ἡ τῶν ἀΰλων φύσις, ἀγγελικῶς Σοί ἄδει.

῎Ω γλυκεῖα Μήτηρ, Χριστοῦ τοῦ Θεοῦ Λόγου, εὐλόγησον τόν κόσμον.

Θρῆνον σύν ἐκείνοις, προσάδουσι Παρθένε, γυναῖκες Μυροφόροι.

Πῶς θάνατον ὑπέστης, ἡ λυτρωσαμένη ἡμᾶς ἐκ τῆς κατάρας.

Σῶμα τό ζωηφόρον καί ἄχραντον κηδεύει, χορός τῶν ᾿Αποστόλων.

Τόν ᾿Αδάμ καί Εὔαν, ἐλευθερωσαμένη, πῶς καί αὐτή νῦν θνήσκεις;

῎Ερραναν τόν τάφον, μύροις τό σόν Σκῆνος, κηδεύσαντες, Παρθένε (γ΄).

῎Ερραναν τόν τάφον, οἱ κηδεύσαντές σε, ἄνθεσι καί μύροις (γ΄).

Οὐράνιαι δυνάμεις, ἐξέστησαν ὁρῶσαι, Σέ τάφῳ ἡπλωμένην.

Εἰρήνην ᾿Εκκλησία, λαῷ Σου σωτηρίαν, δώρησαι Θεοτόκε.

Δόξα Πατρί...​
῎Ω Τριάς Θεέ μου, Πατήρ, Υἱός καί Πνεῦμα ἐλέησον τόν κόσμον.

Καί νῦν...​
Τυχεῖν τῆς τοῦ Υἱοῦ Σου, Παρθένε βασιλείας, ἀξίωσον σούς δούλους.

Αἱ γενεαί πᾶσαι, ὕμνον τῇ ταφῇ Σου προσφέρουσι Παρθένε.


 

jhonny

Παλαιό Μέλος
Ευχαριστώ πολύ π. Μάξιμε!Δεν ήξερα ότι υπάρχει και παραλλαγή των εγκωμίων!
 

Π. Δαβίδ

Γενικός συντονιστής
Τα εγκώμια της Θεοτόκου μετεφράσθησαν στη Σλαβονική και τη Ρουμανική και τελούνται από τους ομοδόξους αδελφούς μας, ωστόσο όχι σε πολλά μέρη (αν και εκεί δεν υπάρχει σχετική απαγόρευση του Τυπικού! :rolleyes:)

Το Βουλγαρικό τυπικό (αν και ακολουθεί το ΤΜΕ σε γενικές γραμμές) έχει ειδικό κεφάλαιο περί της εν λόγω τελετής. Αλλού τελείται την παραμονή, αλλού την 17η Αυγ. ως "τριήμερα". Πριν λίγο μίλησα στο τηλέφωνο με τον πολιό πρωτοψάλτη κ. Μάλτσεφ και μου ανέφερε ότι στον ιστορικό ναό Κοιμήσεως Θεοτόκου Στενημάχου (Ασένοβγκραντ) θα ψαλλούν μετά το πέρας του πανηγυρικού εσπερινού την Παρασκευή το απόγευμα.

Στην αυτόνομη εκκλησία της Φινλανδίας (η οποία σε γενικές γραμμές ακολουθεί το ΤΑΣ) ισχύει αυστηρά η απαγόρευση του ΤΜΕ.

Το Σλαβονικό κείμενο των Εγκωμίων ομοιάζει περισσότερο με την 2η εκδοχή των εγκωμίων που μας έγραψε ο π. Μάξιμος.
 

π. Μάξιμος

Γενικός Συντονιστής
Δεν ήξερα ότι υπάρχει και παραλλαγή των εγκωμίων!
Ναί ὑπάρχει πολύ καί διαφορετικό ὑλικό, ἀπ᾿ ὅ,τι φαίνεται. Θά ἔλεγα ὅτι ὑπάρχει καί τρίτη, ὅπως βλέπουμε στήν ἔκδοση τοῦ καθηγητοῦ κ. Ἀριστείδη Πανώτη, Ἀκολουθία τῆς ἱερᾶς λιτανείας (λιτῆς) τῆς Κοιμήσεως τῆς Θεοτόκου, Ἀθῆναι 1997, ὅπου καί ἐκτενής εἰσαγωγή περί αὐτῶν καί τῆς ἱστορικῆς (χρονικῆς) ἐξελίξεως, ἄλλο ὑλικό, πολύ ἐνδιαφέρον. Βέβαια ὁ κ. Πανώτης πιστεύει ὅτι αὐτά πρέπει νά ἐνταχθοῦν στά πλαίσια τῆς λιτῆς τοῦ ἑσπερινοῦ τῆς Παναγίας (ὅπως εἶχα γράψει ἐδῶ), χωρίς κουβούκλια καί περιφορές -πού θυμίζουν ἀκριβῶς Μ. Παρασκευή-.

 
Last edited:

ΓΙΑΝΝΟΥ ΝΙΚΟΛΑΟΣ

Παλαιό Μέλος
Σε συνέχεια προηγουμένου μηνύματος http://www.psaltologion.com/showpost.php?p=44863&postcount=8 επισυνάπτω το μέρος του εσπερινού που διαφοροποιείται σύμφωνα με το τεύχος "Ακολουθία του εσπερινού μετά περιφοράς του επιταφίου της Παναγίας" του τότε αρχιμ Ευσεβίου Πιστολή (νυν μητροπολίτου Σάμου Ικαρίας και Κορσεών)
Το πρώτο προσόμοιο απόστιχο δέν είναι πλήρες, λείπει ολόκληρη φράση που ΑΓΝΟΕΙΤΑΙ... «Αύτη ανεκραύγαζε τότε»! (Ποιά; Στρατιά των αγγέλων, των μαθητών η χορεία; Άλλωστε φαίνεται και με το μάτι 4,5 γραμμές το πρώτο 6 τα υπόλοιπα.
 

Attachments

  • Εγκωμια Παναγίας.pdf
    2.8 MB · Views: 1,478

EIRYK EMNOSHELE

Qu'est-ce que je ferais sans toi?
Τα εγκώμια της Παναγίας δίχρωμα

Είναι σχεδόν σαν αυτά που μας έγραψε ο π. Μάξιμος. Ίδια δηλαδή, απλά έχουν κάποιες ελάχιστες διαφορές όπως για παράδειγμα:

Ἡ Ἁγνὴ ἐν τάφῳ, κατετέθης βαβαί, ἡ Θεὸν ἐν τῇ γαστρί σου χωρήσασα καὶ κυήσασα ἀφράστως ἐπὶ γῆς.
Ἡ Ἁγνὴ ἐν τάφῳ, κατετέθης βαβαί, ἡ Θεὸν γαστρί σου χωρήσασα καὶ κυήσασα ἀφράστως ἐπὶ γῆς.
 

Attachments

  • TaEgkomiaThsPanagias2.pdf
    273.8 KB · Views: 902

π. Μάξιμος

Γενικός Συντονιστής
Τα εγκώμια της Παναγίας δίχρωμα

Είναι σχεδόν σαν αυτά που μας έγραψε ο π. Μάξιμος. Ίδια δηλαδή, απλά έχουν κάποιες ελάχιστες διαφορές όπως για παράδειγμα:

Ἡ Ἁγνὴ ἐν τάφῳ, κατετέθης βαβαί, ἡ Θεὸν ἐν τῇ γαστρί σου χωρήσασα καὶ κυήσασα ἀφράστως ἐπὶ γῆς.
Ἡ Ἁγνὴ ἐν τάφῳ, κατετέθης βαβαί, ἡ Θεὸν γαστρί σου χωρήσασα καὶ κυήσασα ἀφράστως ἐπὶ γῆς.
Εὐχαριστοῦμε.
Ἐγώ ἁπλῶς τά ἀντέγραψα καί τά ἐπεξεργάστηκα ἀπό τόν σύνδεσμο πού εἶχε δοθεῖ. Γιά τό ἐν τῇ γαστρί σου ἔχεις δίκιο· τό εἶδα μετά, ὅπως καί ἄλλα λάθη.

Στό pdf σου ὅμως βλέπω μόνον τά κόκκινα κεφαλαῖα καί τίποτε ἄλλο. Μόνο σέ μένα συμβαίνει;

ΥΓ. Ἐπαναλαμβάνω ὅμως ὅτι ὑπάρχουν πολλά καί διαφορετικά. Τό διεπίστωσα καί πρίν ὅταν ἤμουν στό ναό, ἀπό μιά ἄλλη ἔκδοση.


 
Last edited:

EIRYK EMNOSHELE

Qu'est-ce que je ferais sans toi?
Εδώ είναι το word .docx και η γραμματοσειρά συμπιεσμένα σε .zip
 

Attachments

  • EgkomiatisPanagias.zip
    120.4 KB · Views: 371

Γιώργος Μ.

Γιώργος Μπάτζιος
Ευχαριστούμε πολύ fujsiemens.
Το έγγραφο σε πολλούς δεν θα ανοίγει γιατί είναι word 2007. Τα μετέτρεψα κι εγώ σε pdf, μήπως είναι καλύτερα τώρα;
 

Attachments

  • TaEgomiaTisPanagias.pdf
    83.6 KB · Views: 730

ath_vas

Νέο μέλος
Σας ευχαριστώ πολύ όλους σας. Εορτάζει ο Μητροπολιτικός Ναός της Θήβας στις 23 και δεν υπήρχαν στο ναό.
 

Μακρυγιάννης

Κανάλια Μαγνήσιας
1. Η Ιερά Μονή Ξενιάς (Άνω Ξενιά) έχει δικό της χειρόγραφο με εγκώμια τα οποία επισυνάπτονται σε βιβλίο που εκδόθηκε με το ιστορικό της Ιεράς Μονής. (αυτό για να συμμετέχω και γώ στην έρευνα)

2. Παρακαλώ τους αγίους ιεροψάλτες, αν θέλουν, ας μαζέψουν όσο υλικό μπορούν περί των εγκωμίων, αλλά όπου μπορούν να καταβάλουν κάθε δυνατή προσπάθεια για τα σταματήσει αυτή η χωρίς νόημα πλημμυρίδα των "εγκωμίων της Παναγίας". (τα έχουμε πει και παλιότερα) Έχει χαθεί πλέον κάθε έλεγχος και δύσκολα μπορεί να βρει κάποιος ναό για τον εσπερινό της παραμονής όπου δεν θα ειπωθούν τα εγκώμια...:(
 

ΑΝΑΣΤΑΣΙΟΣ27

Νέο μέλος
Ἀκολουθία Ἱερὰ εἰς τὴν Μετάστασιν τῆς Ὑπεραγίας Θεοτόκου

Έχει εκδοθεί επίσης από την Ι.Μ. Κερκύρας, Εκδόσεις Έψιλον (2000), μετά λόγου Πανηγυρικού εις την Κοίμησιν υπό Νικηφόρου Θεοτόκη. Το αυτό και από τις εκδόσεις Σαΐτης (Αθήνα 2014).

Ενδιαφέρον (όχι όμως για λειτουργική χρήση) παρουσιάζει το δοξαστικό των αίνων κατά μίμησιν του δοξαστικού των Αίνων του Όρθρου του Μ. Σαββάτου (Τὴν σήμερον μυστικῶς...) καθώς και το Δοξαστικό της Εξοδίου Ακολουθίας (που ίσως μπορεί να ψαλλεί στη Λιτή, όπως αναφέρθηκε και στο #6) κατά μίμησιν του δοξαστικού των αποστίχων του Εσπερινού της Αποκαθηλώσεως (Σὲ τὸν ἀναβαλλόμενον τὸ φῶς...).
 
Μια παρατήρηση προς όσους επικαλούνται ευλάβεια προς την Παναγία μας για την επιβολή αυτής της καινοτομίας: Ας ξεκινήσουμε σιγά σιγά να ψάλλουμε όλες τις ωδές του κανόνα της Κοιμήσεως και αν δεν μάς αρκούν, τότε ας τα προσθέσουμε,και μόνο σε Ναούς που τιμώνται στην Κοίμηση της Θεοτόκου. :)
 
Μια παρατήρηση προς όσους επικαλούνται ευλάβεια προς την Παναγία μας για την επιβολή αυτής της καινοτομίας: Ας ξεκινήσουμε σιγά σιγά να ψάλλουμε όλες τις ωδές του κανόνα της Κοιμήσεως και αν δεν μάς αρκούν, τότε ας τα προσθέσουμε,και μόνο σε Ναούς που τιμώνται στην Κοίμηση της Θεοτόκου. :)

http://ikoukouzelis.com/archives/7807
 

MTheodorakis

Παλαιό Μέλος
Στὸ χφ. Μ. Λαύρας Γ-11 ιβ’ αἰ. περιέχονται «Μεγαλυνάρια τοῦ Μεγάλου Σαββάτου» (φφ. 109r-119v) καὶ «Μεγαλυνάρια εἰς τὴν Κοίμησιν τῆς Θεοτόκου» (φφ. 182r-186v). Μακαριστάρια εἰς τὴν Κοίμησιν τῆς Θεοτόκου ὑπάρχουν καὶ στὸ χφ. Vat. gr. 1661 ἑρμηνεία στὸ Κατὰ Λουκᾶν τοῦ ἔτους 1116-1117 φ. 86r.

«Στιχηρὸν πρὸς Τῶν ἀγγέλων. Εἰς τὸν ἄμωμον.
Τῶν ἀγγέλων ὁ δῆμος κατεπλάγη ὁρῶν σε τὴν τὸν κτίστην τεκοῦσαν Θεοτόκε Μαρία ἐν Σιὼν τεθαμμένην καὶ δεσποτικαῖς ὕπερθεν παλάμεσιν αἰρομένην ἀπὸ γῆς μετάρσιον»
(χφ. Σινὰ ΜΓ 84 θ’-ι’ αἰ. (Τὰ νέα εὑρήματα, φωτογραφία 97)).

Ἑπτὰ εὐλογητάρια τῆς Κοιμήσεως διασώζει τὸ χφ. Ῥωσικῆς Κρατικῆς Βιβλιοθήκης (RGB) 270 32 μηναῖο Αὐγούστου ιβ’ αἰ. φφ. 222r-223r, ἐνὼ δεκατέσσερα τὸ χφ. Σινὰ 30 ἀνθολόγιο ιδ’ αἰ. φφ. 414v-417v.


Στὴν ἑορτὴ τῆς Κοιμήσεως τῆς Θεοτόκου ἀντὶ πολυελέου ἐψάλλετο ἄμωμος (τυπικὸ Εὐεργέτιδος ιβ’ αἰ. σ. 487, χφφ. Σινὰ 656 ἀνθολόγιο ιβ’ αἰ. φ. 46r, 1096 ΤΑΣ ιβ’ αἰ. φ. 125r, 1097, τυπικὸ Συμεὼν ἀρχιεπισκόπου Σινὰ τοῦ ἔτους 1214 φ. 136v, 1103 Σιναϊτικὸ τυπικὸ ιδ’ αἰ. φ. 106v).

Ἄρα τὸ ποιητικὸ εἶδος τῶν μεγαλυναρίων μᾶλλον ἐγράφη πρῶτον διὰ τὴν ἑορτὴν τῆς κοιμήσεως τῆς Θεοτόκου καὶ ἀναλογικῶς συνετέθησαν ἀργότερα ὅμοια γιὰ τὴν ταφὴν τοῦ Κυρίου.
 
Top