11. Ἀκολουθία Ἁγίου Νήφωνος Πατριάρχου ΚΠόλεως

xrth

Πρωτοπρεσβύτερος Χρυσοβαλάντης Θεοδώρου
Έχει κανείς την Ακολουθία του Αγίου Νήφωνος (του Διονυσιάτου) που αύριο εορτάζει;
 

π. Μάξιμος

Γενικός Συντονιστής

ΑΥΓΟΥΣΤΟΥ 11
ΑΚΟΛΟΥΘΙΑ
ΝΗΦΩΝΟΣ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝ/ΠΟΛΕΩΣ
(Ποίημα Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ.

Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν εἰς τὰ Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Ὅτε, ἐκ νεότητος Χριστῷ, ἔρωτι τρωθεῖς τῷ ἁγίῳ, κατηκολούθησας, τότε ὥσπερ ἔλαφος, διψῶσα ἔδραμες, ἐν τῷ ὄρει τοῦ Ἄθωνος, καὶ Μονῇ τῇ θείᾳ, τοῦ Προδρόμου ᾤκησας, Νήφων μακάριε· ὅθεν, δι’ ἀγώνων ἐνθέων, σκεῦος ἀρετῶν οὐρανίων, ὤφθης καὶ τῆς χάριτος θησαύρισμα.

Ὅτε, ἐπινεύσει θεϊκῇ, θεῖος Ἱεράρχης ἐδείχθης, τῆς Ἐκκλησίας Χριστοῦ, τότε ποιμὴν γέγονας, Θεσσαλονίκης σοφός, καὶ περίδοξος πρόεδρος, τῆς βασιλευούσης, πόλεως προβέβλησαι, ὡς ἐνθεώτατος· λόγῳ γὰρ καὶ ἔργῳ ἐκλάμπεις, Νήφων ὑπεμφαίνων τοῖς πᾶσι, τῆς ἐν σοὶ τοῦ Πνεύματος λαμπρότητα.

Ὅτε, ὥσπερ ἥλιος λαμπρός, νεύματι Θεοῦ ἐν Δακίᾳ, Πάτερ ἐξέλαμψας, τότε ἐξεπαίδευσας, λόγῳ τῆς χάριτος, ἀρχομένους καὶ ἄρχοντας, βιοῦν θεαρέστως, καὶ πάσης ἀπέχεσθαι, ἀνόμου πράξεως· ὅθεν, πειρασμοὺς ὑπομείνας, καὶ πολλοὺς Κυρίῳ προσάξας, Νήφων ἐπαξίως τεθαυμάστωσαι.

Ἔχει, ὥσπερ πλοῦτον ἀληθῆ, ἡ Διονυσίου τοῦ θείου, Μονὴ περίβλεπτος, Νήφων ἱερώτατε, Ἀρχιεράρχα Χριστοῦ, τὴν σορὸν τῶν λειψάνων σου, καὶ ἐν σοὶ καυχᾶται, πόθῳ ἑορτάζουσα, τὴν θείαν μνήμην σου, ἥνπερ οὐρανόθεν εὐλόγει, καὶ πταισμάτων ἄφεσιν αἴτει, τοῖς εἰλικρινῶς σὲ μακαρίζουσι.

Δόξα. Ἦχος δ΄.
Ὑπελθῶν τὴν ἐν ἀσκήσει ζωήν, σκεῦος χωρητικὸν ἐγένου, τῆς ἐνεργείας τοῦ Ἁγίου Πνεύματος, Νήφων Πατὴρ ἡμῶν Ὅσιε· καὶ ἀρχιερωσύνης χρισθεὶς τῷ μύρῳ, Εὐαγγελικῶς ἐποίμανας τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, Ἀποστολικὸν ἐπιδειξάμενος ζῆλον· καὶ τρόποις ταπεινώσεως πολλοὺς παιδεύσας πρὸς σωτηρίαν, τῆς αἰωνίου ζωῆς ἠξίωσαι, ὡς τῶν πάλαι ἁγίων μιμητής· μεθ’ ὧν ἱκέτευε δεόμεθα, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Τῆς ἑορτῆς.
Πρὸ τοῦ Σταυροῦ Σου Κύριε...

Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθά.
Νήψει καὶ προσευχῇ, κοσμήσας σου τὸν βίον, Νήφων θεόφρον Πάτερ, Ἀρχιεράρχης μέγας, τῆς Ἐκκλησίας γέγονας.

Στ.: Τίμιος ἐναντίον Κυρίου...
Στῦλος ὤφθης πυρός, ἀσκήσει θεαρέστῳ, ἐν Ἄθῳ Πάτερ Νήφων, καὶ φῶς πᾶσιν ἐκλάμπεις, δογμάτων τῶν τῆς πίστεως.

Στ.: Οἱ ἱερεῖς σου Κύριε...
Χαίρει τοῦ Βαπτιστοῦ, τὸ εὐαγὲς σεμνεῖον, τὰ θεῖα λείψανά σου, κατέχον Πάτερ Νήφων, ὡς θησαυρὸν οὐράνιον.

Δόξα. Τριαδικόν.
Βίῳ ἀγγελικῷ, ὁ Ἰεράρχης Νήφων, Τριὰς Ὑπεραγία, μυσταγωγεῖ ἐνθέως, τὴν θείαν σου χρηστότητα.

Καὶ νῦν. Θεοτοκίον.
Χάριν σου τὴν πολλήν, ἐν Ἄθῳ μεγαλύνει, ὁ Νήφων Θεοτόκε, καὶ πάντας ἐπαλείφει, πρὸς ἀρετῆς τελείωσιν.

Νῦν ἀπολύεις, τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Ἔργοις ἐλλαμψας, τῆς εὐσεβείας, πᾶσαν ηὔγασας, τὴν Ἐκκλησίαν, τοῖς ταπεινώσεως τρόποις ὑψούμενος, ἀσκητικῶς δοξασθεὶς γὰρ ἐν Ἄθωνι, Πατριαρχῶν καλλονὴ ἐχρημάτισας, Νήφων ἔνδοξε, θείων χαρίτων ἔμπλησον, τοὺς πίστει καὶ πόθῳ σὲ μεγαλύνοντας.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Μετεμορφώθης ἐν τῷ ὄρει...


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσιν.

Ὡς τοῦ Πνεύματος σκήνωμα, καὶ φωτὸς ένδιαίτημα, ἐπιπνοῖᾳ κρείττονι ἀναδέδειξαι, ἀρχιερεὺς ἐνθεώτατος, καὶ πρόεδρος πάνσοφος, Ἐκκλησίας τοῦ Χριστοῦ, τῇ τοῦ βίου λαμπρότητι, ἄγων ἅπαντας, πρὸς ὁδὸν σωτηρίας Πάτερ Νήφων, διὰ τοῦτό σου τὴν μνήμην, τὴν φωταυγῆ ἑορτάζομεν.

Ἐν ἀσκήσει τὸ πρότερον, σεαυτὸν καθῃράμενος, τοῦ Ἁγίου Πνεύματος τὴν ἐνέργειαν, ἐν τῇ ψυχῇ σου εἰσδέδεξαι, Νήφων ἱερώτατε, καὶ πολλοὺς πρὸς ἀρετήν, καθωδήγησας ὕστερον, ὡς θεόσοφος, Ἱεράρχης καὶ θεῖος οἰκονόμος, τοῦ Χριστοῦ τῶν μυστηρίων, καὶ ὑποφήτης τῆς χάριτος.

Ἐν τω ὄρει τοῦ Ἄθωνος, ἐλλαμφθεὶς τὴν διάνοιαν, ὡς Μωσῆς τὸ πρότερον εἰς τὸ Σίναιον, τὴν Ἐκκλησίαν κατηύγασας, τῷ φέγγει τοῦ βίου σου, καὶ τῶν λόγων ἀστραπαῖς, Νήφων Πάτερ θεόληπτε· διὰ τοῦτό σε, ἀπλανῆ ὡς φωστῆρα ἀνυμνοῦμεν, καὶ δογμάτων εὐσεβείας, μυσταγωγόν καὶ διδάσκαλον.

Στῦλος θεῖος αἰρόμενος, ἀπὸ γῆς πρὸς οὐράνια, φωτισμοῦ ἀνάπλεως ὤφθης Ὅσιε, Θεσσαλονίκην μὲν πρότερον, στηρίξας τῷ λόγῳ σου, εἶτα δὲ περιφανῶς, βασιλίδα τῶν πόλεων, σοῖς διδάγμασιν, ὡς σοφὸς ποιμενάρχης ἀμφοτέρων, καὶ ἁπάσης Ἐκκλησίας, θεῖος φωστὴρ καὶ ἑδραίωμα.

Ἐν Δακίᾳ ἐπέφανας, ὥσπερ ἄλλος Ἀπόστολος, καὶ κερχεσωμένας καρδίας πάνσοφε, ταῖς διδαχαῖς σου ἐνέωσας, καὶ πάντας ἐῤῥύθμισας, ἐν τῷ φόβῳ τοῦ Θεοῦ, εὐσεβῶς πολιτεύεσθαι, σεμνοῖς ἤθεσι, καὶ κινδύνους καὶ θλίψεις ὑπομείνας, Πάτερ Νήφων Ἱεράρχα, τῆς ἄνω δόξης ἠξίωσαι.

Τῶν Ὁσίων τὸ καύχημα, ἱερέων τὸ στήριγμα, τῶν ποιμένων μέγιστον ἐγκαλλώπισμα, τῶν ἀρετῶν τὸ ὑπόδειγμα, βυθὸν ταπεινώσεως, ἀπαθείας θησαυρόν, τὸν θεόληπτον Νήφωνα, μακαρίσωμεν, τῆς Μονῆς τοῦ Προδρόμου θεῖον γέρας, καὶ τοῦ Ἄθω ἑωσφόρον, καὶ ἱερώτατον σέμνωμα.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἐπέφανεν ἡμῖν, ἡ τοῦ Ἱεράρχου Νήφωνος μνήμη, τὴν Ἐκκλησίαν λαμπρύνουσα· ὡς γὰρ διάκονος φωτός, πρὸς ἀρετῶν τὸ φῶς κατευθύνει, τοὺς βοῶντας αὐτῷ· Χαίροις, ὁ δι’ ἀσκητικῶν καμάτων, καθαγνίσας τὸν νοῦν, καὶ τοῦ θείου Πνεύματος ὄργανον, σαὐτὸν ἐργασάμενος· χαίροις, ὁ ἱεραρχίας στολὴν ἐνδυσάμενος, καὶ εὐαγγελικῶς ποιμάνας τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ· χαίροις ἱεραρχῶν καλλονή, Ἁγιωνύμου Ὄρους δόξα, καὶ τῆς τοῦ Βαπτιστοῦ Μονῆς ὡράϊσμα. Πρέσβευε Κυρίῳ, Ὅσιε Πάτερ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς.
Προτυπῶν τὴν Ἀνάστασιν τὴν σήν...

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (ι´ 7, γ´ 13-16, ἐκλογή).​
Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 14, Παροιμ. ι´ 31).
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν· δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν· καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας· δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ· Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει· καὶ ὁ ἀγρυπνήσας δι᾿ αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει· δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις· Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων· σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων· καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας· Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου· ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστιν παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Εἰς τὴν Λιτήν.
Ἦχος α΄.​
Ἀγάλλου ἐν Κυρίῳ ὁ περιώνυμος Ἄθως, Νήφωνα τὸν θεῖον Ἱεράρχην, ὡς δένδρον κατάκαρπον, κόσμῳ προβαλλόμενος· τοῖς γὰρ καρποῖς τοῦ Πνεύματος, τὴν Ἐκκλησίαν ἐκτρέφει, ὡς τῶν πάλαι Ἱεραρχῶν ἐφάμιλλος· καὶ σὺ ἐξαιρέτως σκίρτα, ἡ τοῦ Βαπτιστοῦ Ἰωάννου Μονή, ὅτι ἐν σοὶ ἐσκήνωσε, καὶ τῇ θείᾳ ψήφῳ, πρὸς ποιμαντικοῦς ἀγώνας ἀπεδύσατο· καὶ τὴν σορὸν τῶν θείων αὐτοῦ λειψάνων, ὡς κιβωτὸν ἁγιασμοῦ κυκλοῦσα, τῷ Σωτήρι βόησον· Φιλάνθρωπε Κύριε, ταῖς τοῦ Ἰεράρχου σου πρεσβείαις, δίδου ἡμῖν τὰ ἐλέη σου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἦχος β΄.​
Ἀνατεθεὶς τῷ Θεῶ ἀπὸ νεότητος, τὰ ἐν κόσμῳ ὑπερεῖδες τερπνά, καὶ τὰς τρίβους σου Πάτερ, τῶ θείῳ νόμῳ κατεύθυνας, ἀσκητικὴν ἑλόμενος ζωήν· καὶ φωτισθεῖς τῷ Πνεύματι τῷ Ἀγίῳ, ἁγιοπρεπὲς ἐνδιαίτημα, σοφίας θείας ὤφθης, καὶ ἀρετῶν ὑποφήτης· καὶ τῷ μύρῳ τῆς θείας χάριτος, νοντῶς σημειωθείς, Ἱεράρχης ὅσιος καὶ ἀκακος, ἐκ τοῦ Σωτῆρος μιμητής, ἀληθῶς ἀνεδείχθης· καὶ τὴν δοθεῖσαν ἐξουσίαν, καλῶς διαγαγῶν, τῶν ἀπ’ αἰῶνος Ἁγίων, ἱσότιμος γέγονας· μεθ’ ὧν ὑπὲρ ἡμῶν ἱκέτευε, τὸν Κύριον τῆς δόξης Νήφων ἱερώτατε.

Ἦχος γ΄.​
Ἀποστολικοῖς ἐμπρέπων προτερήμασι, Εὐαγγελικὴν ἐπεδείξω ζωήν, Ἱεράρχα Νήφων θεσπέσιε· καὶ τῷ λόγῳ τῆς χάριτος, τὸν περιούσιον λαὸν κυβερνῶν, Πατριαρχῶν ὤφθης κανών, Ὀρθοδόξων δογμάτων κήρυξ, θλιβομένων παραμυθία, καὶ Ἐκκλησίας στῦλος ἀπερίτρεπτος· τῶν Ἁγίων γὰρ τοῖς ἴχνεσιν ἑπόμενος, πόνοις πλείστοις προσωμίλησας· καὶ κινδύνων τὸ τραχὺ ὑπερορῶν, πάντας ἐπαίδευσας, τῆς εὐσεβείας στεῤῥῶς ἀντέχεσθαι, οἰκείῳ ὑποδείγματι. Καὶ νῦν, Χριστῷ παριστάμενος, πρέσβευε ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.

Ἦχος δ΄.​
Τὴν ἱεραρχικὴν ἠμφιεσμένος στολήν, πλήρης θείου Πνεύματος, ὡς ἄλλος Ἀπόστολος, ἐν τῇ Δακίᾳ παρεγένου, ἱεράρχα Νήφων ἔνδοξε· καὶ εὐαγγελικοῖς διδάγμασι, πρὸς ὁδοὺς σωτηρίας ὡδηγήσας, τοὺς ἐν ἀνωδίαις τῶν παθῶν πλανωμένους, ὡς οἰκονόμος ψυχῶν πρακτικώτατος, καὶ ἐναρέτου βίου, γεωργὸς θεοειδὴς καὶ πλείστους σεσωσμένους Χριστῷ προσαγαγών, ἐπαξίως ἐκομίσω, τὸν μισθὸν τῶν καμάτων σου. Ἀλλ’ ὡς ἔχων παῤῥησίαν, Πάτερ συμπαθέστατε, πρέσβευε ὑπὲρ τῶν τεκνίων σου.

Δόξα. Ὁ αὐτός.
Τὸν ἐν Ὁσίοις Ἱεράρχην, καὶ ἐν Πατριάρχαις θεοειδὴ Ὁσιον, Νήφωνα τὸν μέγαν ἱερέα, ὕμνοις καὶ ωδαῖς εὐφημήσωμεν· ἐξ ἀσκητικῆς γὰρ πολιτείας, τῷ μεγίστῳ θρόνῳ τῆς βασιλίδος τῶν πόλεων, οὐρανίῳ ψήφῳ ἀνῆλθεν, ὡς ὑψίνους τῷ Πνεύματι, καὶ ταπεινὸς τῷ φρονήματι· καὶ εὐσεβείας τῷ φωτί, παγκοσμίως ἐκλάμψας, πάντας παιδεύει πρὸς ἀρετῆς τελειότητα, καὶ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς.
Πρὸ τοῦ Σταυροῦ Σου Κύριε...

Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.​
Χαίροις ὁ Ἱεράρχης Χριστοῦ, Πατριαρχῶν περιφανὲς σεμνολόγημα, Ὁσίων ἡ εὐκοσμία, τῶν ἀρετῶν ὁ κανών, ταπεινοφροσύνης ἐνδιαίτημα· ὁ νοῦς ὁ οὐράνιος, ὁ πραΰς ἐν τοῖς τρόποις σου, ὁ διὰ πάσης ἐγκρατείας, καὶ νήψεως, τὴν τοῦ Πνεύματος, κληρωσάμενος ἔλλαμψιν· λύχνος ἀειλαμπέστατος, πυρσὸς ὁ ἀκοίμητος, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, Νήφων Πατέρων ἀγλάϊσμα. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Οἱ ἱερεῖς σου Κύριε...
Χαίροις, τῆς ἐναρέτου ζωῆς, στηλογραφία καὶ λαμπρὰ ὑποτύπωσις· ἀσκήσει γὰρ ἐν τῶ Ἄθῳ, καὶ ἐγκρατείᾳ πολλῇ. Τῆς ψυχῆς λαμπρύνας τὴν κατάστασιν, ποιμὴν ἐνθεώτατος, Ἐκκλησίας προβέβλησαι, Θεσσαλονίκης μέν, ποιμάνας τὸ πρότερον, θείῳ Πνεύματι, εὐσεβείας τοῖς δόγμασιν· εἶτα ὡς μέγας ἥλιος, τῷ θρόνῳ ἀνέλαμψας, τῶ παμεγίστῳ θεόφρον, τῆς βασιλίδος τῶν πόλεων, Χριστὸν ἱκετεύων, Πάτερ Νήφων ὑπὲρ πάντων, τῶν εὐφημούντων σε.

Στ.: Τίμιος ἐναντίον Κυρίου...
Χαίροις, ὁ τῷ Σωτῆρι Χριστῷ, ἱερατεύσας ἐπὶ γῆς ὥσπερ Ἄγγελος, ἐντεύθεν ῥήμασι θείοις, καὶ διδαχαῖς ἱεραῖς, τῆς Δακίας Πάτερ τὰ πληρώματα, ἐνθέως κατηύγασας, καὶ σοφῶς ἐξεπαίδευσας, φόβῳ τῷ θείῳ, εὐσεβῶς πολιτεύεσθαι, Νήφων Ὅσιε, ὡς τοῦ Πνεύματος ὄργανον. Ὅθεν τὴν τῶν λειψάνων σου, σορὸν τὴν ὑπέρτιμον, περικυκλοῦντες τελοῦμεν, τὴν ἱεράν σου πανήγυριν, Χριστὸν ἀνυμνοῦντες, διὰ σοῦ ἡμῖν διδόντα, πταισμάτων ἄφεσιν.

Δόξα. Ἦχος πλ. δ΄.
Τῆς ἐν Πνεύματι ζωῆς, μυσταγωγὸς ὑπάρχων, ἱερωσύνης τὸ ἔνδυμα, λαμπρότερον ἔδειξας δι’ ἀρετῆς, Νήφων ἱερώτατε· τῇ γὰρ πράξει κοσμούμενος, θεωριῶν πρὸς ὕψος ἤρθης, τὰ θεῖα μυσταγωγούμενος, ὡς Ἱεράρχης θεόληπτος, καὶ τῷ λόγῳ τῆς χάριτος, καλῶς ἱερατεύσας τὴν τοῦ βίου λαμπρότητα, ὡς θυσῖαν εὐπρόσδεκτον, τῷ Χριστῷ προσήγαγες. Καὶ νῦν, τοῖς ἄνω λειτουργοῖς, συνηδόμενος Πάτερ, καὶ θέσει θεούμενος, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς.
Τὸν γνόφον τὸν νομικόν...

Νῦν ἀπολύεις, τὸ Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Ἔργοις ἐλλαμψας, τῆς εὐσεβείας, πᾶσαν ηὔγασας, τὴν Ἐκκλησίαν, τοῖς ταπεινώσεως τρόποις ὑψούμενος, ἀσκητικῶς δοξασθεὶς γὰρ ἐν Ἄθωνι, Πατριαρχῶν καλλονὴ ἐχρημάτισας, Νήφων ἔνδοξε, θείων χαρίτων ἔμπλησον, τοὺς πίστει καὶ πόθῳ σὲ μεγαλύνοντας.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Μετεμορφώθης ἐν τῷ ὄρει...


 

π. Μάξιμος

Γενικός Συντονιστής

ΟΡΘΡΟΣ.

Μετὰ τὴν α΄ στιχολογίαν, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.​
Νεόφωτος ἀστήρ, τῇ Χριστοῦ Ἐκκλησίᾳ, ἐδείχθης ἀληθῶς, Πάτερ Νήφων παμμάκαρ, καὶ πάντας κατεπύρσευσας, τῇ τοῦ βίου λαμπρότητι. Ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, ἑορτάζοντες, ὑπὲρ ἡμῶν σὲ πρεσβεύειν, αἰτοῦμεν πρὸς Κύριον.
Δόξα.​
Ἀσκήσας ἱερῶς, ἐν τῷ ὄρει τοῦ Ἄθῳ, καὶ θείας ἐν αὐτῷ, μετασχὼν φωταυγείας, ἀξίως προκεχείρισαι, Ἱεράρχης θεόληπτος, καὶ ἐποίμανας, τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, Νήφων Ὅσιε, ἐν εὐσεβείᾳ ἁπάσῃ, καὶ θείοις διδάγμασι.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἐν ὄρει ἀνελθών, τῷ Θαβὼρ Ζωοδότα, ἐκλάμπεις ἐν αὐτῷ, ἐν φωτὶ ἀπροσίτῳ· διὸ καὶ οἱ ὁρῶντές σε, Μαθηταὶ ἐξεπλάγησαν, τῇ λαμπρότητι, τοῦ σοῦ προσώπου Οἰκτίρμον, καὶ θαμβούμενοι, τὴν σὴν Θεότητα ὕμνουν, δι’ ὧν ἡμᾶς οἴκτειρον.

Μετὰ τὴν β΄ στιχολογίαν, Κάθισμα.
Ἦχος γ΄. Θείας πίστεως.
Βίῳ κρείττονι, λελαμπρυσμένος, θείῳ χρίσματι, Πάτερ ἐχρίσθης, καὶ σοφὸς Ἀρχιερεὺς ἐχρημάτισας· καὶ ἱερεύσας Χριστῷ ὥσπερ Ἄγγελος, Εὐαγγελίου τὸν λόγον ἐτράνωσας· Νήφων Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὴν χάριν τοῦ Πνεύματος, εἰσδεδεγμένος σοφέ, δογμάτων τῆς πίστεως, καὶ θεϊκῶν ἐντολῶν, ἐδείχθης διδάσκαλος· ὅθεν ἐν τῇ Δακίᾳ, ὠς ἀστὴρ διαλάμψας, θλίψεσι τὸν σὸν βίον, ἐπεσφράγισας Νήφων, διὸ σὲ ὁ Δεσπότης Χριστός, ἀξίως ἐδόξασε.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἐν ὄρει ἐξήστραψας, τῷ Θαβωρίῳ Χριστέ, καὶ εἶδον τὴν δόξαν σου, ὡς δυνατὸν ἦν ἰδεῖν, οἱ τρεῖς σου Ἀπόστολοι· ἄνωθεν ὡς Υἱόν σε, ὁ Πστὴρ ἐμαρτύρει, Πνεῦμά σου δὲ τὸ θεῖον, ὡς νεφέλη ἐπέστη· διὸ τὰς δυναστείας σου δοξάζομεν Κύριε.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν σοφίαν.
Φερωνύμως ἐν νήψει καὶ προσευχῇ, καὶ συντόνῳ ἀσκήσει προσκατερῶν, καὶ τῆς ταπεινώσεως, διαπρέπων ταῖς χάρισι, πρὸς ὕψος ἀπαθείας, ὑψώθης μακάριε, καὶ φωτισμοῦ ἀΰλου, ἀνάπλεως πέφηνας· ὅθεν καὶ ποιμένα, τῶν οἰκείων προβάτων, Χριστὸς σὲ ἀνέδειξεν, ὡς αὐτοῦ φίλον γνήσιον, Νήφων Πάτερ θεόσοφε. Πρέσβευε αὐτῷ ἐκτενῶς, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Τῆς σῆς δόξης Οἰκτίρμον τὴν ἀστραπήν, καὶ θεότητος αἴγλην τὴν παμφαῆ, ἐν ὄρει ὑπέδειξας, ἀμυδρῶς ὡς ηὐδόκησας, τῷ Θαβωρίῳ Σῶτερ, τρισὶν Ἀποστόλοις σου, οἵ ἔκθαμβοι ἑώρων, τὸ φῶς σου τὸ ἄῤῥητον. Ὅθεν δίδου Λόγε, καὶ ἡμῖν τοῖς σοῖς δούλοις, ἀκτῖνα οὐράνιον, τῶν παθῶν ἡμῶν Κύριε, τὴν ἀχλὺν διαλύουσαν, καὶ δόξης τῆς μελλούσης ἡμᾶς, κληρονόμους ἔργασαι φιλάνθρωπε, τοὺς πιστῶς σὲ ὑμνοῦντας, τὴν φρικτὴν Μεταμόρφωσιν.

Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον:
Τίμιος ἐναντίον Κυρίου...
Στ.: Οἱ ἱερεῖς σου Κύριε...

Εὐαγγέλιον Ἱεράρχου.
Ὁ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἰεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Στίχ. Ἐλέησόν με ὁ Θεός... Ἦχος πλ. β΄. Ἰδιόμελον.
Ὁ τῇ θείᾳ ἐπίπνοιᾳ, Ἱεραρχίας τὴν στολὴν ἐνδυσάμενος, καὶ τὴν Χριστοῦ Ἐκκλησίαν, θεοφιλῶς ποιμάνας, Νήφων Πάτερ Ὅσιε, τὴν παροῦσαν ποίμνην ἄνωθεν κατεύθυνον, πρὸς νομὰς σωτηρίας, ὡς ποιμὴν ἡμῶν καὶ διδάσκαλος· καὶ τῷ Ἀρχιποίμενι πρέσβευε, διδόναι ἡμῖν πταισμάτων λύσιν, καὶ μετὰ τέλος τυχεῖν, τῆς αἰωνίου μακαρίοτητος.

Εἶτα οἱ κανόνες· ὁ α΄ τῆς ἑορτῆς ,μετὰ τῶν εἱρμῶν εἰς στ΄, καὶ τοῦ Ἁγίου οἱ δύο εἰς η΄.
Κανὼν πρῶτος τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Νήφωνα μέλπω τὸν Ἱεράρχην. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ναμάτων τοῦ Πνεύματος, τοῦ Παναγίου πληρούμενος, σταγόνα μοι ὄμβρισον, ταῖς ἱκεσίαις σου, θείας χάριτος, Ἀρχιεράρχα Νήφων, ὅπως ἀνυμνήσω σου, τὰ κατορθώματα.
Ἥλίου λαμπρότερον, τῇ Ἐκκλησίᾳ ἐξέλαμψας, ὑστέροις ἐν ἔτεσι, Νήφων μακάριε, καὶ κατηύγασας, ἀκτῖσι τοῦ σοῦ βίου, πιστῶν τὴν διάνοιαν ὡς ἐνθεώτατος.
Φανεὶς ἐκ νεότητος, ὅλος θεόληπτος Ὅσιε, Χριστοῦ τοῖς προστάγμασι, κατηκολούθησας, καὶ τοῖς ῥήμασι, τοῦ Ἰωσὴφ τοῦ θείου, σαφῶς στοιχειούμενος, ἔστης τοῦ πόθου σου.
Θεοτοκίον.
Ὡς θρόνος πυρίμορφος, τὸν Βασιλέα τῆς κτίσεως, βαστάζεις ὡς νήπιον, ἐν ταῖς ἀγκάλαις σου, ἐκ σοῦ Δέσποινα, ἀφράστως σαρκωθέντα, αὐτὸν οὖν ἱκέτευε, σώζεσθαι ἅπαντας.
Κανὼν δεύτερος οὗ ἡ ἀκροστιχίς: Χαίροις, ὦ Νήφων Ἀρχιεράρχα. Γερασίμου.
Ωδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χριστοῦ ἐλλαμπόμενος τῷ φωτί, τοῖς πᾶσιν ἐξαίτει, Πάτερ Νήφων τὸν φωτισμόν, τοῖς πίστει τελοῦσιν Ἱεράρχα, τὴν φωτοφόρον καὶ πάνσεπτον μνήμην σου.
Ἁγίων τῶν πάλαι ὡς μιμητής, ἁγίως διῆλθες, τὴν ζωήν σου ἀπὸ παιδός, πάσῃ ἀρετῇ Νήφων θεοφόρε, καὶ ἐν Ἁγίοις ὁ κλῆρός σου γέγονεν.
Ἰσχὺν δεδεγμένος ἀπὸ Θεοῦ, ἐνέκρωσας Πάτερ τῆς σαρκός σου τὰς ἡδονάς, καὶ τὴν ζωηφόρον ἐνεδύσω, τοῦ Παρακλήτου ἐνέργειαν Ὅσιε.
Θεοτοκίον.
Ῥάβδος ἁγιόβλαστος ἀληθῶς, ἀληθῶς ἐδείχθης ὡς ἔφη, Ησαΐας ὁ ἱερός, βλαστήσασα Κόρη ὥσπερ ἄνθος, ἀνερμηνεύτως Χριστὸν τὸν Θεὸν ἡμῶν.

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.​
Νοός σου θεόφρον τὰς κινήσεις, ἰθύνων Θεῷ ὀλοσχερῶς, τῷ Ἀντωνίῳ Ὅσιε. τῷ θείῳ προσπελάσας, καὶ παρ’ αὐτοῦ μεμύησαι, τὰς τῆς ἀσκήσεως σκάμματα.
Ἀγάπῃ τῇ θείᾳ τετρωμμένος, δογμάτων ὀρθῶν ὑφηγητής, ἐδείχθης Νήφων ἔνδοξε, καὶ θεοπνεύστοις λόγοις σου, τοῖς ἅπασιν ὑπέδειξας, Ὀρθοδοξίας τὴν ἔλλαμψιν.
Μετάρσιος Πάτερ τῇ καρδίᾳ, προσῆλθες ἐν ὄρει νουνεχῶς, τοῦ Ἄθω καὶ ἐσκήνωσας, Μονῇ τῇ θείᾳ Ὅσιε, Προδρόμου τοῦ παμμάκαρος, Νήφων Θεῷ ἀναγόμενος.
Θεοτοκίον.​
Ἐτέχθη ἁγνῶν σου ἐξ αἱμάτων, ὁ Λόγος Θεοῦ ὁ παντουργός, ἀτρέπτως ὑπέρ ἔννοιαν, τῆς ἀλογίας ἅπαντας, λυτρούμενος Πανάχραντε, τοὺς ἀνυμνοῦντας τὸν τόκον σου.

Κανών δεύτερος. Οὐρανίας ἀψίδος.
Οὐρανίου ἀγάπης ἐμφορηθεὶς Ὅσιε, σὺν τῷ ἱερῷ Ζαχαρίᾳ, πόλεις διέτρεχες, στηρίζων ἅπαντας, Ὀρθοδοξίας τῇ πέτρᾳ, ὡς σοφὸς διδάσκαλος, Νήφων θεσπέσιε.
Ἱερεὺς θεοφόρος καὶ ἀσκητὴς Ὅσιος, ἐν Διονυσίου τῇ μάνδρᾳ, τοῦ θείου πέφηνας, πόνοις ἀσκήσεως, καὶ ταπεινώσει τελείᾳ, Νήφων γυμναζόμενος, πρὸς τελεώτερα.
Συντονίᾳ τῶν πόνων, καὶ τοῖς λοιποῖς σκάμμασι, τῆς ἀσκητικῆς πολιτείας, σκεῦος πολύτιμον, φωτὸς τῆς χάριτος, Νήφων Ὅσιε ἀνεδείχθης, καὶ πρὸς βίον κρείττονα, πάντας ἐπαίδευσας.
Θεοτοκίον.
Ὡς τεκοῦσα ἐν εἴδει, τῷ τῆς σαρκὸς Ἄχραντε, πλούτῳ εὐσπλαγχνίᾳ τὸν πάντων, Θεὸν καὶ Κύριον, τῆς δεσποτείας με, ῥῦσαι παθῶν ἀκαθάρτων, καὶ σαρκός μου νέκρωσον, Κόρη τὸ φρόνημα.

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἐγκρατείας τοῖς πόνοις καλλωπιζόμενος, ἀρχιερεὺς θεοφόρος καὶ λειτουργὸς ἱερός, Ἐκκλησίας τοῦ Χριστοῦ ὤφθης ἐν Πνεύματι, καὶ πρὸς ἀγάπην θεϊκῆν, καὶ τὸν φόβον τοῦ Θεοῦ, παιδεύεις Νήφων παμμάκαρ, ταῖς πρακτικαῖς ὑποθήκαις, καὶ τῷ τοῦ βίου ὑποδείγματι.
Δόξα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τῷ Ἁγίῳ Πνεύματι, λελαμπρυσμένος, Κωνσταντινουπόλεως, ὤφθης ποιμὴν θεοειδής, Νήφων Πατὴρ ἡμῶν Ὅσιε, καὶ ἐν Ἁγίοις, ὁ κλῆρός σου γέγονε.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Τῷ φωτὶ Φιλάνθρωπε, τῷ τῆς μορφῆς σου, ἐν Θαβὼρ ὡς ἤστραψας, πᾶσιν ὑπέδειξας τρανῶς, ὅτι Θεὸς εἶ ὑπέρθεος, σὺν τῷ Πατρὶ καὶ τῶ Πνεύματι Κύριε.

ᾨδὴ δ΄. Την ἀνεξιχνίαστον.
Λάμπων ἀπαθείας Πάτερ φωτί, ὤφθης μοναστῶν ὑποτύπωσις, ἐν ὄρει Ἄθω, τῇ ἁγίᾳ σου ζωῇ, Πατέρων καύχημα, θείᾳ ταπεινώσει κοσμούμενος.
Πόθῳ τετρωμένος τῷ θεϊκῷ, Πάτερ τὰ τοῦ ὄρους σκηνώματα, πίστει διῆλθες, ὥσπερ μέλισσα σοφή, συλλέγων ἐν καρδίᾳ σου, μέλι ἀρετῆς τὸ ἡδύτατον.
Ὥφθης ως ὑπέρλαμπρος Πάτερ φωστήρ, τῇ ἀγγελικῇ πολιτείᾳ σου· ὤφθης ὡράθης Πετρωνίῳ τῷ σεπτῷ, Νήφων ὅλος πυρίμορφος, τῇ ἐπισκιάσει τοῦ Πνεύματος.
Θεοτοκίον.
Τὸν ἐκ τοῦ μὴ ὄντος πάντα τὸ πρίν, Λόγον τοῦ Θεοῦ ὑποστήσαντα, ἀφράστως τίκτεις ἐν μορφῇτῇ καθ’ ἡμᾶς, Παρθενομῆτορ Ἄχραντε· ὤ τῶν ὑπὲρ νοῦν μεγαλείων σου!

Ἕτερος. Εἰσακήκοα Κύριε.
Νόμοις Πάτερ τῆς πίστεως, Θεσσαλονικέων καλῶς διέθρεψας, Ἐκκλησίας ἧν προέστηκας, θείᾳ ἐπινεύσει Πάτερ Ἅγιε.
Ἡ τοῦ Πνεύματος ἔλλαμψις, Κωνσταντινουπόλεως θεῖον πρόεδρον, καὶ φωστῆρά σε παγκόσμιον, Νήφων Ἱεράρχα ὄντως ἔδειξε.
Φωτισμῷ θείων λόγων σου, Ἐκκλησία ἔχαιρε Νήφων ἔνδοξε· νυμφοστόλος γὰρ καὶ στήριγμα, ταύτης ἀνεδείχθης ὡς θεόσοφος.
Θεοτοκίον.​
Ὡς Θεὸν σωματώσασα, τῶν σωματικῶν παθῶν με ἀπάλλαξον, καὶ τὸν νοῦν μου φωταγώγησον, μετανοίας Δέσποινα τῇ χάριτι.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ὁσίως ἐποίμανας, λαὸν τὸν περιούσιον, οἷα Ἱεράρχης θεοφόρος, Νήφων παμμάκαρ, Πατριαρχῶν καλλονή, καὶ αἱρετιζόντων τὴν ὀφρύν, λόγοις ἐταπείνωσας, θεοσόφοις σου Ὅσις.
Νοήσας μακάριε, ἐχθροῦ τὰ πανουργεύματα, ἤνεγκας πολλῇ ἐν ταπεινώσει, τὴν ἐκ τοῦ θρόνου σου ἀπομάκρυνσιν, καὶ ἐν ὅλῃ ηὔχου τῇ ψυχῇ, ὑπὲρ τῶν θιβόντων σε, ὡς Χριστοῦ τύπος ἄριστος.
Ἱερεύσας Ἅγιε, Θεῷ τῷ Παντοκράτορι, ἄγγελος καθάπερ Ἱεράρχα, καὶ ἐν Δακίᾳ παραγενόμενος, Νήφων ὡς Ἀπόστολος Χριστοῦ, πάντας κατεφώτισας, θεοπνεύστοις διδάγμασι.
Θεοτοκίον.​
Ἐκ σου ἀνατέταλκε, σαρκὸς ἐν ὁμοιώματι, λύων τὴν ἀχλὺν τῆς ἁμαρτίας, δικαιοσύνης ὁ μέγας ἥλιος, Κόρη ὁ τῶν ὅλων Βασιλεύς· ὅθεν ὡς αἰτίαν σε, σωτηρίας δοξάζομεν.

Ἕτερος. Ἵνα τί με ἀπώσω.
Νεκρωθεὶς τοῖς ἐν κόσμῳ, Νήφων ἱερώτατε τῇ πολιτείᾳ σου, τῆς ζωῆς τῆς θείας, τοὺς καρποὺς δαψιλῶς ἐγεώργησας, ἐξ ὧν διατρέφεις, ὡς Ἱεράρχης θεοφόρος, εὐσεβῶν τὰ πληρώματα, Ὅσιε.
Ἀρετῶν οὐρανίων, θεῖος γεωργὸς καὶ μύστης γενόμενος, τὰς ἐν τῇ Δακίᾳ, χερσωθείσας ψυχὰς πολλὰς πάθεσι, λόγῷ σου τῷ θειῳ, ἀποκαθάρας Πάτερ Νήφων, ἐκλεκτὰ Θεῷ σκεύη ἀνέδειξας.
Ῥήμασί σου ἁγίοις, Πάτερ μηδαμῶς ὑπείξας ὁ Ῥάδουλος, τὴν δικαίαν δίκην, οὐρανόθεν ὁ τάλας εἰσπράττεται, ἀλλ’ ἐλέους θείου, διὰ τῶν θεῖων σου λειψάνων, μετὰ τέλος ἠξίωται Ἅγιε.
Θεοτοκίον.
Χαῖρε πάντων προστάτις, χαῖρε καταφύγιον ἡμῶν καὶ στήριγμα, Κεχαριτωμένη, Θεοτόκε Ἁγνή Ἀειπάρθενε· πάντες γὰρ ἀπαύστως, τῇ σῇ προστρέχομεν πρεσβείᾳ, καὶ παντοίων ῥυόμεθα θλίψεων.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ῥώμης τῆς νέας τὸν πρόεδρον, καὶ πάσης Ἐκκλησίας τὸ καύχημα, τὸν μέγα Νήφωνα, χρεωστικῶς εὐφημήσωμεν, ὡς τῆς Μονῆς Προδρόμου, στῦλον πυρίμορφον.
Ἁγίων Πάτερ ἑπόμενος, τῶν πάλαι θεοφρόνως τοῖς ἴχνεσι, αὐτῶν ἠξίωσαι, τῆς ὑπὲρ λόγον ἐλλάμψεως, Ἀρχιεράρχα Νήφων, βίου λαμπρότητι.
Ῥῶσιν ψυχῆς τε καὶ σώματος, παρέχει ἡ σορὸς τῶν λειψάνων σου, Νήφων μακάριε, ᾗ εὐλαβῶς προσπελάζοντες, ἁγιασμὸν καὶ χάριν ἀεὶ καρπούμεθα.
Θεοτοκίον.
Χριστὸν ἀπαύστως ἱκέτευε, Παρθένε ὡς Υἱόν σου καὶ Κύριον, πταισμάτων ἄφεσιν, καὶ πειρασμῶν ἀπολύτρωσιν, διδόναι Θεοτόκε, τοῖς σὲ γεραίρουσι.

Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Ἱερατεύσας Θεῷ, ἀμέμπτως Νήφων μακάριε, ὡς Ἱεράρχης σοφός, δωρεῶν τοῦ Πνεύματος, ὤφθης ἐνδιαίτημα, καὶ παρέχεις Πάτερ, εὐφροσύνην τοῖς ὑμνοῦσί σε.
Ἐπέστης ἐν πενιχρῷ, σχήματι Πάτερ ὡς ἄγνωστος, τῇ ἱερᾷ σου μονῇ, ἀλλ’ ὁ πάντων Κύριος, πᾶσί σε ἐγνώρισεν, ἐν φωτὶ ἀΰλῳ, Ἱεράρχα προσευχόμενον.
Ῥημάτων σου τῶν σεπτῶν, τὰς ὑποθήκας κατέχοντες, τῶν μοναστῶν ὁ χορός, Νήφων ἱερώτατε, πρὸς φῶς ὁδηγούμεθα, ἐναρέτου βίου, καὶ τὴν χάριν σου κηρύττομεν.
Θεοτοκίον.
Ἀγγέλων ἡ βασιλίς, καὶ τῶν βροτῶν ἡ βοήθεια, Θεογεννῆτορ Ἁγνή, βοήθει ἑκάστοτε, τοῖς πίστει προστρέχουσι, τῇ θερμῇ σου σκέπῃ, λυτρουμένη πάσης θλίψεως.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῆς Ἐκκλησίας λύχνος ὤφθης παμφαέστατος, τῇ καθαρότητι σοφὲ τῆς πολιτείας σου, τὰς τοῦ Πνεύματος ἐλλάμψεις καταπλουτήσας. Ἀλλ’ ὡς σκεῦος ἀρετῶν καὶ ὑποτύπωσις, καθοδήγησον ἡμᾶς πρὸς βίον κρείττονα, τοὺς βοῶντάς σοι: Χαίροις Νήφων Πατὴρ ἡμῶν.
Ὁ Οἶκος.​
Ἄγγελος ἐν τῷ κόσμῳ, Νήφων Ἀρχιεράρχα, ἐδείχθης οὐρανίῳ σου βίῳ· καὶ Ἀποστολικαῖς δωρεαῖς, τῆς Ἐκκλησίας φαιδρύνεις τὸ πλήρωμα· διό σου τὴν λαμπρότητα, θαυμάζοντες, ἀναβοῶμεν·
Χαῖρε, Χριστοῦ ὀ θεῖος θεράπων·
χαῖρε, φωτὸς ἀΰλου θεάμων.
Χαῖρε, Ἐκκλησίαςὁ λύχνος ὁ πάμφωτος·
χαῖρε, τῆς Δακίας φωστὴρ καὶ διδάσκαλος.
Χαῖρε ὕψος ταπεινώσεως δυσκατόρθωτον πολλοῖς·
χαῖρε βάθος θείας γνώσεως καὶ ἀγάπης θεϊκῆς.
Χαῖρε, τῶν ἐν Ἄθῳ μοναζόντων ἀλείπτης·
χαῖρε, τῆς εὐσεβείας ἱερὸς ὑποφήτης.
Χαῖρε, πυρσὸς δογμάτων τῆς πίστεως·
χαῖρε, λαμπρὸν ταμεῖον τῆς χάριτος.
Χαῖρε, ποιμὴν Βυζαντίου ὁ μέγας·
χαῖρε, Μονῆς τοῦ Προδρόμου τὸ γέρας.
Χαίροις, Νήφων Πατὴρ ἡμῶν.


Συναξάριον.​
Τὴν ΙΑ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Πατρὸς ἡμῶν Νήφωνος, πατριάρχου Κωνσταντινουπόλεως, ἀσκήσαντος τὸ πρότερον ἐν τῇ κατὰ τὸν Ἄθῳ Ἱερᾷ Μονῇ τοῦ Ἁγίου Διονυσίου, καὶ ἐν αὐτῇ τελειωθέντος ἐν εἰρήνῃ ἐν ἔτει 1460.
Στίχοι:
Λιπὼν ὁ Νήφων τὴν κάτω προεδρίαν
Χριστῷ παρέστῃ τῷ προέδρῳ τῶν ὅλων.
Ἔνδεκάτῃ Νήφωνα νόες θεουδεῖς ἄειραν γῆθεν.​
Οὗτος ὥρμητο ἐκ τῆς περιφήμου Πελοποννήσου, γονέων εὐσεβῶν καὶ πλουσίων υἰός. Ὀλίγα δὲ περὶ τῆς ἐγκυκλίου παιδείας σχολάσας μαθήμασιν, εἰς Ἐπίδαυρον παραγίνεται, ἔνθα παρά τινι Ἀντωνίῳ φοιτήσας, ἐπὶ μεγίσταις ἀρεταῖς διαλάμποντι, τὸ ἅγιον ἐνδύεται σχῆμα, πρότερον ὑπ’ αὐτοῦ παιδαγωγηθεῖς. διαβὰς οὖν ἐκεῖσε τὸν ἴουλον, τὸ Ἁγιώνυμον τοῦ Ἄθῳ καταλαμβάνει Ὄρος, καὶ πάντα τὰ σεμνεῖα καὶ ἱερὰ Μονατήρια περινοστήσας, εἰς τὴν τοῦ Διονυσίου καλουμένην εἰσβάλει Μονήν. Ἔνθα πολλοῖς τῶν πάνυ ἐναρέτων περιτυχών, καὶ σὺν αὐτοῖς διατρίψας χρόνον συχνόν, τὸ τῆς ἱερωσύνης κανονικὸν ἀξίωμα ἐδέξατο. Ἔκτοτε οὖν ἐπιδεδωκὼς ἑαυτὸν ταῖς ἀρεταῖς, καὶ τοῖς ἄλλοις πᾶσιν ὑπωπιασμοῖς τοῦ σώματος γενναίως ἐκαρτέρει.
Διαδραμὼν δὲ ὁ τῆς ἀρετῆς αὐτοῦ φθόγγος ἔν τε τῷ σεβασμίῳ ὄρει, ἀλλὰ καὶ ἐν τοῖς πέριξ, εἰς τὸν τῆς ἀρχιερωσύνης ἀνήχθη θρόνον ἐν τῇ Θεσσαλονικέων Μητροπόλει, πολλαῖς πρότερον πεισθεὶς παρακλήσεσιν ὑπὸ τῶν ταύτης Ἐπισκόπων τε καὶ ἐγκρίτων τῆς πόλεως. Διαπρέψας οὖν ἐν αὐτῇ οὐκ ὀλίγον, δεομένοις ἦν ἐπαρκῶν, καὶ συμφοραῖς ἐπικαμπτόμενος, οὐ μόνον τῶν ὑπ’ αὐτῶν τελούντων, ἀλλὰ καὶ τῶν πέριξ οἰκούντων. Ὅθεν οὐκ ἔδει τὸν λύχνον κρύπτεσθαι ὑπὸ τὸ μόδιον, ἀλλὰ λάμπει πᾶσιν, Εὐαγγελικῶς εἰπεῖν, οὕτω καὶ οὗτος διέλαμπε, διά τοι τοῦτο μετάπεμπτος εἰς τὸ Βυζάντιον γίνεται.
Παρὰ δὲ τῆς τότε Συνόδου, ψήφῳ Θεοῦ καὶ τοῦ λαοῦ παντός, Οἰκουμενικὸς Πατριάρχης ἀναδείκνυται· ἦν γὰρ οὐ μόνον ἐν τῷ λέγειν προχειρότατος, καὶ ἐν ταῖς διδασκαλίαις ἡδύτατος, ἀλλὰ καὶ ἐλεκτικὸς καὶ ἐλεύθερος, ὠς οὐδεὶς ἕτερος τοῦ τότε καιροῦ.
Διϊθύνων οὖν καὶ διακυβερνῶν τὸν λαὸν τοῦ Θεοῦ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, καλῶς διήγε τοὺς τῆς Ἐκκλησίας οἴακας. Ἀλλ’ ὅ τῆς ἀληθείας ἐχθρός, φθόνον κατ’ αὐτοῦ ἐμβαλών, διεβλήθι τῷ κρατοῦντι ἀδίκως, καὶ ἐξελαυνεται τοῦ θρόνου καὶ τῆς πόλεως, καὶ ἔν τινι ἐφησυχάσας τόπῳ ἐνιαυσιαῖον χρόνον, αὖθις τῇ τῶν κρατούντων προστάξει, εἰς τὸν ἑαυτοῦ ἐπάνεισι θρόνον. Ἄριστα οὖν διακυβερνῶν τὸν ἑαυτοῦ ποίμνιον, πάλιν διαβολαί τε καὶ σκάνδαλα ὑπὸ τῶν τοῦ βήματος ἀνεφύησαν. Καὶ μὴ φέρων τὰς ἀλόγους αὐτῶν προλήψεις, εἰρηνικῶς τῆς πόλεως ἔξεισι, καὶ εἰς Ἀνδριανούπολιν εἰσελθών, καὶ τῶ τοῦ Πρωτομάρτυρος εὐκτηρίῳ Στεφάνου γενόμενος, ὡμίλει τῶ Θεῷ κατὰ μόνας ἀδιαλείπτως. Ὁ δὲ τῆς Δακίας ἡγεμὼν Ῥάδουλος, ὅς ἐκεῖσε ἀπὸ Κωνσταντίνου παροδικῶς ἐντυχών, περὶ τῶν τοῦ μακαρίου ἀκούσας ἀρετῶν, ἡδύνθη ἡ ψυχὴ αὐτοῦ· ἦν γὰρ ἐν τοῖς τῶν ἁπάντων αδόμενος στόμασιν. Ὅθεν καὶ εἰς λόγους ἐλθῶν τῷ Ἀγίῳ, καὶ τὴν αὐτοῦ ἀρετὴν καὶ σύνεσιν θαυμάσας, ἤξίωσεν ἅμα, σὺν αὐτῷ τῇ Δακίᾳ καταλαβεῖν, ἕνεκεν διορθώσεως πλημμελημάτων πολλῶν. Καὶ ὅς, ἀκούσας καὶ μὴ μελήσας ὅλως, Ἀποστολικῶς ἐξείη· Καὶ δὴ καταλαβὼν τὸν τόπον, διάδας καὶ νουθετήσας τὸν ἡγεμόνα σὺν τοῖς ἄρχουσι καὶ τοῖς ἀρχομένοις, καὶ ἅπαν τὸ ὑπήκοον, ἐν ὀλίγῳ διορθώσεως ἔτυχον.
Ἔκτοτε οὖν πάνυ ηὐλαβοῦντο τὸν Ἅγιον, αἰδούμενοι αὐτὸν ὡς ἐκ Θεοῦ ἥκοντα. Εἶτα τῷ ἡγεμόνι ἀντισταθεῖς διά τινα παρανομίας αὐτοῦ κατέλιπεν τὴν Δακίαν καὶ ἐπὶ τῷ Ἁγιώνυμῳ ἐπάνεισιν Ὄρος. Εἰς δὲ τὴν αὐτοῦ μονὴν εἰσελθὼν καὶ ἄγνωστος μείνας, τὴν τῶν ἡμιόνων ἐπιμέλεια μετὰ πολλῆς ταπεινώσεως ἐδέξατο. Ἀλλ’ μετ’οὐ πολὺ ὅ τοὺς ταπεινοὺς ὑψῶν Κύριος ἐφανέρωσε τὸ τῆς Πατριαρχείας αὐτοῦ ἀξίωμα. Ὅθεν ὁ θεῖος Νήφων ἀσπασίως καὶ πάνυ εὐλαβῶς ὑποδεχθείς, τοὺς πάντας ἦν καταφωτίζων ταῖς ὑψηλαῖς αὐτοῦ καὶ ἐναρέτοις πράξεσιν, ἐπεὶ ἀδιαλείπτως εἰς αὐτὸν συνέῤῥεον. Δύο δὲ τῶν αὐτῷ φοιτησάντων τὸν τοῦ μαρτυρίου ἀνεδήσαντο στέφανον· σὺν αὐτοῖς καὶ ὁ τὴν σεβασμίαν μονὴς συστησάμενος τῆς πανευφήμου Μάρτυρος Ἀναστασίας τῆς Φαρμακολυτρίας.
Πολλὰς οὖν ἐν τῆ παρ’ αὐτοῦ μονῇ διατελέσας ἀνακτίσεις, καὶ τὸν αὐτῆς θεῖον ναὸν τοῦ Βαπτιστοῦ ἰωάννου ἀνοικοδομήσας καὶ κάλλιστα καθιστορήσας, καὶ ἄλλας πλείστας οἰκοδομὰς καὶ ἀνακτίσεις ποιήσας, κανόνας καὶ τύπους, οὕς αὐτοὶ ἐπεζήτησαν, καὶ περὶ τῆς μελλούσης κρίσεως καὶ ἀνταποδώσεως ὑπομνήσας, καὶ εἰς βαθὺ γῆρας ἐλάσας, μετὲστη πρὸς ὅν ἐπόθει Χριστόν.
Ὁ δέ γε Νέαγκος, τέταρτος μετὰ τὸν Ῥάδουλον τὴν ἡγεμονίαν λαβών, ὅς παρὰ τοῦ Ἁγίου δεξάμενος τὸ Βάπτισμα παῖς ὤν, τοῦ Ἁγίου τῇ Δακίᾳ διατρίβοντος, ἐμνήσθη τοῦ πνευματικοῦ Πατρὸς αὐτοῦ, ἤδη πρὸς Θεὸν ἐκδημήσαντος. Ὅθεν καὶ πέμψας τὴν ταχίστην ἐκεῖσε ἐκ τῶν πιστοτάτων αὐτοῦ ἀρχόντων τινάς, ἵνα τὸ τοῦ Ἁγίου ἐκεῖθεν μετακομίσωνται λείψανον, τὸ ἁγιώνυμον καταλαβόντες ὄρον, ἦλθον ἐν τῷ Μοναστηρίῳ, ἐν ᾧ ὁ Ἅγιος κεκοίμηται, καὶ τὰ τοῦ ἡγεμόνος γράμματα τοῖς πατράσιν ἐγχειρίσαντες, τὴν τῶν λειψάνων μετακομιδὴν ἐποιήσαντο. Ὁ δὲ νεώς, ἐν ᾧ ὁ Ἅγιος ἔκειτο, εὐθὺς ἀφάτου εὐωδίας ἐπλήσθη. Καὶ δὴ τὸ τίμιον αὐτοῦ ἀνελόμενοι λείψανον λίαν εὐλαβῶς ἐπὶ τὴν πορείαν ἐστέλλοντο. Ὅ τε μαθητὴς αὐτοῦ, ὁ Ἀγχιάλου Νεόφυτος, ὅς ἦν ἐν τῶ Μονατηρίῳ σὺν ἄλλοις ἀδελφοῖς καὶ ἄρχουσιν, ἐξῄεσαν. Ὁ δὲ ἡγεμὼν γνοὺς τὴν τοῦ Ἁγίου ἐπάνοδον, μετὰ μύρων καὶ θυμιαμ, μήκοθεν προσυπαντήσας, ἠσπάζετο. Ἐπιστρέψας οὖν εἰς τὰ αὐτοῦ ἀνάκτορα, τὸ τίμιον λείψανον τοῦ Ἁγίου ἐν τῇ Μητροπόλει προσεκόμισεν, ἵνα καὶ ἄλλοι τῆς αὐτοῦ χάριτος, καὶ θεραπείας ἐπιτύχωσι.
Πλεῖστοι γὰρ ἐκεῖσε συῤῥέοντες, ἀπὸ ποικίλων παθῶν καὶ νόσων ἐθεραπεύοντο. Προσέφερον δὲ καί τινα παραλελυμένον, πλείστοις ἔτεσι κατακείμενον, καὶ τῆς σοροῦ ὡς ἥψατο, ὑγιὴς ἐγένετο. Ὁ δὲ ἡγεμὼν τὴν ἁγίαν αὐτοῦ κεφαλήν, ἐν τῷ ὑπ’ αὐτοῦ νεωστὶ κτισθέντι μοναστηρίῳ ἀνέθετο· τὰ δὲ ἄλλα πάντα αὐτοῦ λείψανα, ἀργυρέαν χρυσοκολλήσας πολύτιμον θήκην, ἐμβαλὼν αὐτά, ἐν τῷ Ἁγιωνύμῳ Ὄρει ἐξέπεμψεν, ἐφοδιάσας τοὺς ἀδελφοὺς σὺν ἄλλοις πολλοῖς χρήμασιν· ἐξ αὐτοῦ γὰρ τοῦ ἡγεμόνος οἱ μοναχοὶ καὶ τὸ ζῆν ποριζόμενοι ἔσχον. Ἔκτοτε οὖν καὶ μέχρι τοῦ δεῦρο εὐωδίαν ἄφατον ἀναπέμπουσι, καὶ τοῖς μετὰ πίστεως προσιοῦσιν ἰάσεις παντοίας ἐπιτελοῦσι.
Τελεῖται δὲ ἡ αὐτοῦ σύναξις καὶ πανήγυρις ἐν τῇ ἱερᾷ τοῦ Ὁσίου Διονυσίου Μονῇ, ἔνθα καὶ τὰ ἱερὰ αὐτοῦ λείψανα κατάκεινται.

Τῇ αὐτῇ ἡμέρᾳ, τὴν ἀνάμνησιν ἐορτάζομεν τοῦ ἐν Κερκύρα ὑπερφυοῦς κατὰ Ἀγαρηνῶν θαύματος τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Σπυρίδωνος τοῦ θαυματουργοῦ.
Στίχοι:
Ἔῤῥηξε παῖδας στρατιᾶς ἀλλοφύλων,
Πόλιν τ’ ἔσωσε Κερκύρας ὁ προστάτης.​
Ἐν τοῖς ὑπερφυέσι τοῦ ἡμετέρου ποιμένος, καὶ θαυματουργούντος Σπυρίδωνος θαῦμασι, μέγα τῷ ὄντι καὶ ἐξαίρετον τὸ κατὰ Ἀγαρηνῶν τερατούργημα ἡ Κέρκυρα θαυμάζεται, καὶ λαμπρᾷ τῇ φωνῇ ἀνακηρύττει τὸ παράδοξον. Ἔχει δὲ ἡ ὑπόθεσις οὗτω:
Πολέμου μὲν ἤδη καὶ μάχης μεταξὺ Ἐνετῶν καὶ Ἰσμαηλιτῶν τυγχάνοντος, μετὰ τῆς Πελοποννήσου τὴν ἄλωσιν, ἔδοξε τῇ Ἀγαρηνῶν εὐτολμία καὶ τὴν Κερκύραν αἰχμάλωτον καταστῆσαι. Ἰδοῦ μὲν οὖν κατὰ τὸ χιλιοστὸν ἑπτακοσιοστὸν δέκατον ἕκτον ἔτος σωτήριον ἐν Μηνὶ Ἰουνίῳ τετάρτῃ καὶ εἰκοστῇ, στόλος Ἰσμαηλιτῶν, νηῶν καὶ τριήρεων οὐκ ὀλίγος τῶν ἀριθμὸν ἐν τῷ λιμένι τῆς πόλεως. Ἐξ οὗ θάμβους τοὺς πολίτας ἐν τῷ ἀπροσδοκήτῳ δεινῷ πεπλησμένους θεάσασθαι. Στρατιᾶς δὲ πολυαρίθμους ἐπὶ τῇ νήσῳ ἐξελθούσης, πολιορκεῖν αὐτὴν καὶ τὴν πόλιν διὰ ξηρᾶς, καὶ θαλάσσης ἐπέγνωσαν. Πολέμου δὲ βαρβαρικοῦ ἀρξαμένου ἐν πυρὶ καὶ σιδήρῳ, τήν τε πόλιν καὶ τοὺς πολίτας κατέθλιβον. Ἀμὰ μὲν οὖν πεντήκοντα ἡμέρας σφοδρᾶς ἐπικρατούσης τῆς μάχης, ἐπὶ τὸ ἄστυ Κερκύρας τῶν βαρβάρων ἡ δύναμις ἐπανελθεῖν ἐβουλεύσατο. Στεναγμοῖς τοίνυν καὶ δάκρυσιν ἐν νυκτὶ καὶ ἡμέρα τῶν ὀρθοδόξων τὰ πλήθη τὸν Ἱεράρχην ἱκέτευων. Ὅθεν τὰ τῶν Ἀγαρηνῶν στρατεύματα ἐν μιᾷ τῶν ἡμερῶν ἐπανελθόντα ἐπὶ τὸ ἀκρότειχον τοῦ ἄστεος, μετ’ οὐ πολὺ οὐκ ὀλίγοι ἐξ αὐτῆς κακοὶ κακῶς ἀπώλοντο, τοῦ ἡμετέρου Ἱεράρχου ταῖς πρεσβείαις ἀποσκορακισθέντες οἱ ἄθλιοι. Τούτου μέν τοι οὕτω διακειμένου μείζονος σκληρότητος, καὶ ἀπανθρώπου φόνου ἔπνεον τῶν βαρβάρων αἱ χεῖρες, ἀπειλὰς τῇ κακίᾳ προσάπτοντες, ἐπιδρομὴν τεραστίαν καὶ πανώλεθρον αἰχμαλωσίαν, καὶ θάνατον τῇ πόλει ἐπαπειλούντες. Δεήσεις δὲ καὶ προσευχαὶ ἐκ τῶν πιστῶν οὐκ ἐξέλιπον· τὸν θαυματουργὸν ἐπικαλουμένων τε, καὶ παννυχὶ ἐπιδεομένων.
Ἔνθα τέως τῶν Κερκυραίων παντελῆ ἀπώλειαν ἐκ τῶν βαρβάρων προσκαρτερούντων, ἐν μιᾷ τῶν ἡμερῶν ὄρθρου βαθέος ὀπτάνεται τοῖς ὐπεναντίοις ὁ μέγας πατὴρ ἡμῶν Σπυρίδων μετὰ πλήθους στρατιὰς οὐρανίου, καὶ ἀστραπόμορφον ξίφος ἐπέχων, τούτους σπουδαίως καὶ μετὰ θυμοῦ ἀπεδίωκεν. Τῶν μὲν οὖν στρατιωτῶν τῆς Ἰσμαὴλ δυνάμεως τοιοῦτον παράδοξον ἑωρακότων, ἄφνω εἰς φυγὴν ἀνετράπησαν, καὶ ἀλλήλους ὤθούμενοι, ἐξίσταντο ἀορασίᾳ τραυματίαι γενόμενοι. Ἔφυγον οὖν καὶ συνεντρίβησαν ἐκβλυθέντες τῷ φόβῳ ἄνευ πολέμου, ἤ πυρὸς, ἤ μαχαίρας, ἤτινος διώκοντος, τοῦ θαυματουργοῦ δὲ μόνου Σπυρίδωνος ἀοράτῳ δυνάμει τούτους ἀνατρέψαντος, καὶ ἐκ τῆς νήσου ἀποβαλόντος. Ἐν ᾧ δὲ ἀπεδίδρασκε πεζῶν τε καὶ ἱππέων τὰ στρατεύματα, ἀπῇρε καὶ ὀ στόλος αὐτῶν κραταιᾷ τοῦ ἱεράρχου δυνάμει, ἐλευθέρας μενούσης τῆς Κερκύρας. Ἥμέρας τοίνυν διαυγαζούσης, καὶ τῶν πολιτῶν τὴν συνήθη ἐλπιζόντων μάχην, οὐδὲν ἰδεῖν, εἰμὴ σιωπήν, καὶ ἀσχόλειαν. Περίεργοι γοῦν, καὶ μετὰ ἐπιπολαίου χαρᾶς ἐπὶ τὰς σκηνὰς τῶν ἀντιπάλων γενόμενοι, τὸ ὑπὲρ νοῦν θαῦμα τοῖς πᾶσι γνωρίζεται, καὶ μετὰ πάσης εὐφροσύνης σκιρτῶντες ἠγάλλοντο ἐπὶ τὸ κενὸν καὶ παράδοξον. Ἔβλεπον γὰρ οὐ μόνον φυγάδας τοὺς Ἰσμαηλίτας, ἀλλὰ καὶ τὰ ἐπ’ αὐτοῖς πάντα καταλιπόντας . Οἵτινες καὶ ἐν τῷ φεύγειν ἀναφανδὸν ὡμολόγουν, ὑπὸ σεβασμίου τινὸς μοναχοῦ, δηλαδὴ τοῦ Σπυρίδωνος, σὺν εὐκλεεῖ οὐρανίου στρατιᾶς στόλῳ ἀναφανέντος ἐπὶ τὸν αἰθέρα, πρὸς φυγὴν ταχυτάτην ἑαυτοὺς κατεπείγεσθαι. Ἔδραμον δὲ μετ’ αἰδοῦς καὶ εὐλαβείας, δόξαν καὶ εὐχαριστήρια ᾄσματα τῷ θαυματουργήσαντι Ἱεράρχῃ ἀναπέμποντες. Ὅνπερ καὶ ἡ Γαληνιωτάτη θεοφρούρητος τῶν Ἑνετῶν Ἀριστοκρατεία ῥύστην τῆς νήσου, καὶ τῶν φιλοχρίστων ὅπλων ὑπερασπιστὴν ἐπιγινώσκουσά τε καὶ ἀνακηρύττουσα, λιταῖς καὶ ὑμνῳδίαις εὐχαρίστως ἐδοξολόγησε. Μᾶλλον δὲ πρὸς ἀθάντον εὐλαβείας, καὶ εὐγνωμοσύνης τεκμήριον, ἀργυρᾶν κανδήλαν πολυτελῶς, καὶ εὐδαιδάλως κατασκευάσασα, τῷ ἱερῷ αὐτοῦ τεμένει ἀνέθετο.


Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Εὔπλου τοῦ Διακόνου.
Στίχοι:
Ἐκ τῆς στολῆς μέν, σεπτὸς Εὖπλος Λευΐτης.
Ἐκ τῆς τομῆς δέ, στερρὸς ὄντως ὁπλίτης.​
Ἤκμασεν ὁ Ἅγιος οὗτος ἐπὶ τοῦ βασιλέως Διοκλητιανοῦ, ἐν ἔτει 296, καταγόμενος ἐκ Κατάνης τῆς ἐν τῇ ἐπαρχίᾳ τῆς Σικελίας. Διαβληθεὶς λοιπὸν εἰς τὸν ἄρχοντα Καλβισιανόν, καὶ μὴ πεισθεὶς νὰ ἀρνηθῇ τὸν Χριστόν, πρῶτον μὲν ἐδέθη τὰς χεῖρας καὶ τοὺς πόδας, καὶ τὰ γόνατα, εἶτα δὲ ἐκρεμάσθη εἰς ξύλον ὀρθρὸν καὶ ἐξεσχίσθη μὲ σιδηρᾶς χεῖρας· ἐλθοῦσα δὲ εἰς αὐτὸν θεϊκή τις φωνὴ τὸν ἐνεδυνάμωσε. Μετὰ ταῦτα συνέτριψαν τὰς κνήμας του μὲ σιδηρᾶς σφύρας, καὶ ἔῤῥιψαν αὐτὸν ἐν τῇ φυλακῇ· ἐκεῖ δὲ εὑρισκόμενος ὁ Ἅγιος, διὰ μόνης τῆς προσευχῆς του ἔκαμε νὰ ἀναβλύσῃ πηγὴ ὕδατος, καὶ οὕτως ἐξήγαγον αὐτὸν ἐκ τῆς φυλακῆς. Ὕστερον πάλιν τὸν ἐφυλάκισαν, καὶ μὲ σιδηρᾶ καὶ πεπυρωμένα ὀνύχια κατεπλήγωσαν τὰ ὦτά του· τελευταῖον δὲ ἀπέκοψαν τὴν ἁγίαν του κεφαλήν, καὶ οὔτως ἔλαβε παρὰ Κυρίου τὸν τοῦ μαρτυρίου ἄφθαρτον στέφανον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἐγκαινίων τοῦ σεβασμίου καὶ περικαλλοῦς οἴκου καὶ θείου Ναοῦ τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου τῆς Ἐλεούσης.

Τῇ αὐτῇ ἡμέρᾳ, Διήγησις περὶ τῆς ἀχειροποιήτου Εἰκόνος τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Στίχοι:
Οὐ θαῦμα βρύειν θαυμάτων πληθὺν ξένην,
Μορφὴν θεοειδῆ θαυματεργάτου Λόγου.​
Ἐν ταῖς ἡμέραις τοῦ εὐσεβοῦς βασιλέως Τιβερίου ἐν ἔτει φοη΄ (578), ἔγινε θαῦμα μέγα καὶ παράδοξον. Γυνή τις Μαρία ὀνομαζομένη Συγκλητικὴ μὲν καὶ φιλόχριστος, Πατρικία δὲ τὸ ἀξίωμα, χήρα, ἔπεσεν εἰς πάθος χαλεπὸν καὶ ἀθεράπευτον· ἀπελπισθεῖσα δὲ ἐκ πάσης ἀνθρωπίνης βοηθείας, ἀφιέρωσεν ἑαυτὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ὅστις ἔβαλεν εἰς τὴν καρδίαν αὐτῆς τοιοῦτον ἀγαθὸν συλλογισμόν, νὰ στείλῃ εἰς τοὺς ἱερεῖς, τοὺς ὑπηρετοῦντας εἰς τὴν ἀγίαν δεσποτικὴν καὶ ἀχειροποίητον Εἰκόνα τοῦ Κυρίου, καὶ νὰ τοὺς παρακαλέσῃ νὰ ἔλθωσι πρὸς αὐτήν. Ὅταν δὲ ἦλθον ἐκεῖνοι, ἔπεσεν ἡ γυνὴ εἰς τοὺς πόδας αὐτῶν λέγουσα: Ἐπειδὴ, κύριοί μου, ὁ Θεὸς ἐσυγχώρησε νὰ παιδεύωμαι διὰ τὰς πολλάς μου ἁμαρτίας μὲ τὴν δεινὴν ταύτην καὶ ἀθεράπευτον ἀσθένειαν, διὰ τοῦτο θέλουσα καὶ ἀγαπῶσα ἡ ταλαίπωρος, καίτοι ἀναξία, νὰ δεχθῶ εἰς τὸν εὐτελῆ μου οἶκον διὰ τῶν ἁγίων σας εὐχῶν τὸν δεσποτικὸν καὶ ἀχειροποίητον Χαρακτῆρα τοῦ Κυρίου μας εἰς ἡμέρας τεσσαράκοντα, δι’ οὗ ἴσως ποιήσῃ ἔλεος ὁ Κύριος εἰς ἐμέ, παρακαλῶ ἐσᾶς νὰ συνεργήσητε πρὸς τοῦτο. Οἱ δὲ ἱερεῖς γνωρίζοντες τὴν καλὴν ζωὴν καὶ πνευματικὴν κατάστασιν τῆς γυναικός, ἔφεραν εἰς τὸν οἶκόν της τὸν Ἅγιον Χαρακτῆρα, καὶ ἅμα ἤνοιξαν τὴν θήκην αὐτοῦ, ἔπεσεν ἡ γυνὴ καὶ προσεκύνησεν αὐτόν. εἶτα ἔλαβε λεπτὸν βαμβάκινον πανίον ἐπ’ αὐτῆς, ἀποθέσασα δὲ αὐτὴν ὕστερον καὶ ἀσφαλίσασα ἐντὸς καθαρᾶς θήκης, ἔβαλεν εἰς τὸ παρεκκλήσιον, τὸ ὁποῖον εἶχεν ἐν τῷ οἴκῳ της· ἀνάψασα δὲ καὶ κανδήλαν λαμπρὰν ἔμπροσθεν τῆς θείας Εἰκόνος, ὑπηρετεὶ αὐτὴν ἕως ἡμέρας τεσσαράκοντα.
Ὅταν δὲ ἐτελείωσαν αἱ τεσσαράκοντα ἡμέραι, οἱ πόνοι τοῦ πάθους τῆς γυναικὸς ἤρχισαν νὰ γίνωνται τόσον δυνατοὶ καὶ ἀνυπόφοροι, ὥστε δὲν ἠδύνατο νὰ ἐγερθῇ τῆς κλίνης· ὅθεν καλέσασα μίαν τῶν ὑπηρετριῶν της, τὴν ὁποίαν ἤξευρε καθαρωτέραν τῶν ἄλλων, λέγει πρὸς αὐτήν: Φέρε μοι τὴν θήκην τῆς ἁγίας Εἰκόνος ἵνα προσκυνήσω αὐτήν, καὶ εὕρω ὀλίγην ἄνεσιν ἀπὸ τὸν ὑπερβολικὸν πόνον ὅστις μὲ κατατήκει. Ἡ δὲ ὑπηρέτρια μεταβᾶσα εἰς τὸ παρεκκλήσιον, εἶδε θαῦμα φοβερὸν καὶ παράδοξον· εἶδε δηλαδὴ νὰ ἐξέλθῃ φλὸξ πυρὸς ἐκ τῆς ἁγίας θήκης, καὶ ἡ φλὸξ αὕτη νὰ ἀναβαίνῃ ἕως εἰς τὴν στέγην τοῦ παρεκκλησίου. Ἐκπλαγεῖσα δὲ ἡ ὑπηρέτριαι καὶ βλέπουσαι αὐτὴν κατὰ γῆς ἐῤῥιμμένην, ἐφανέρωσαν τοῦτο εἰς τὴν κυρίαν αὐτῶν. Αὕτη δὲ φοβηθεῖσα μεγάλως, κατέβη ἐκ τῆς κλίνης της, καὶ μετὰ μεγάλης σπουδῆς ὑπῆγεν εἰς τὸ παρεκκλήσιον, ὅπου ἰδοῦσα τὴν φλόγα, ἐφώναξε τό: Κύριε ἐλέησον. Εἶτα ἔστειλε καὶ ἐφερε ταχέως τοὺς ἱερεῖς καὶ ὑπηρέτας τῆς ἁγίας Εικόνος, τοὺς ὁποίους ἐρχομένους ἠκολούθησε καὶ λαὸς πολύς. Βλέποντες δὲ ὅλοι τοῦτο τὸ παράδοξον κατεπλάγησαν, καὶ ὅσῳ ἀνέβαινε καὶ κατέβαινε ἡ φλόξ, καθὼς τὸ ἱστίον τοῦ πλοίου, ὅταν ῥιπίζεται ὑπὸ τοῦ ἀνέμου, τόσῳ καὶ αὐτοὶ ἔκραζον τὸ, Κύριε ἐλέησον ἐπὶ πολλὰς ὥρας. Ποιησάντων δὲ εὐχὴν τῶν ἱερέων, κατέπεσεν ἡ φλόξ· εἶτα ἀνοίξαντες οἱ ἴδιοι τὴν θήκην, εὗρον τὴν ἁγίαν καὶ δεσποτικὴν καὶ ἀχειροποίητον Εἰκόνα ἀβλαβὴ καὶ ὁλόκληρον, καὶ σηκώσαντε ςτὸ βαμβάκινον ἐκεῖνο πανίον, τὸ ὁποῖον εἶχε βάλῃ ἡ Πατρικία ἐπὶ τῆς Εἰκόνος, ὤ τοῦ θαύματος! εὗρον ἐν αὐτῷ τετυπωμένον ἄλλον Χαρακτῆρα ἀχειροποίητον τοῦ Κυρίου, καὶ ἔπειτα ἔβαλον αὐτὸν εἰς τὸν πόνον τῆς γυναικός. Εὐθέως δὲ ὁ πόνος κατέπαυσε, τὸ πάθος ἔφυγεν, ἡ γυνὴ ἰατρεύθη, καὶ γενομένη τελείως ὑγιἠς, ἠγέρθη δοξάζουσα τὸν Θεόν.
Μετά τινα δὲ ἔτη προγνωρίσασα τὸν θάνατόν της ἡ τιμιωτάτη ἐκείνη γυνὴ (ἐπειδὴ ἦτο σκεῦος ἐκλεκτόν) ἐσκέφθη νὰ ἀφιερώσῃ τὸν ἅγιον Χαρακτῆρα εἰς τὸ ἐν τῇ Μελιτινῇ τῆς Ἁρμενίας εὑρισκόμενον Μοναστήριον τῶν Καλογραιῶν, τὸ ἐπ’ ὀνόματι τιμώμενον τῆς Ἀναλήψεως τοῦ Κυρίου. Ταῦτα δὲ διασκεπτομένης τῆς γυναικὸς ταύτης, ἰδοὺ ἔφθασεν εἰς τὴν Κωνσταντινούπολιν Δομετιανὸς ὁ ἀρχιεπίσκοπος τῆς Μελιτινῆς, ὁ ὤν ἐξάδελφος τοῦ βασιλέως Μαυρικίου, μετὰ τῶν πρώτων τῆς Μελιτινῆς ἀρχόντων, ὡς ἄν ἐπέμποντο ἐπίτηδες· ὅθεν ἡ τιμία Πατρικία μαθοῦσα τὴν ἄφιξίν των, ἐνεχείρισε τὴν ἀγίαν Εἰκόνα εἰς τὸν ἀρχιεπίσκοπον λέγουσα καὶ τὸν σκοπόν της, διὰ τὸν ὁποῖον ἀποστέλλει αυτὴν εἰς τὸ ἐκεῖ Μοναστήριον.
Δὲν πρέπει νὰ παραλείψωμεν καὶ τὸ δεύτερον θαῦμα, ὅπερ ἐποίησεν ἡ ἁγία αὕτη Εἰκὼν τοῦ Κυρίου, ὅταν οἱ Πέρσαι ἐλεηλάτουν τὰ μέρη τῶν Ῥωμαίων, ἐπὶ βασιλείας Ἠρακλείου, ἐν ἔτει χιε΄ (615). Αἱ ῥηθεῖσαι Καλογραῖαι τοῦ ἐν Μελιτινῇ Μοναστηρίου, φοβούμεναι τότε τὴν αἰχμαλωσίαν, ἔφυγον ἐκ τοῦ Μοναστηρίου ἐκείνου καὶ ὑπῆγον εἰς τὴν Κωνσταντινούπολιν, καὶ ἐπειδὴ αὐταὶ ἦσαν εὐγενοῦς καταγωγῆς, ἔδωκεν εἰς αὐτὰς Μοναστήριον ὁ τότε Πατριάρχης Σέργιος, ὁ ὁποῖος ὅμως μαθὼν ὅτι αὐταὶ εἶχον τὸ ἅγιον καὶ ἀχειροποίητον χαρακτῆρα τοῦ Κυρίου, ἀφῄρεσεν αὐτὸν ἀπὸ τὰς Καλογραίας ἄνευ τῆς θελήσεώς των. Ἀλλὰ καὶ κατ’ ἐκείνας τὰς ἡμέρας ἕνεκα τῆς αἰτίας ταύτης συνέβησαν εἰς τὸν Πατριάρχην πολλαῖ καὶ ἀλλεπάλληλοι θλίψεις. Βασιλέως δηλαδὴ κατ’ αὐτοῦ ἀγανάκτησις, θάνατοι αἰφνίδιοι τῶν συγγενῶν καὶ φίλων του, ταραχαῖ διάφοραι τῆς Ἐκκλησίας. Ἀπορῶν δὲ ὁ Πατριάρχης διὰ ποίαν τάχα αἰτία συμβαίνουσι εἰς αὐτὸν οἱ τοιοῦτοι πειρασμοί, βλέπει κατ’ ὄναρ ἕνα φοβερὸ ἄνδρα ἑστῶτα, καὶ λέγοντα εἰς αὐτόν: Ἐπίστρεψον ὅσον τάχιστα ἐκεῖνο τὸ ὁποῖον ἀφῄρεσας ἀδίκως ἐκ τοῦ Μοναστηρίου. Ἐξεγερθεὶς δὲ τοῦ ὕπνου, ἐκάλεσε τοῦς ἀνθρώπους του, καὶ ἠρώτα αὐτοῦς λέγων: Διατὶ τόσον πολλαὶ θλίψεις μοι ἀκολουθοῦσι; Καὶ διὰ ποίαν αἰτίαν ἐγὼ ὑπομένω ταύτας; Μάλιστα κατὰ τὴν νύκτα ταύτην εἶδον ἕνα φοβερὸν ἄνθρωπον, ὁ ὁποῖος μοὶ ἔλεγε: Δὸς ὀπίσω ἐκεῖνο ὅπερ ἔλαβες ἀδίκως ἐκ τοῦ Μοναστηρίου, ἐν ᾧ ἐγὼ δὲν ἠξεύρω τίνος πρᾶγμα ἀφῄρεσα. Οἱ δὲ ἄνθρωποί του λέγουσιν εἰς αὐτόν: Δέσποτα, μὴ συλλογίζεσαι τίποτε, ἐπειδὴ οὐδένα ποτὲ ἠδίκησας, ἀλλὰ ὑπὸ τῆς ἐνεργείας τῶν δαιμόνων εἶνα καὶ αἱ θλίψεις, καὶ αἱ φαντασίαι αἱ ὁποῖαι σὲ διαταράττουσι. Κατὰ τὴν ἐπιοῦσαν δὲ νύκτα πάλιν ἐφάνη εἰς τὸν Πατριάρχην ὁ φοβερὸς ἐκεῖνος ἄνθρωπος, καὶ λέγει εἰς αὐτὸν μὲ αὐστηρότητα: Ἀπόδος ὅσον τάχος ἐκεῖνο ὅπερ ἔλαβες ἐκ τοῦ Μοναστηρίου τῆς Ἀναλήψεως. Δὲν ἠξεύρεις ὅτι αἱ Καλογραῖαι εἶναι ξέναι καὶ ἀπαρηγόρητοι, ἐπειδὴ ἦλθον ἐδῶ φεύγουσαι ἐκ τῆς πατρίδος των; Ἐξυπνήσας δὲ ὁ Πατριάρχης λέγει πρὸς τὸν Κουβουκλείσιόν του: Ἀδελφέ, ὅταν ἔλαβες ἀπὸ τὰς Καλογραίας τὸν Δεσποτικὸν Χαρακτῆρα, ἐκεῖναι πῶς τοῦτο ἐνόμισαν; Ὁ δὲ ἀπεκρίθη: Πολὺ δυσάρεστον, Δέσποτα, ἐφάνη τοῦτο εἰς αὐτάς, καὶ ἐὰν εἶχον δυνάμεις, ἤθελον μᾶς ἐκδικηθῇ. Τότε ἐννόησεν ὁ Πατριάρχης, καὶ ἐμέμφθη διὰ τοῦτο ἑαυτόν· ὅθεν μετὰ μεγάλης σπουδῆς καὶ μετὰ τιμῶν ἀπέστειλεν εἰς τὸ Μοναστήριον τῶν Καλογραιῶν τὸν Ἅγιον Χαρακτῆρα τοῦ Κυρίου κατὰ τὴν εἰκοστὴν ἐννάτην τοῦ Νοεμβρίου. Κατέπαυσαν λοιπὸν οἱ πειρασμοὶ καὶ αἱ θλίψεις τοῦ Πατριάρχου, αἱ δὲ Καλογραῖαι ἐχάρησαν, διότι ἀνέλαβον τὴν ἐκ τῆς Ἁγίας Εἰκόνος προερχομένην χαρὰν καὶ παρηγορίαν των.


Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων μαρτύρων Νεοφύτου, Ζήνωνος, Δαΐου, Μάρκου, Μακαρίου καὶ Δαϊανοῦ, διὰ πυρὸς τελειωθέντων. Τελεῖται δὲ ἡ αὐτῶν Σύναξις ἐν τῷ ἐξαέρῳ οἴκῳ τῶν ἁγίων καὶ πανενδόξων Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ ἐν τοῖς Δαρείου.
Στίχοι:
Νεοφύτῳ, Ζήνωνι καὶ τῷ Γαΐῳ,
Στρωμνή τις ἡ κάμινος, ἧς κεῖνται μέσον.
Ὤφθησαν ὀσμὴ θυμιαμάτων ξένη,
Τρεῖς ζωόκαυστοι Μάρτυρες τῇ Τριάδι.​

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πασσαρίων ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι:
Ὁ Πασσαρίων πᾶσαν ἀρετὴν φέρων,
Πασῶν ἀμοιβὰς γῆς ἀποστὰς λαμβάνει.​

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Νεομαρτύρων Ἀναστασίου τοῦ Πανερά, καὶ Δημητρίου τοῦ Μπεγιάζη, τῶν ἐκ Λέσβου καὶ ἐν Κατασμὰ τῆς Μικρὰς Ἁσίας τελειωθέντων δι’ ἀπαγχονισμοῦ ἐν ἔτει 1816 (ἤ 1819).

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ὁσιομαρτύρων τῶν Ῥώσσων Βασιλείου καὶ Θεοδώρου, τῶν ἐν τῷ Σπηλαίῳ
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ἡγιάσθησαν, ἐλεύσει τῶν λειψάνων σου, Νήφων μακάριε, οἱ ἐν Δακίᾳ πιστοί, δοξάζοντες Κύριον τὸ σὲ δοξάσαντα, ᾧ καὶ ἔψαλλον· Ὁ τῶν Πατέρων Κύριος καὶ Θεὸς εὐλογητὸς εἶ.
Νοῦν θεόφρονα, ἀπὸ παιδὸς κτησάμενος, Νήφων μακάριε, ὅλον τὸν βίον τὸν σὸν, Θεῷ καθιέρωσας, ᾧ καὶ ἑπόμενος, χαίρων ἔψαλλες· Ὁ τῶν Πατέρων Κύριος καὶ Θεὸς εὐλογητὸς εἶ.
Γέρας τίμιον, καὶ θησαυρὸν πολύτιμον, Προδρόμου κέκτηται, ἡ σεβασμία Μονή, τὰ θεῖά σου λείψανα, Νήφων μακάριε, οἷς προσπίπτοντες, ἁγιασμὸν λαμβάνομεν, καὶ παράκλησιν ἁγίαν.
Θεοτοκίον.​
Ἐξ αἱμάτων σου, προῆλθεν ὑπὲρ ἔννοιαν,Χριστὸς ὁ Κύριος, δίχα τροπῆς καὶ φυρμοῦ, καὶ ἔσωσεν ἅπαντας, Παρθένε Ἄχραντε, τοὺς κραυγάζοντας· χαῖρε ἡ κόσμῳ βλύσασα, γλυκασμὸν ἀθανασίας.

Ἕτερος. Παῖδες Ἑβραίων.
Ῥήμασι θείοις σου παμμάκαρ, ὁδηγούμενοι πρὸς θείας ἀναβάσεις, μοναστῶν οἰ χοροί, ἐβόων Πάτερ Νήφων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εὶς τοὺς αἰῶνας.
Χάριτος πλείστης ἠξιώθη, ὁ χριστώνυμος λαὸς ὁ τῆς Δακίας, προσκυνήσας πιστῶς, τὰ θεῖα λείψανά σου, Νήφων Πατέρων καύχημα, καὶ Πατριαρχῶν λαμπρότης.
Ἅγιον βίον διανύσας, καθηγίασας ταῖς ἀρεταῖς σου Πάτερ, Βαπτιστοῦ τὴν Μονήν, καὶ πάντας τοὺς ἐν Ἄθῳ, διδασκαλίαις θείαις σου, Νήφων καθηγιασμένε.
Θεοτοκίον.​
Γέφυρα ὤφθης Θεοτόκε, μεταφέρουσα ζωὴν πρὸς αἰωνίαν, ἐκ θανάτου φθορᾶς, τοὺς πίστει ἀνυμνοῦντας, τὸ ὑπὲρ νοῦν μυστήριον, τοῦ ἀφράστου τοκετοῦ σου.

Ωδὴ η΄. Παῖδας εὐαγεῖς.
Ῥάβδῳ μυστικῇ ὁρθῶν δογμάτων, καὶ βίου σου ἐναρέτουν ἐπιδείξεσιν, ἀπλανῶς ἐποίμανας, καὶ καλῶς ὡδήγησας, τὴν Ἐκκλησίαν Ἅγιε, πρὸς ἀφθαρσίας νομάς, καὶ φθόνῳ μακρυνθεὶς τῆς σῆς ποίμνης, ὕμνεις Ἱεράρχα, τὸν πάντων εὐυεργέτην.
Ἄνωθεν φῶς θεῖόν σε καλύψαν, ὡς στῦλον οὐρανομήκη καὶ ὁλόφωτον, ἄγνωστον τελοῦντά σε. ἐν νυκτὶ ἐπέδειξε, τῶ μοναχῷ φυλάττοντι σὺν σοὶ μακάριε, καὶ ἅπαντες ἐξέστησαν σφόδρα, γνόντες Ἱεράρχα, τὸν πλοῦτον τῆς ψυχῆς σου.
Σοῦ τὴν κεκρυμμένην πολιτείαν, τοῖς πᾶσιν ὁ Κτίστης Πάτερ ἀπεκάλυψεν· ὁ γὰρ θεῖος Πρόδρομος, ἐπιστὰς ἐγνώρισε, τῷ τῆς Μονῆς ἡγήτορι, σὲ τὸν κρυπτόμενον, καὶ πάντες προσπεσόντες, ἐζήτουν, τὴν σὴν εὐλογίαν, ἡγιασμένε Νήφων.
Θεοτοκίον.​
Ἴασαι ψυχὴν μου τὴν νοσοῦσαν, καὶ ῥῦσαί με ἐπηρείας τοῦ ἀλάστορος, μόνη Παντευλόγητε, Μῆτερ Ἀειπάρθενε, καὶ φαύλων ἐνθυμήσεων, τὸν νοῦν μου κάθαρον, πταισμάτων μου αἰτοῦσα τὴν λύσιν, ἵνα σε δοξάζω, Ὑπέρδεδοξασμένη.

Ἕτερος. Ἑπταπλασίως κάμινον.​
Ἐν Ἱεράρχαις Ὅσιος, καὶ ποιμὴν ἐνθεώτατος, ἐν Αρχιερεύσιν ὡς θεράπων γνήσιος, Θεοῦ Παντοκράτορος, ἐφάνης Νήφων ἔνδοξε, καὶ ἐν Πατριάρχαις, ἱερῶς διαπρέψας, τῆς δόξης τοῦ Σωτῆρος, κοινωνὸς ἀνεδειχθης, ὁσίως σου τὸν δρόμον, τελέσας Ἱεράρχα.
Ῥήσεσι τῶν χειλέων σου, ἀπειθήσας ὁ Ῥάδουλος, τῆς ὁργῆς Κυρίου ἐνδίκως πεπείραται, ἐλέους δὲ ἔτυχε, διὰ τῶν λειψάνων σου· ὅθεν τῆς Δακίας, οἱ πιστοὶ ἀνεβόων· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἀσκητικοῖς παλαίσμασιν, Νήφων Πάτερ μακάριε, τῆς ιεραρχίας λαμπροτέραν ἔδειξας, στολὴν τὴν ὑπέρτιμον, μεθ’ ἧς καὶ ἀνελήλυθας, εἰς ναὸν τὸν ἄνω, εἰς σκηνὴν τὴν ἁγίαν, Χριστοῦ τῆς βασιλείας, μεσιτεύων Κυρίῳ, ὑπὲρ τῶν ἐκτελοῦντων, τὴν ἱεράν σου μνήμην.
Θεοτοκίον.​
Σεσαρκωμένον τέτοκας, τὸν πρὶν ἄσαρκον Ἄχραντε, Λόγον τοῦ Θεοῦ δι’ ἄκραν ἀγαθότητα, ἀσύγχυτον ἄτρεπτον, καὶ μετὰ τόκον μείναντα· ὄθεν ὡς αἰτίαν, τῆς ἡμῶν σωτηρίας, ὑμνοῦμέν σε Παρθένε, καὶ πόθῳ σοι βοῶμεν· χαῖρε Εὐλογημένη, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ΄. Ἅπας γηγενής.​
Μνήμην τὴν σεπτήν, τῆς σῆς μεταστάσεως,ζωὴν πρὸς ἄληκτον, Πάτερ ἑορτάζουσα, ἡ εὐαγής σου Μονὴ ἀγάλλεται, καὶ συγκαλεῖται ἅπαντα, τὸν Ἄθω μέλψαι σου, τοὺς ἀγῶνας, Νήφων καὶ τὰ ἔπαθλα, ἅ θεόθεν ἀξίως ἀπείληφας.
Ὁ θεοειδής, θεράπων τοῦ Κτίσαντος, καὶ μύστης ἄριστος, τῆς θείας χρηστότητος, ὁ θεοφόρος Νήφων ὑμνείσθω μου, Πατριαρχῶν τὸ καύχημα, καὶ ἀγαλλίαμα, καὶ τῆς Μάνδρας τοῦ Προδρόμου στήριγμα, καὶ μεσίτης θερμὸς πρὸς τὸν Κύριον.
Ὕψωσον σοφέ, τὰς χεῖρας δεόμενος πρὸς τὸν Οἰκτίρμονα, ὑπὲρ τῶν ὑμνούντων σε, Ἀρχιεράρχα Νήφων μακάριε, καὶ πρόσδεξαι τὸν ὕμνον μου ὡς συμπαθέστατος, καὶ πταισμάτων, αἴτει μοι τὴν ἄφεσιν, παῤῥησίαν ὡς ἔχων πρὸς Κύριον.
Θεοτοκίον.​
Ὕψιστον Θεόν, τεκοῦσα ἐν σώματι τὸν ἀπερίγραπτον, ὕψωσας Πανάχραντε, πρὸς τὴν ἀρχαίαν μακαριότητα, τὸν πεπτωκότα ἄνθρωπον· διὸ ἀνύψωσον, καὶ τὸν νοῦν μου,πρὸς τὸν θεῖον ἔρωτα, ἵνα θείας μετάσχω λαμπρότητος.

Ἕτερος. Ἐξέστη ἐπὶ τούτῳ.
Ἰδεῖν κατηξιώθης ἀπολυθείς, τῆς σαρκὸς Πάτερ Νήφων μακάριε, τὰ ὑπὲρ νοῦν, καὶ ὑπὲρ κατάληψιν ἀγαθά, ὧν κληρονόμος γέγονας, οἷα Ἰεράρχης θεοειδής, χαρᾶς ἀκαταλήκτου, καὶ θείας μετουσίας, ἐπαπολαύων παναοίδιμε.
Μέγιστος διαπρέψας ἐπὶ τῆς γῆς, ἑράρχα ἀγῶσι καὶ σκάμμασιν, ὑπὲρ Χριστοῦ, καὶ τῆς Ἐκκλησίας τῆς ἑαυτού, μεγάλης κατηξίωσαι, Πάτερ εὐκληρίας ἐν οὐρανοῖς, ἱσότιμος Ἁγίων, γεγενημένος Νήφων, καὶ τῶν Ἀγγέλων ἰσοστάσιος.
Οὐράνιον ἀπόλαυσιν καὶ ζωήν, εἰληφὼς Πάτερ Νήφων θεσπέσιε, παρὰ Χριστοῦ, βλέψον οὐρανόθεν ὡς συμπαθής, ἐπὶ τὴν Μάνδραν Ὅσιε, ταύτην ἐν ᾗ ἤνυσας τὴν ζωήν, καὶ δίδοι τοῖς σοῖς τέκνοις, εἰρήνην, εὐλογίαν, καὶ κοινωνίαν θείας χάριτος.
Θεοτοκίον.
Ὑμνοῦμεν Ὑπερύμνητε Μαριάμ, ὁ τοῦ τόκου σου μέγα μυστήριον· ὅτι θεόν, τέτοκας ἀφράστως σωματικῶς, καὶ πρὸς ζωὴν ἀθάνατον, ἐκ θανάτου ὕψωσας τὸν Ἀδάμ· διὸ θανατηφόρων, παθῶν με Θεοτόκε, ῥῦσαι καὶ σῶσόν με τὸν δοῦλόν σου.



Ἐξαποστειλάρια. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ἱεραρχίας ἔνδυμα, ἐπαξίως φορέσας, ἐν Πατριάρχαις ἔλλαμψας, ὡς ἀστὴρ ὑπερλάμπων, τῶν ἀρετῶν ταῖς ἀκτῖσι, καὶ τῶν λόγων τῷ φέγγει, Νήφων Πατέρων καυχημα, καὶ τοῦ Ἄθω λαμπρότης, καὶ Μοναστῶν, θεία ὑποτύπωσις ἐν ἀγῶσι· διὸ τὴν φωτοφόρον σου, ἑορτάζομεν μνήμην.
Τῆς ἑορτῆς.
Ἐν τῷ Θαβὼρ ἐξήστραψας, ὡς ηὐδόκησας Σῶτερ, καὶ Μαθηταῖς σου ἔδειξας, ὡς ἐχώρουν τὴν δόξαν, τῆς σῆς Θεότητος Λόγε· ἔβλεπον γὰρ Οἰκτίρμον, τῆς σῆς μορφῆς τὴν ἔλλαμψιν, ὑπὲρ ἥλιον λάμπουσα παμφαῶς, καὶ πρηνεῖς πεσόντες ἐδοξολόγουν, τῆς σῆς φρικτῆς κενώσεως, τὸν ἀπόῤῥητον Λόγον.

Εἰς τοὺς Αἴνους. Ἦχος πλ. δ΄. Ὤ τοῦ παραδόξου θαύματος.
Νήφων Ἱεράρχα Ὅσιε, ἀνατεθεὶς τῷ Θεῷ, νουνεχῶς ἠκολούθησας, τούτοι τοῖς διδάγμασι, σεαυτὸν ἀρνησάμενος· καὶ Ἱεράρχης ὤφθης θεόληπτος, βουλῇ τῇ θείᾳ ὡς σκεῦος ἄξιον. Ὅθεν τὴν μνήμην σου, τὴν ἁγίαν σήμερον, περιχαρῶς, πάντες ἑορτάζομεν, σὲ μακαρίζομεν.

Νήφων Ἱεράρχα Ὅσιε, τοῦ Βυζαντίου ποιμήν, καὶ θεόσοφος πρόεδρος, ὡς φωτὸς ἀνάπλεως, ἀληθῶς ἐχρημάτισας, καὶ φθόνῳ Πάτερ, ἀπὸ τῆς ποίμνης σου, ως ἐχωρίσθης οὐ κατενάρκησας, ἀλλ’ ὥσπερ ἥλιος, ἐν Δακίᾳ ἔλαμψας, καὶ τοὺς πιστούς, λόγῳ σου ἐπαίδευσας, πρὸς βίον κρείττονα.

Νήφων Ἱεράρχα ἔνδοξε, παιδαγωγὸς ἀληθής, μοναστῶν ἐχρημάτισας, ἐν ὄρει τοῦ Ἄθωνος, τῇ πολλῇ ταπεινώσει σου· ὅθεν πρὸς ὕψος βίου σεμνότητος, ἡμᾶς ἀνάγεις τῇ πολιτείᾳ σου· πᾶσι παρέχεις γάρ, ἀκριβὲς ὑπόδειγμα πρὸς ἀρετήν, τῇ σῇ καθαρότητι, ἀξιοθαύμαστε.

Νήφων Ἱεράρχα ἔνδοξε, ἡ τοῦ Προδρόμου Μονή, ἐν ᾗ χαίρων διήνυσας, τοὺς λαμπροὺς ἀγῶνάς σου, τὴν σορὸν τῶν λειψάνων σου, καθάπερ θεῖον θησαυρὸν ἔχουσα, πανηγυριζεὶ φαιδρῶς τὴν μνήμην σου· ᾗ δίδου πάντοτε, ταῖς σαῖς παρακλήσεσι, πρὸς τὸν Χρισρόν, εὐλογίας δόματα, καὶ χάριν ἄνωθεν.

Δόξα. Ἦχος πλ. α΄.
Εὐαγγελίου τῷ φωτί, τὴν ζωὴν λαμπρύνων, τῶν ἀρετῶν τὴν πράξιν ἔργον ἔσχες, ὡς τὰ ἄνω φρονῶν Πάτερ καὶ ποθῶν· καὶ ποιμαντικῶς διαπρέψας, ὡς Ἱεράρχης Ὅσιος καὶ ἄκακος, τῆς Ἐκκλησίας κόσμος ὤφθης, καὶ Πατριαρχῶν ὡράϊσμα, Νήφων ἱερώτατε· ὅλον γὰρ τὸν βίον, ὑπὲρ τῆς δόξης Κυρίου, ἐν σοφίᾳ διέθου. Ἀλλ’ ὡς τῆς ἄνω δόξης κοινωνός, μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Τῆς ἑορτῆς.
Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν, καὶ θεασώμεθα τὴν δόξαν τῆς Μεταμορφώσεως Αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός· φωτὶ προσλάβωμεν φῶς, καὶ μετάρσιοι γενόμενοι τῷ Πνεύματι, Τριάδα ὁμοούσιον ὑμνήσωμεν εἰς τοὺς αἰῶνας.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.​

Εἰς τὴν Λειτουργίαν

Τὰ τυπικά, οἱ Μακαρισμοί, καὶ ἐκ τῶν κανόνων· ἡ γ΄ ὠδὴ τῆς ἑορτῆς, ἡ γ΄ τοῦ α΄ κανόνος τοῦ Ἁγίου καὶ ἡ στ΄ ὠδὴ τοῦ β΄.

Ἀπόστολον καὶ Εὐαγγέλιον ζήτει τῇ 13ῃ Νοεμβρίου τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου.

Κοινωνικόν.
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

Μεγαλυνάριον.
Χαίροις Βυζαντίου θεῖος ποιμήν· χαίροις ὅρους Ἄθω, καὶ Δακίας λαμπρὸς φωστήρ, καὶ Μονῆς Προδρόμου, ἀγλάϊσμα καὶ γέρας, Πατριαρχῶν ἡ δόξα, Νήφων Πατὴρ ἡμῶν.


Μετ᾿ ἐλαχίστων διορθώσεων ἐκ τῆς πηγῆς ἐξ ἧς ἐλήφθη, ἀφιεροῦται τῷ αἰτήσαντι.
ἀρχιμ. Μ. Μ. Μ.


 
Last edited:

Doukellis

Ιωάννης Δουκέλλης
Η παραπάνω ακολουθία διαμορφωμένη κατάλληλα σε word & σε pdf.
 

Attachments

  • Ακολουθία Αγίου Νήφωνος Πατριάρχου Κωνσταντινουπόλεως.docx
    116.4 KB · Views: 83
  • Ακολουθία Αγίου Νήφωνος Πατριάρχου Κωνσταντινουπόλεως.pdf
    762.9 KB · Views: 198
Top