09. Τέταρτο στιχηρὸ προσόμοιο ἁγίων τεσσαράκοντα

MTheodorakis

Παλαιό Μέλος
#1


Τέταρτο στιχηρὸ προσόμοιο ἁγίων τεσσαράκοντα μαρτύρων πρὸς τὸ Φέροντες τὰ παρόντα γενναίως:

«Στέργοντες ἀφορήτους ὀδύνας, σπεύδοντες πρὸς ἄπονον λῆξιν, πρὸς ἀλλήλους ἔλεγον οἱ ἅγιοι μάρτυρες· ὥσπερ ἐν πολέμοις ὁμονοήσαντες, ἐν τοῖς σωματικοῖς πρώην εὔκλειαν τερπνὴν εἱλόμεθα, καὶ νῦν πονηροῖς ἀντιπαλαίσωμεν δαίμοσιν, καὶ τιμῆς ἀτρέπτου ἐπιλαβέσθαι σπουδάσωμεν. Καὶ μὴ ἐκκλίνωμεν θείας βασιλείας, ἐκείνων ποθήσωμεν, ἔνθα τοὺς στεφάνους τῆς δόξης ἀναδησώμεθα»

(χφ. Σινὰ 637 μηναῖα ια'-ιβ' αἰ. ἔκδ. Τ. Π. Θέμελη Τὰ μηναῖα ἀπὸ τοῦ ια’ μέχρι τοῦ ιγ’ αἰῶνος Ἐκκλ. Φάρος λ’ (1931) σ. 525).




«Στέργοντες ἀφορήτους ὀδύνας, σπεύδοντες πρὸς ἄπονον λῆξιν, πρὸς ἀλλήλους ἔλεγον οἱ ἅγιοι μάρτυρες· ὥσπερ ἐν πολέμοις ὁμονοήσαντες, ἐν τοῖς σωματικοῖς πρώην εὔκλειαν εὑράμεθα, καὶ νῦν πονηροῖς ἀντιπαλαίσωμεν δαίμοσιν, καὶ τιμῆς ἀτρέπτου ἐπιλαβέσθαι σπουδάσωμεν. Μὴ ἀστοχήσωμεν θείας βασιλείας, ἐκεῖνον ποθήσωμεν, ἔνθα τοὺς στεφάνους τῆς νίκης ἀναδησώμεθα, παρὰ Χριστοῦ τοῦ Θεοῦ καὶ σωτῆρος τῶν ψυχῶν ἡμῶν»

(χφ. Paris. gr. 342 μηναῖα ιε' αἰ. φ. 43r).
 
Last edited:
Top