Δημήτριος Δράγνεφ
Νέο μέλος
Ἔχω μίαν ἐρώτησιν. Ἑν τῷ Μηναίῳ, μετὰ ὅλα τὰ ψαλλόμενα τῶν Θεοφανείων, ὑπάρχει ἡ ἑξῆς σημείωσις
"Περὶ τῆς Ἑορτῆς τῶν Φώτων οὕτω φαμέν· ὅτι, καθὼς παρελάβομεν παρὰ τῶν Πατέρων ἡμῶν, οὕτω τηροῦμεν ἐν πάσαις ταῖς καθ᾿ ἡμᾶς Ἐκκλησίαις· ἵνα καταλύωμεν τὸ δωδεκαήμερον ὅλον, πλὴν τῆς τελευταίας ἡμέρας, ἥτις ἐστὶν ἡ Παραμονή· ταύτην γὰρ νηστεύομεν, κἂν ἐν Σαββάτῳ τύχῃ ἢ Κυριακῇ, κατὰ τὸν Κανόνα τοῦ Θεοφίλου· ἀντ᾿ αὐτῆς δὲ καταλύομεν, ὡς τελευταίαν καὶ δωδεκάτην, αὐτὴν τὴν ἡμέραν τῆς Ἑορτῆς, κἂν ἐν Τετράδι τύχῃ ἢ Παρασκευῇ, ἐν ᾗ τὰ Τροπάρια τῶν Ὡρῶν καὶ ἡ Ἐνάτη σὺν τῷ Ἑσπερινῷ ψάλλονται, οὐκ ὀφείλομεν νηστεύειν, ἐντὸς τῶν δώδεκα ἡμερῶν οὖσαν. Εἰ δέ τις προβάλοιτο τὴν Ἐνάτην καὶ τὸν Ἑσπερινόν, ἐνθυμηθήτω, ὅτι καὶ τῇ Τετάρτῃ καὶ τῇ Παρασκευῇ τῆς Τυρινῆς Ἐνάτην καὶ Ἑσπερινὸν ψάλλομεν, ἀλλ᾿ οὐδὲν ἧττον τυρὸν καὶ ὠὰ ἐσθίομεν."
Ὁ ἐννοεῖται, εἷναι μοι σαφές, καἰ ὅλα ἀπὸ τῆς ἀρχῆς ἕως τοῦ "κἂν ἐν Τετράδι τύχῃ ἢ Παρασκευῇ [ἡ Ἑορτὴ τῶν Φώτων]". Ἀλλὰ διὰ τί μετὰ ταῦτα πάλιν ὁ λόγος εἶναι περὶ τῶν Ὠρῶν κτλ., ἅ ψάλλονται τῇ προηγουμένῃ ἡμέρᾳ;

Last edited: