02. Ἕτερα στιχηρὰ Ὑπαπαντῆς

MTheodorakis

Παλαιό Μέλος
#1
Τέταρτο στιχηρὸ προσόμοιο ἑσπερίων:

«Χαῖρε Συμεών, δέχου σαῖς ἀγκάλαις Χριστὸν τὸν πλαστουργόν σου, τὴν ἀπόλυσιν αἰτῶν, Νῦν ἀπολύεις με ἐκβοῶν τὸν οἰκέτην σου, μέμνησο δὲ ἐν ταῖς εὐχαῖς σου ἡμῶν, λύσιν ἁμαρτημάτων παρέχων, τοῖς σὲ τιμῶσιν ἀεί, καὶ πίστει γεραίρουσιν τὴν σὴν μετάστασιν»

(χφ. Vat. gr. 1844 ἀνθολόγιο ιδ’ αἰ. φ. 31v).




Τέταρτο στιχηρὸ προσόμοιο ἀποστίχων:

«Τὸν μονογενῆ ἐξ ἀνάρχου Πατρός, διανοίξαντα μήτραν ἀσπόρου μητρός, πειθαρχοῦσα νόμου θεσμοῖς ἡ Θεοτόκος Μαρία, τὸν ἐπ’ ἐσχάτων ἐξ αὐτῆς σαρκωθέντα, καὶ τοῖς ἀνθρώποις συναναστραφέντα, προσφέρει Θεῷ τὸν πάντων βασιλέα, πληροῦντα νόμον τὸν πάλαι νομοδότην, ὅν λαβὼν Συμεὼν ἐν ἀγκάλαις αὐτοῦ, ἠγαλλιάσατω βοῶν ἰδοὺ τὸ φῶς τῶν ἐθνῶν, ἰδοὺ τοῦ Ἰσραὴλ ἡ δόξα καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν»

(χφ. Paris. gr. 1562 μηναῖο Φεβρουαρίου ια’ αἰ. φ. 11r).


«Τὸν μονογενῆ ἐξ ἀνάρχου Πατρός, διανοίξαντα μήτραν ἀσπόρου μητρός, πειθαρχοῦσα νόμου θεσμοῖς ἡ Θεοτόκος Μαρία, τὸν ἐπ’ ἐσχάτων ἐξ αὐτῆς σαρκωθέντα, καὶ τοῖς ἀνθρώποις συναναστραφέντα, προσφέρει Θεῷ τὸν πάντων ἱεράρχην, πληροῦντα νόμον τὸν πάλαι νομοδότην, ὅν λαβὼν Συμεὼν ἐν ἀγκάλαις αὐτοῦ, ἠγαλλιάσατω βοῶν ἰδοὺ τὸ φῶς τῶν ἐθνῶν, ἰδοὺ τοῦ Ἰσραὴλ ἡ δόξα καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν»

(Σινὰ 597 μηναῖα ια’ αἰ. φ. 106v, παρομοίως χφ. Σινὰ 2113 μηναῖα ιγ’ αἰ. φφ. 336v-337r).



«Τὸν μονογενῆ ἐξ ἀνάρχου τοῦ Πατρός, διανοίξαντα μήτραν ἀσπόρου μητρός, πειθαρχοῦσα νόμου θεσμοῖς ἡ Θεοτόκος Μαρία, τὸν ἐπ’ ἐσχάτων ἐξ αὐτῆς σαρκωθέντα, καὶ τοῖς ἀνθρώποις συναναστραφέντα, προσφέρει Θεῷ τὸν πάντων ἱεράρχην, πληροῦντα νόμον τὸν πάλαι νομοδότην, ὅν λαβὼν Συμεὼν ἐν ἀγκάλαις αὐτοῦ, ἐκήρυττε λαοῖς Θεὸς ὑπάρχει οὗτος, Πατρὶ συναΐδιος καὶ λυτρωτὴς τῶν ψυχῶν ἡμῶν»

(χφ. Σταυρονικήτα 223 μηναῖο τοῦ ἔτους 1103 φ. 18r-v, παρομοίως χφφ. Vat. gr. 1547 ἀνθολόγιο ιβ’ αἰ. φφ. 74v-75r, Σινὰ 673 ἀνθολόγιο ιδ’ αἰ. φ. 98r-v).
 
Last edited:
Top