01. Ἁγίων ἀναργύρων

MTheodorakis

Παλαιό Μέλος
«Θεοφάνους. Ὅλην ἀποθέμενοι...δωρεὰν δίδωσιν»

(χφ. Σινὰ 555 μηναῖα ια’-ιβ’ αἰ. φ. 136r).

«δωρεὰν δίδωσιν»

(χφφ. μηναῖα Σινὰ 570 ι’-ια’ αἰ. φ. 1r, Σινὰ 624 ι’-ια’ αἰ. φ. 3v, Σινὰ 566 ια’ αἰ. φ. 3r, Σινὰ 569 ια’ αἰ. φ. 1r, Μ. Λαύρας Δ-45 ια’-ιβ’ αἰ. φ. 122v, Σινὰ 572 ια’-ιβ’ αἰ. φ. 3v, Σινὰ 568 ια’-ιβ’ αἰ. φ. 6v).

«Ὅλον εἰσοικίσασα, ἐν ἑαυτῇ τὸν σωτῆρα, δυὰς ἡ ἀοίδιμος...»

(χφφ. μηναῖα Σινὰ 566 ια’ αἰ. φ. 3v, Σινὰ 569 ια’ αἰ. φ. 1r, Σινὰ 555 ια’-ιβ’ αἰ. φ. 136v, Σινὰ 572 ια’-ιβ’ αἰ. φ. 3v, Σινὰ 568 ια’-ιβ’ αἰ. φ. 7r, Μ. Λαύρας Δ-45 ια’-ιβ’ αἰ. φ. 122v, Paris. gr. 1570 τοῦ ἔτους 1127 φ. 2r, RGB 270 25 ιβ’ αἰ. φ. 106v).



Ἕτερα στιχηρὰ προσόμοια πρὸς τὸ Ὅλην ἀποθέμενοι.

«Αἴγλῃ τῇ τοῦ Πνεύματος, καταλαμφθέντες ἐνθέως, φωτισμὸν αὐγάζουσι, τοῖς πιστοῖς οἱ ἅγιοι τῶν ἰάσεων, τῶν παθῶν ἅπασαν ἀληθῶς λύοντες, τὴν ὀμίχλην τῷ φωτὶ τοῦ Χριστοῦ, διὸ καὶ ἅπαντας μεγαλοπρεπῶς συνεκάλεσαν, ἀνθρώπους πρὸς εὐφρόσυνον, πανδεσίαν νῦν ἐν τῇ μνήμῃ αὐτῶν, ἵνα εὐωχοῦντες, τοῖς θαύμασιν ἡμᾶς πνευματικῶς, ἐν παῤῥησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν»

(χφ. Σινὰ 627 μηναῖο Ἰουλίου ια’ αἰ. φ. 2r, παρομοίως χφ. Σινὰ 637 ἀνθολόγιο ιβ’ αἰ. φ. 129r).

«Ὅλην τὴν τοῦ Πνεύματος ἐπισπασάμενοι χάριν, καὶ καταπατήσαντες, προσπαθείας ἐμπαθοῦς τὸ πολύπειρον, ἀκτησίαν ἤσκησαν, καὶ Χριστὸν ἐπλούτισαν, μαργαρίτην τὸν πολύτιμον, χρυσὸν καὶ ἄργυρον, τὰς θαυματουργίας κτησάμενοι, καὶ χρήζουσιν ἰάσεως, διδοῦσιν ἀφθόνως πλουτίζοντες, ζεῦγος τῆς Τριάδος, Κοσμᾶς Δαμιανός τε οἱ σοφοί, ἐν παῤῥησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν»

(χφ. Τ. Σταυροῦ 80 μηναῖα ιβ’ αἰ. φ. 110r-v, παρομοίως χφφ. μηναῖα Vat. gr. 2 ια’ αἰ. φ. 78r, ἁγ. Σάβα 41 ιβ’-ιγ’ αἰ. φ. 101r, RGB 270 26 ιβ’-ιγ’ αἰ. φ. 178r-v).

«Ὅλην ἀπωσάμενοι, τὴν τῶν παθῶν τυραννίδα, καὶ πᾶσαν ἐπίνοιαν, τοῦ δολίου δράκοντος συμπατήσαντες, ἐν Χριστῷ ἅγιοι, φωταυγεῖς ὤφθητε, ὥσπερ λύχνοι καταυγάζοντες, πᾶσαν ὑφήλιον ταῖς θεοσημείαις ἑκάστοτε, τὸ σκότος ἐκδιώκοντες τῶν ἀῤῥωστημάτων ἐν χάριτι, καὶ πάντων σωτῆρες, δεικνύμενοι τῶν πίστει ἀκλινεῖ, ἐπιτελούντων τὴν ἔνδοξον, μνήμην ὑμῶν πάνσοφοι»

(χφφ. Σινὰ 624 μηναῖο Ἰουλίου ι’-ια’ αἰ. φφ. 3v-4r, Paris. gr. 344 ἀνθολόγιο ιε’ αἰ. φ. 139r-v).

«Ὡς ῥόδα ἡδύπνοα, ταῖς ἀρεταῖς γεγονότες, ἅγιοι ἀνάργυροι, εὐωδίαν χάριτι ἀποπέμπετε, τοῦ σεπτοῦ Πνεύματος, ἀληθοῦς γνώσεως, καὶ θαυμάτων ἐπιδείξεως, καὶ ἀπελαύνετε, πάθη τὰ δυσώδη ἑκάστοτε, καὶ πνεύματα διώκετε, καὶ τοὺς πειρασμοὺς διαλύετε. Ὅθεν ἐν αἰνέσει, δοξάζοντες ὑμᾶς περιχαρῶς, τὴν ἑορτὴν ὑμῶν σήμερον, πόθῳ ἑορτάζομεν»

(χφ. Σινὰ 624 μηναῖο Ἰουλίου ι’-ια’ αἰ. φ. 3v, παρομοίως χφ. Paris. gr. 344 ἀνθολόγιο ιε’ αἰ. φ. 139v).

«Κόσμον ἀναφαίρετον, στολιζομένη ποικίλως, ἡ Χριστοῦ πανάγιοι, ἐκκλησία τὰ ὑμῶν κατορθώματα, καὶ τερπνὸν στέφανον, μυστικὸν φέρουσα, τῶν θαυμάτων τὰ χαρίσματα, καταφαιδρύνεται καὶ χαρμονικῶς ἐπαγάλλεται, ἀνθρώπους δὲ προτρέπεται, συμπανηγυρίσαι τῇ δόξῃ αὐτῆς, ἵνα μετασχόντες τοῖς θαύμασιν ὑμᾶς πνευματικῶς, ἐν παῤῥησίᾳ δοξάζομεν, καὶ πανηγυρίζομεν»

(χφ. Σινὰ 627 μηναῖο Ἰουλίου ια’ αἰ. φ. 2r).

«Πηγὴ ἀνεξάντλητος, ἐκ τῶν πηγῶν ἀρδομένη, τοῦ ἁγίου Πνεύματος, καὶ τῆς γῆς τὰ πέρατα καταρδεύουσα, καὶ παθῶν βόρβορον, τῶν πιστῶν χάριτι, ἀενάως ἀποπλύνουσα, ὑμεῖς ἐδείχθητε, ὅσιοι Κυρίου θεράποντες, διὸ ὑμῶν δεόμεθα, παύσατε ἡμῶν τὰ νοσήματα, ψυχῶν καὶ σωμάτων, καὶ πάντα πειρασμὸν ἐπιβλαβῆ, ταῖς προσευχαῖς ὑμῶν λύσατε, ἅγιοι ἀνάργυροι.

Δεῦτε ὦ φιλέορτοι, συνεορτάσωμεν ὕμνοις, ταῖς ἀγγέλων τάξεσιν, Κοσμᾶ καὶ Δαμιανοῦ τὰ μνημόσυνα, καὶ αὐταῖς ὄψεσιν, εὐσεβῶς ἴδωμεν, πᾶσαν νόσον θεραπεύοντας, τυφλοὺς ἀναβλέποντας, καὶ χωλοὺς εὐδρομήσαντας, δαιμόνων δὲ τὰς φάλαγγας, φυγαδευομένας τῇ χάριτι, ὥσπερ ὁ δεσπότης, ἀφθόνως παρέσχετο αὐτοῖς, ἐν παῤῥησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν»

(χφ. ἁγ. Σάβα 72 μηναῖα ιβ’ αἰ. φ. 177r).
 
Last edited:
Top