Ὑπακοὲς Χριστουγέννων

MTheodorakis

Παλαιό Μέλος
«Ἦχος πλ. δ’.

Ἐν τῇ ἀῤῥήτω κυήσει σου Θεοτόκε ποιμένες δι’ ἀγγέλων ἐδιδάχθησαν τοῦ υἱοῦ σου καὶ ἀληθινοῦ ἡμῶν ποιμένος τὴν σάρκωσιν, μάγοι δι’ ἀστέρος κατενόησαν Θεὸν ἀναλλοιώτως κενούμενον, ἐκὼν γὰρ πτωχεύσας ἠνέσχετο, ἵνα πλουτίσῃ τὸ ἀνθρώπινον φύραμα. Αὐτὸν ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν»

(χφ. Ῥουσάνου 18 μηναῖο Δεκεμβρίου ιδ’ αἰ. φ. 175r-v).


«Ἦχος πλ. α’.

Ἐν τῇ δημιουργίᾳ τῆς κτίσεως ἐξ ἀνδρὸς ἡ Εὔα γεγένηται. Ἐν τῇ σωτηρίᾳ τῆς φύσεως ὁ Χριστὸς ἐκ σοῦ παρθένε σεσάρκωται. Σὺ τὸ χρέος ἀπέδωκας τῷ ἀσπόρῳ τόκῳ σου Λόγον σαρκωθέντα κυήσασα, ὅν ἱκέτευε Θεοτόκε σωθῆναι τὰς ψυχὰς ἡμῶν»

(χφ. Ῥουσάνου 18 μηναῖο Δεκεμβρίου ιδ’ αἰ. φ. 175v).
 
Top