Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ

MTheodorakis

Παλαιό Μέλος
«Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Θεός, ὁ χρηστός, καὶ μακρόθυμος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν εἰς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, αὐτός Κύριε, πρόσδεξαι ἡμῶν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ εὔθυνον ἡμῶν τὴν ζωὴν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὸ σῶμα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ θλίψεως καὶ ὀδύνης, ἵνα τῇ παρεμβολῇ τῶν ἀγγέλων φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα της πίστεως καὶ τῆς ἐπιγνώσεως τῆς ἁγίας Τριάδος, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας. Ἀμήν»

(χφ. Paris. gr. 331 ὡρολόγιο ια’ αἰ. φφ. 144v-145v· προτεινόμενη μορφή).


«Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Θεός, ὁ χρηστός, ὁ μακρόθυμος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν εἰς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, αὐτός οὖν Κύριε, πρόσδεξαι καὶ ἡμῶν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον ἡμῶν τὴν ζωὴν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὸ σῶμα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ θλίψεως, κακῶν καὶ ὀδύνης, ἵνα τῇ παρεμβολῇ τῶν ἀγγέλων σου φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα της πίστεως καὶ τῆς ἐπιγνώσεως τῆς ἁγίας Τριάδος, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας. Ἀμήν»

(χφ. Βατοπαιδίου 1248 ὡρολόγιο τοῦ ἔτους 1077 φ. 23r).


«Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Θεός, ὁ χρηστός, ὁ μακρόθυμος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, αὐτός Κύριε, πρόσδεξαι τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα της πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν»

(χφ. Σινὰ 865 ὡρολόγιο ιβ’ αἰ. φφ. 98v-99r).


«Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Θεός, ὁ χρηστός, ὁ μακρόθυμος, ὁ τοὺς δικαίους ἀγαπῶν, τοὺς δὲ ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ εὔθυνον ἡμῶν τὴν ζωὴν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις ἀγγέλοις σου, ἵνα τῇ παρεμβολῇ τούτων φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα της πίστεως καὶ εἰς τῆς ἐπιγνώσεως τῆς ἁγίας Τριάδος, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν»

(χφ. British Library Add. 31214 ὡρολόγιο ιβ’ αἰ. φφ. 24v-25r).
 
Top