ἱερομόναχος Ῥωμανός Ἀναστασιάδης

Οδυσσέας Εσκιτζής

Παλαιό Μέλος
προϋπάρχον θέμα στο φόρουμ για τον π.Ρωμανό : http://analogion.com/forum/showthread.php?t=16697

Επιλογές από το κανάλι του π.Ρωμανού στο youtube: http://www.youtube.com/user/MonPraiser



Αὐγούστου μοναρχήσαντος: http://www.youtube.com/watch?v=PGvzoFcSyOs
Ὅτε Ἰωσήφ: http://www.youtube.com/watch?v=f6GT4Grepug
Ἐξεπλήττετο ὁ Ἡρῴδης: http://www.youtube.com/watch?v=cCOp2_LN3t4
Ἄκουε οὐρανέ: http://www.youtube.com/watch?v=H62YXld-_n0
Δεῦτε πιστοὶ ἐπαρθῶμεν ἐνθέως: http://www.youtube.com/watch?v=BCOezombDfM
Ἰωσήφ, εἰπὲ ἡμῖν: http://www.youtube.com/watch?v=alXmLtUKPCI
Πρὸ τῆς Γεννήσεως τῆς σῆς: http://www.youtube.com/watch?v=-h7bhJr6vck
Οὗτος ὁ Θεὸς ἡμῶν: http://www.youtube.com/watch?v=q7PyDbSOI1E
Τάδε λέγει Ἰωσὴφ πρὸς τὴν Παρθένον: http://www.youtube.com/watch?v=gGAog5tydpE
Νῦν προφητικὴ πρόρρησις: http://www.youtube.com/watch?v=lCeAwjw_GRo
Βηθλεὲμ ἑτοιμάζου: http://www.youtube.com/watch?v=kVF_01Hy9CQ
Στιχηρά Ιδιόμελα Εσπερινού Χριστουγέννων: http://www.youtube.com/watch?v=Xl_zqOO8E8k
 

PavlosKouris

Pavlos Papadopaidi
Χριστός ετέχθη.
Καιρό ακούω ότι καινούργιο ηχογραφεί ο π.Ρωμανός
κ πραγματικά θεωρώ ότι είναι κληρικός μεωραία φωνή
κ αρχοντικό ύφος. Αφού έχει ανοίξει το θέμα ο
Οδυσσέας ας το συνεχίσουμε.





 

PavlosKouris

Pavlos Papadopaidi
Συνεχίζουμε με την ωραία εκτέλεση
του Δοξαστικού των Αίνων των Χριστουγέννων.

 

ΝΕΚΤΑΡΙΟΣ ΚΟΥΓΙΑΣ

Παλαιό Μέλος
Ψάλλει ο ιερομόναχος π. Ρωμανός, προεόρτιους ὕμνους των Φώτων:



Α) Προσόμοια πρός τό «Αἱ Ἀγγελικαὶ», ψαλλόμενα εἰς τούς Αἴνους τῆς 2ας Ἰανουαρίου. Ἦχος πλ. του β'.

1). Αἱ Ἀγγελικαί, προπορεύεσθε Δυνάμεις, ἐκ τῆς Βηθλεέμ, πρὸς τὰ ῥεῖθρα Ἰορδάνου. Προέρχου Ἰωάννη, καταλείψας τὴν ἔρημον. Χαῖρε ποταμὲ καὶ εὐτρεπίζου. Πᾶσα δὲ γῆ ἀγαλλιάσθω. Χριστὸς ἔρχεται, τὴν ἁμαρτίαν τοῦ Ἀδάμ, καθᾶραι ὡς εὔσπλαγχνος.

2). Στόμασιν ἁγνοῖς, καὶ ψυχαῖς κεκαθαρμέναις, δεῦτε μυστικῶς, Βηθλεὲμ μεταχωροῦντες, καὶ πρὸς τὸν Ἰορδάνην, σὺν Χριστῷ ἐπειγόμενοι, ᾄσωμεν αὐτῷ μετ' εὐφροσύνης, αἱ πατριαὶ τῆς γῆς νῦν πᾶσαι, πιστῶς λέγουσαι• Εὐλογημένος ὁ ἐλθών, Θεὸς ἡμῶν δόξα Σοι.

3).Μέγα καὶ φρικτόν, τὸ μυστήριον ὑπάρχει! ὅτι ὁ Θεός, τοῖς ἀνθρώποις ὡμοιώθη, καὶ ἁμαρτίαν ὅλως, μὴ εἰδὼς ὁ ἀνεύθυνος, ὑπὸ Ἰωάννου βαπτισθῆναι, ἐν ποταμῷ τῷ Ἰορδάνῃ, αἰτεῖ σήμερον• Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα Σοι.

4). Ἄνθος ἐκ Δαυῒδ, ἀνατείλας τῆς Παρθένου, ἦλθεν ὁ Χριστός, πρὸς τὰ ῥεῖθρα Ἰορδάνου, τάς ἁμαρτίας πλῦναι, τοῦ Προπάτορος ὕδασι. Χόρευσον Ἀδάμ, εὐφραίνου Εὔα, ὁ οὐρανὸς ἀγαλλιάσθω, λαοὶ εἴπωμεν• Εὐλογημένος ὁ ἐλθών, Θεὸς ἡμῶν δόξα Σοι.

Β) Προσόμοια πρός τό «Οἶκος τοῦ Ἐφραθᾶ», ψαλλόμενα εἰς τόν Στίχον τῶν Αἴνων τῆς 5ης Ἰανουαρίου.

1). Ἴδε ὁ Βασιλεύς, ἰδοὺ ἡ προσδοκία, τοῦ Ἰσραὴλ ἐπέστη• Λαοὶ ἀγαλλιᾶσθε, τὸ φῶς γὰρ ἐπιφαίνεται.

2). Ὦπται τοῖς ἐπὶ γῆς, μετὰ σαρκὸς τὸ θεῖον, νῦν φῶς τοῖς ἐν τῷ σκότει, ἐπέφανε καὶ πᾶσιν, ἡ χάρις ἑξανέτειλεν.

3). Ὁ λύχνος τῷ Φωτί, ἡ αὐγὴ τῷ Ἡλίῳ, ὁ Πρόδρομος τῷ Λόγῳ, ὁ φίλος τῷ Νυμφίῳ, Προφῆτα καθυπούργησον.

Υ.Γ.: είναι χαρακτηριστικό το "Θεσσαλονικιώτικο", μεγαλοπρεπές - πομπώδες - επιβλητικό Ιεροψαλτικό ύφος, με το οποίο ερμηνεύει και αποδίδει, ο π. Ρωμανός, τους πιο πάνω ύμνους.
 

ΝΕΚΤΑΡΙΟΣ ΚΟΥΓΙΑΣ

Παλαιό Μέλος
Ακούμε τα Ιδιόμελα της Α΄ Ώρας των Θεοφανίων σε ήχο πλ. του δ':



Σήμερον τῶν ὑδάτων ἁγιάζεται ἡ φύσις· καὶ ῥήγνυται ὁ Ἰορδάνης, καὶ τῶν ἰδίων ναμάτων ἐπέχει τὸ ῥεῦμα, Δεσπότην ὁρῶν ῥυπτόμενον.

Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιείμ.
Ὡς ἄνθρωπος ἐν ποταμῷ ἦλθες Χριστὲ Βασιλεῦ, καὶ δουλικὸν Βάπτισμα λαβεῖν, σπεύδεις ἀγαθέ, ὑπὸ τῶν τοῦ Προδρόμου χειρῶν, διὰ τὰς ἁμαρτίας ἡμῶν φιλάνθρωπε.

Δόξα... Καὶ νῦν...
Πρὸς τὴν φωνὴν τοῦ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου, ἦλθες Κύριε, μορφὴν δούλου λαβών, Βάπτισμα αἰτῶν, ὁ μὴ γνοὺς ἁμαρτίαν. Εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν· σύντρομος γέγονεν ὁ Πρόδρομος, καὶ ἐβόησε λέγων· Πῶς φωτίσει ὁ λύχνος τὸ Φῶς; πῶς χειροθετήσει ὁ δοῦλος τὸν Δεσπότην; Ἁγίασον ἐμὲ καὶ τὰ ὕδατα Σωτήρ, ὁ αἴρων τοῦ κόσμου τὴν ἁμαρτίαν.
 
Last edited:

ΝΕΚΤΑΡΙΟΣ ΚΟΥΓΙΑΣ

Παλαιό Μέλος
Ακούμε τα Ιδιόμελα της ΣΤ΄ Ώρας των Θεοφανίων:



Ἦχος πλ. του δ΄.
Τάδε λέγει Κύριος πρός, Ἰωάννην. Προφῆτα δεῦρο βάπτισόν με, τὸν δημιουργήσαντα· τὸν φωτίζοντα χάριτι, καὶ καθαίροντα ἅπαντας, ἅψαι θείας κορυφῆς μου, καὶ μὴ διστάσῃς. Προφῆτα, ἄφες ἄρτι· καὶ γὰρ πληρῶσαι παραγέγονα, δικαιοσύνην πᾶσαν. Σὺ οὖν μὴ διστάσῃς ὅλως· καὶ γὰρ τὸν κεκρυμμένον τοῖς ὕδασι πολέμιον, τόν ἄρχοντα τοῦ σκότους, ἐπείγομαι ὀλέσαι· λυτρούμενος τὸν κόσμον, ἐκ τῶν αὐτοῦ παγίδων νῦν, παρέχων ὡς φιλάνθρωπος, ζωὴν τὴν αἰώνιον.

Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιείμ.
Ἦχος πλ. του β΄.
Σήμερον ἡ ψαλμικὴ Προφητεία, πέρας λαβεῖν ἐπείγεται· ἡ θάλασσα γὰρ φησιν, εἶδε καὶ ἔφυγεν· ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, ἀπὸ προσώπου Κυρίου, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰακώβ, ἐλθόντος ὑπὸ δούλου δέξασθαι Βάπτισμα· ἵνα ἡμεῖς, εἰδωλικῆς ἀκαθαρσίας ἐκπλυθέντες, φωτισθῶμεν τὰς ψυχὰς δι᾽ αὐτοῦ.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. του α΄.
Τὶ ἀναχαιτίζεις σου τὰ ὕδατα ὦ Ἰορδάνη; τὶ ἀναποδίζεις τὸ ῥεῖθρον, καὶ οὐ προβαίνεις τὴν κατὰ φύσιν πορείαν. Οὐ δύναμαι φέρειν, φησί, πῦρ καταναλίσκον· ἐξίσταμαι, καὶ φρίττω τὴν ἄκραν συγκατάβασιν· ὅτι οὐκ εἴωθα τὸν καθαρὸν ἀποπλύνειν, οὐκ ἔμαθον τὸν ἀναμάρτητον ἀποσμήχειν, ἀλλὰ τὰ ῥερυπωμένα σκεύη ἐκκαθαίρειν. Ἀκάνθας φλέγειν με ἁμαρτημάτων διδάσκει, ὁ ἐν ἐμοὶ βαπτιζόμενος Χριστός· ὁ Ἰωάννης συμμαρτυρεῖ μοι· ἡ Φωνὴ τοῦ Λόγου βοᾷ· ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Αὐτῷ πιστοὶ βοήσωμεν· ὁ ἐπιφανεὶς Θεός, εἰς τὴν ἡμῶν σωτηρίαν, δόξα Σοι.
 

ΝΕΚΤΑΡΙΟΣ ΚΟΥΓΙΑΣ

Παλαιό Μέλος
Ακούμε τα Ιδιόμελα της Θ΄ Ώρας των Θεοφανίων:



Ἦχος βαρὺς.
Θάμβος ἦν κατιδεῖν, τὸν οὐρανοῦ καὶ γῆς Ποιητήν, ἐν ποταμῷ γυμνωθέντα, Βάπτισμα ὑπὸ δούλου, εἰς ἡμῶν σωτηρίαν, δεχόμενον ὡς δοῦλον, καὶ χοροὶ Ἀγγέλων ἐξεπλήττοντο, φόβῳ καὶ χαρᾷ. Μεθ᾽ ὧν προσκυνοῦμέν σε, σῶσον ἡμᾶς Κύριε.

Ἦχος β.
Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιείμ.
Ὅτε πρὸς αὐτὸν ἐρχόμενον ὁ Πρόδρομος, τὸν Κύριον τῆς δόξης, ἐβόα θεωρῶν· ἴδε, ὁ λυτρούμενος τὸν κόσμον παραγέγονεν ἐκ φθορᾶς· ἴδε, ῥύεται ἡμᾶς ἐκ θλίψεως· ἰδού, ὁ ἁμαρτημάτων ἄφεσιν χαριζόμενος, ἐπὶ γῆς ἐκ Παρθένου Ἁγνῆς ἐλήλυθε δι᾽ ἔλεον, ἀντὶ δὲ σκότους φωτίζει τὸ ἀνθρώπινον, διὰ τοῦ ὕδατος τοῦ θείου Βαπτισμοῦ αὐτοῦ. Λοιπὸν δεῦτε συμφώνως αὐτὸν δοξολογήσωμεν, σὺν Πατρὶ καὶ Ἁγίῳ Πνεύματι.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. του α΄.
Τὴν χεῖρά σου τὴν ἁψαμένην, τὴν ἀκήρατον κορυφὴν τοῦ Δεσπότου (ἐκ γ΄) μεθ᾽ ἧς καὶ δακτύλῳ αὐτόν, ἡμῖν καθυπέδειξας, ἔπαρον ὑπὲρ ἡμῶν πρός αὐτόν, Βαπτιστά, ὡς παρρησίαν ἔχων πολλήν· καὶ γὰρ μείζων τῶν Προφητῶν ἁπάντων, ὑπ᾽ αὐτοῦ μεμαρτύρησαι. Τοὺς ὀφθαλμούς σου πάλιν δέ, τοὺς τὸ Πανάγιον Πνεῦμα κατιδόντας, ὡς ἐν εἴδει περιστερᾶς κατελθόν, ἀναπέτασον πρὸς αὐτὸν Βαπτιστά, ἵλεων ἡμῖν ἀπεργασάμενος. Καὶ δεῦρο στῆθι μεθ᾽ ἡμῶν (ἐκ γ΄) ἐπισφραγίζων τὸν ὕμνον, καὶ προεξάρχων τῆς πανηγύρεως.
 

ΝΕΚΤΑΡΙΟΣ ΚΟΥΓΙΑΣ

Παλαιό Μέλος
Ακούμε Ιδιόμελα της Γ΄ Ώρας των Θεοφανίων:

1).

Ἦχος πλ. του δ΄.
Ἡ τοῦ Προδρόμου καὶ Βαπτιστοῦ, τοῦ Προφήτου, καὶ ὑπὲρ πάντας τιμηθέντος τοὺς Προφήτας, ἐτρόμαξε νῦν χεὶρ δεξιά, ὅτε ἐθεάσατό σε τὸν Ἀμνὸν τοῦ Θεοῦ, τόν καθαίροντα κόσμου ἁμαρτήματα, καὶ ἀγωνίᾳ συσχεθεὶς ἐβόα· Οὐ τολμῶ προσψαῦσαι Λόγε τῆς κορυφῆς σου· αὐτὸς ἁγίασόν με, καὶ φώτισον οἰκτίρμον· αὐτὸς γὰρ εἶ ἡ ζωὴ καὶ τὸ φῶς, καὶ ἡ εἰρήνη τοῦ κόσμου.

2).

Δόξα... Καὶ νῦν... Ἦχος πλ. του α΄.
Ἐρχόμενος μετὰ σαρκός, πρὸς Ἰορδάνην Κύριε, βαπτισθῆναι θέλων, ἐν σχήματι ἀνθρώπου ζωοδότα, ἵνα τοὺς πλανηθέντας ἡμᾶς ὡς εὔσπλαγχνος, πάσης μηχανῆς καὶ παγίδος τοῦ δράκοντος, ῥυσάμενος φωτίσῃς, ἐκ Πατρὸς μεμαρτύρησαι, τὸ δὲ θεῖον Πνεῦμα, περιστερᾶς ἐν εἴδει σοι ἐπέστη. Ἀλλ᾽ οἴκισον ψυχαῖς ἡμετέραις σαυτόν, φιλάνθρωπε.

Υ.Γ.: εκ παραδρομής, τα παρόντα Ιδιόμελα της Γ΄Μ. Ώρας των Θεοφανίων, ετέθησαν στη σειρά μετά των Ιδιόμελων της Θ' Ώρας. Παρακαλώ τους κ. συντονιστές, εάν μπορούν, να τα τοποθετήσουν στη σωστή θέση.
 
Last edited:

ΝΕΚΤΑΡΙΟΣ ΚΟΥΓΙΑΣ

Παλαιό Μέλος


Υ.Γ.: Παρατηρούμε, ότι ο π. Ρωμανός αρχίζει με το γνωστό απήχημα:
Νη - Γα! (το αναφέρω, με την ευκαιρία της πρόσφατης σχετικής συζήτησή μας, με αφορμή ηχογράφησης των Αίνων του πλ. του β' από τον αξιόλογο συνάδελφο κ. Γ. ΖΙΑΖΙΑ, ώστε να υπάρχει "διαθεματικότητα" ανάμεσα στα διάφορα θέματα του "Ψ".....)
:wink:
 

ΝΕΚΤΑΡΙΟΣ ΚΟΥΓΙΑΣ

Παλαιό Μέλος


Εἰς ἀναμάρτητον χώραν, καὶ ζωηρὰν ἐπιστεύθην, γεωσπορήσας τὴν ἁμαρτίαν· τῇ δρεπάνῃ ἐθέρισα, τοὺς στάχυας τῆς ἀμελείας, καὶ δραγμάτων ἐστοίβασα, πράξεών μου τὰς θημωνίας, ἃς καὶ κατέστρωσα οὐχ ἅλωνι τῆς μετανοίας. Ἀλλ´ αἰτῶ σε, τὸν προαιώνιον γεωργὸν ἡμῶν Θεόν· Τῷ ἀνέμῳ τῆς σῆς φιλευσπλαγχνίας, ἀπολίκμισον τὸ ἄχυρον τῶν ἔργων μου, καὶ σιτάρχησον τῇ ψυχῇ μου τὴν ἄφεσιν, εἰς τὴν οὐράνιόν σου συγκλείων με ἀποθήκην, καὶ σῶσόν με.
 
Top