Ἐπιπλέον τριαδικοὶ ὔμνοι

MTheodorakis

Παλαιό Μέλος
Ἦχος α’

«Σοὶ τῷ βασιλεῖ τῶν δυνάμεων καὶ κτίστῃ Θεῷ, τῶν οὐρανίων ταγμάτων τὸν ὕμνον προσφέρωμεν ἡμεῖς οἱ χοϊκοὶ καὶ ἀνάξιοι κράζοντες· ἅγιος ἅγιος εἶ ὁ Θεὸς διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς»

(χφφ. παρακλητικὲς Σινὰ 778 ια’ αἰ. φ. 5v, ἁγ. Σάβα 362 ἀρχὲς ιγ’ αἰ. φ. 23r, χφφ. ὡρολόγια Paris. gr. 22 τοῦ ἔτους 1126 φ. 267r «προσφέρωμέν σοι ἀγαθὲ ἡμεῖς...ταῖς πρεσβείαις τῆς Θεοτόκου», Σινὰ 865 ιβ’ αἰ. φ. 65r).



Ἦχος β’

«Μεσονύκτιον ἐξεγειρόμενοι τὸν ἀγγελικόν σοι προσφέρομεν ὕμνον Χριστὲ ὁ Θεὸς σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι κράζοντες· ἅγιος ἅγιος εἶ ὁ Θεὸς διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς»

(χφφ. παρακλητικὲς Σινὰ 779 ι’ αἰ. φ. 43r, Σινὰ 792 ια’ αἰ. φ. 38v «Πνεύματι· ἅγιος», Σινὰ 784 ιβ’ αἰ. φ. 13v «ὁ Θεὸς ἡμῶν σὺν τῷ Πατρὶ καὶ ἁγίῳ Πνεύματι», χφφ. ὡρολόγια Paris. gr. 22 ὡρολόγιο τοῦ ἔτους 1126 φ. 267v «τῷ ἁγίῳ σου Πνεύματι... ταῖς πρεσβείαις τῆς Θεοτόκου», Σινὰ 865 ὡρολόγιο ιβ’ αἰ. φ. 65r-v «Πνεύματι· ἅγιος», Bayerische Staatsbibliothek gr. 320 ιβ’ αἰ. φ. 11v «Πνεύματι· ἅγιος»).



«Μεσονύκτιον ἐξεγειρόμενοι τὸν ἀγγελικόν σοι προσφέρομεν ὕμνον Χριστὲ ὁ Θεὸς σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι· ἅγιος ἅγιος ἅγιος εἶ ὁ Θεὸς τῇ πρεσβείᾳ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς»

(χφφ. παρακλητικὲς Σινὰ 781 ι’-ια’ αἰ. φ. 21v, χφφ. ὡρολόγια Σινὰ 904 τοῦ ἔτους 1211 φ. 26r «ἀγγελικόν προσφέρομεν...σὺν τῷ Πατρὶ...διὰ τῆς Θεοτόκου»).



«Ἐν τῇ ὥρᾳ τῆς προσευχῆς ἐστῶτες ἱκετεύομέν σε τὸν μόνον Θεὸν ἡμῶν· ἅγιος ἅγιος ἅγιος εἶ ὁ Θεὸς διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς»

(χφ. Vat. gr. 1820 παρακλητικὴ ιβ’ αἰ. φ. 236v).




Ἦχος γ’

«Ὁ ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων καὶ ἀνυμνούμενος ἐν φωναῖς ἀγγέλων πρόσδεξαι καὶ ἡμᾶς τοὺς ἁμαρτωλοὺς ἐν κατανύξει βοῶντας σοι· ἅγιος ἅγιος ἅγιος εἶ ὁ Θεὸς διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς»

(χφφ. παρακλητικὲς Σινὰ 1593 θ’-ι’ αἰ. φ. 4r, Σινὰ 779 ι’ αἰ. φ. 43v «ἐν φωναῖς ἀσωμάτων», Σινὰ 781 ι’-ια’ αἰ. φ. 102r, Σινὰ 778 ια’ αἰ. φ. 18v «ἐν φωναῖς ἀσωμάτων», Σινὰ 784 ιβ’ αἰ. φ. 22r «ἁγίων σου...ἀγγέλων σου», Vat. gr. 772 τοῦ ἔτους 1220 φ. 36v «ἐν φωναῖς ἀσωμάτων», ἁγ. Σάβα 362 ἀρχὲς ιγ’ αἰ. φ. 45v, χφφ. ὡρολόγια Paris. gr. 22 τοῦ ἔτους 1126 φ. 268r-v «ἐν φωναῖς ἀσωμάτων», Bayerische Staatsbibliothek gr. 320 ιβ’ αἰ. φφ. 11v-12r «ἐν φωναῖς ἀσωμάτων...ἡμᾶς ἐν κατανύξει»).



«Τριὰς οὐσιότητι μονὰς προσκυνουμένη, μονὰς ὑποστάσεσιν τρισὶν ἀνυμνουμένη, σοὶ τῇ παντουργῷ δυνάμει τολμῶντες βοῶμεν βροτοί· ἅγιος ἅγιος ἅγιος εἶ ὁ Θεὸς διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς»

(χφφ. παρακλητικὲς Σινὰ 781 ι’-ια’ αἰ. φ. 102r, Σινὰ 799 ια’-ιβ’ αἰ. φ. 16r, Σινὰ 2018 ιβ’ αἰ. φ. 5v «τὸν ἀγγέλων τὸν ὕμνον βοῶμεν βροτοί», Σινὰ 784 ιβ’ αἰ. φ. 22r, Σινὰ 795 ιβ’ αἰ. φ. 26r, ἁγ. Σάβα 362 ἀρχὲς ιγ’ αἰ. φ. 45v «οὐσιότητι μιᾷ», χφφ. ὡρολόγια Paris. gr. 331 ια' αἰ. φ. 18v «Τριὰς οὐσιότητι, μονὰς ὑποστάσεσιν...βοῶμέν σοι», Σινὰ 865 ιβ’ αἰ. φ. 65v «οὐσιότητι μιᾷ»).




Ἦχος δ’

«Σοὶ τῷ ἐπὶ θρόνου χερουβὶμ καθημένῳ σὺν πάσαις ταῖς οὐρανίαις δυνάμεσιν ἡμεῖς οἱ χοϊκοὶ προσφέρομεν τὴν ᾠδήν· ἅγιος ἅγιος εἶ ὁ Θεὸς διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς»

(χφ. Σινὰ 1593 παρακλητικὴ θ’-ι’ αἰ. φ. 19v).



«Τῶν ἀσωμάτων νόων μιμούμενοι τὴν λογικὴν λατρείαν οἱ γήινοι, τὸ θεῖον ἐνθέως ὑμνήσωμεν τῶν σεραφὶμ τὸν ὕμνον προσάγοντες· ἅγιος ἅγιος ἅγιος εἶ ὁ Θεὸς διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς»

(χφφ. παρακλητικὲς Σινὰ 781 ι’-ια’ αἰ. φ. 159v, Σινὰ 784 ιβ’ αἰ. φ. 32v, ἁγ. Σάβα 362 ἀρχὲς ιγ’ αἰ. φ. 57r, Σινὰ 865 ὡρολόγιο ιβ’ αἰ. φ. 66r «προσφέροντες»).


«Σοὶ τῷ ἐπὶ θρόνου χερουβὶμ καθημένῳ σὺν πάσαις ταῖς οὐρανίαις δυνάμεσιν ἡμεῖς οἱ ἐπὶ γῆς προσφέρωμεν τὴν ᾠδήν· ἅγιος ἅγιος ἅγιος εἶ ὁ Θεὸς διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς»

(χφ. Σινὰ 781 παρακλητικὴ ι’-ια’ αἰ. φ. 159v).



«Τῆς σαρκὸς τὴν φροντίδα ἀποθέμενοι, καὶ τῆς ψυχῆς τὴν ἐπιμέλειαν ἐνδυσάμενοι, τῶν οὐρανίων δυνάμεων μιμηταὶ γενόμενοι, σὺν αὐταῖς τὸν τρισάγιον ὕμνον τῷ δεσπότῃ προσάξωμεν· ἅγιος ἅγιος ἅγιος εἶ ὁ Θεὸς διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς»

(χφ. Σινὰ 781 παρακλητικὴ ι’-ια’ αἰ. φ. 159v).



Ἦχος πλ. α’

«Μονάδα τρισυπόστατον, τριάδα ὁμοούσιον σὺν ἀγγέλοις ἄνθρωποι προσκυνοῦντες βοήσωμεν· ἅγιος ἅγιος ἄγιος εἶ ὁ Θεὸς διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς»

(χφφ. παρακλητικὲς Σινὰ 778 ια’ αἰ. φ. 32v, Reg. gr. 54 ια’ αἰ. φ. 128v, Σινὰ 799 ια’-ιβ’ αἰ. φ. 39r, Σινὰ 2018 ιβ’ αἰ. φ. 20r «βοῶμεν σοί», Σινὰ 789 ιβ’ αἰ. φφ. 33v-34r «σὺν ἀγγέλοις προσκυνοῦντες βοῶμέν σοι», χφφ. ὡρολόγια Paris. gr. 331 ια' αἰ. φ. 19v, Σινὰ 44 τοῦ ἔτους 1122 φ. 212v «βοῶμεν», Paris. gr. 398 ιγ’ αἰ. φ. 27r).



«Τὴν ἀθρόαν ἐννοοῦσα τοῦ κριτοῦ ἐπιστασίαν διεγέρθητι ὡς ἐξ ὕπνου ψυχή μου ἐν τῷ μέσῳ τῆς νυκτὸς κραυγάζουσα· ἅγιος ἅγιος ἅγιος εἶ ὁ Θεὸς διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς»

(χφφ. ἁγ. Σάβα 362 παρακλητικὴ ἀρχὲς ιγ’ αἰ. φ. 69r, Σινὰ 865 ὡρολόγιο ιβ’ αἰ. φ. 66r-v).




Ἦχος πλ. β’

«Τριαδικὴν ὑμνολογίαν σοὶ τῷ τρισυποστάτῳ Θεῷ μετὰ φόβου ἐστῶτες ἡμεῖς οἱ ἀνάξιοι κραυγάζομεν· ἅγιος ἅγιος ἅγιος εἶ ὁ Θεὸς διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς»

(χφ. Σινὰ 784 παρακλητικὴ ιβ’ αἰ. φ. 53v).




Ἦχος βαρὺς

«Τῷ μόνῳ φύσει ἀοράτῳ Θεῷ τὰ σεραφὶμ παριστάμενα σὺν στρατιαῖς ἀγγέλων τὸν τρισάγιον ὕμνον ἀναπέμπουσιν καὶ ἡμεῖς οἱ ἐπὶ γῆς φόβῳ αἰνοῦντες ψάλλομεν· ἅγιος ἅγιος ἅγιος εἶ ὁ Θεὸς διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς»

(χφφ. παρακλητικὲς Σινὰ 1593 θ’-ι’ αἰ. φ. 74v, Σινὰ 782 ι’ αἰ. φ. 117v, Σινὰ 792 ια’ αἰ. φ. 149r «ὑμνοῦντες ψάλλομεν», Vat. gr. 1820 ιβ’ αἰ. φ. 237v «τὸν τρισάγιον αἶνον... ἀνυμνοῦντες ψάλλομεν», Σινὰ 2018 ιβ’ αἰ. φ. 32v «ἀναμέλπουσιν...ὑμνοῦντες», ἁγ. Σάβα 362 ἀρχὲς ιγ’ αἰ. φ. 92v «φόβῳ ὑμνοῦντες κράζομεν», χφφ. ὡρολόγια Paris. gr. 331 ια' αἰ. φφ. 20v-21r «τὰ χερουβίμ», Σινὰ 44 τοῦ ἔτους 1122 φ. 213r «τὰ χερουβίμ...καὶ στρατιαὶ ἀγγέλων...ἀναπέμπουσιν ὕμνον», Paris. gr. 22 τοῦ ἔτους 1126 φ. 270r «τὰ χερουβίμ...ἀναμέλπουσιν ὕμνον· ἅγιος», Σινὰ 865 ιβ’ αἰ. φ. 67r «Θεῷ σεραφὶμ...ὑμνοῦντες», Σινὰ 904 τοῦ ἔτους 1211 φ. 29v «ὑμνοῦντες»).



«Τὰς παρεστῶσας δυνάμεις τῷ ἀνεικάστῳ σου θρόνῳ Χριστὲ ὁ Θεὸς ἡμεῖς οἱ ἐπὶ γῆς εἰκονίζοντες κράζομεν· ἅγιος ἅγιος ἅγιος εἶ ὁ Θεὸς διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς»

(χφ. Σινὰ 784 παρακλητικὴ ιβ’ αἰ. φ. 62r).




Ἦχος πλ. δ’


«Τῶν ἐξαπτερύγων μιμούμενοι τάγματα, καὶ τῶν σεραφὶμ προσάγοντες ᾄσματα, τριαδικῶς ἀνυμνοῦντες βοῶμεν σοι· ἅγιε ἅγιε τρισάγιε Κύριε, διὰ τῆς Θεοτόκου ἐκ φθορᾶς καὶ κινδύνων λύτρωσαι τὴν πόλιν σου»

(χφφ. παρακλητικὲς Σινὰ 824 τέλη θ’-ἀρχὲς ι’ αἰ. φ. 40r, Σινὰ 780 ια’ αἰ. φ. 37v, Σινὰ 2018 ιβ’ αἰ. φ. 43v «προσάγοντες ᾄσμα», Σινὰ 784 ιβ’ αἰ. φ. 72r «προσάγοντες ᾄσμα», Σινὰ 44 ὡρολόγιο τοῦ ἔτους 1122 φ. 213r «τὴν ποίμνην σου»).



«Τῶν ἐξαπτερύγων μιμούμενοι τάγματα, καὶ τῶν σεραφὶμ προσάγοντες ᾄσματα, τριαδικῶς ἀνυμνοῦντες βοῶμεν σοι· ἅγιος ἅγιος ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐκ φθορᾶς καὶ κινδύνων λύτρωσαι τὴν ποίμνην σου»

(χφ. Σινὰ 1593 παρακλητικὴ θ’-ι’ αἰ. φ. 94v).



«Ἐν φόβῳ τὰ χερουβὶμ παριστάμενα, καὶ δόξῃ τοῦ φωτὸς ἐξιστάμενα, κατακαλύπτει τὰ πρόσωπα ἑαυτῶν, μεθ’ ὧν ἀσιγήτως βοῶμεν σοι· ἅγιος ἅγιος ἅγιος εἶ ὁ Θεὸς διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς»

(χφ. Σινὰ 1593 παρακλητικὴ θ’-ι’ αἰ. φ. 95r, Σινὰ 2018 ιβ’ αἰ. φ. 44r «τὰ σεραφὶμ...δόξῃ τῇ τοῦ φωτός»).



Σὲ ὑμνοῦσι τὰ χερουβὶμ καὶ τὰ σεραφὶμ καὶ ἡμεῖς ἐξ ὕπνου ἐξεγερθέντες τῶν ἀγγέλων τὸν ὕμνον προσφέρομέν σοι λέγοντες· ἅγιος ἅγιος ἅγιος εἶ ὁ Θεὸς διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς»

(χφφ. παρακλητικὲς Σινὰ 1593 θ’-ι’ αἰ. φ. 95r, Σινὰ 792 ια’ αἰ. φ. 166r-v, Σινὰ 2018 ιβ’ αἰ. φ. 44r «ἐξεγερθέντες· ἅγιος», ἁγ. Σάβα 362 ἀρχὲς ιγ’ αἰ. φ. 102v, Σινὰ 865 ὡρολόγιο ιβ’ αἰ. φ. 68r «ὕμνον προσφέροντές σοι λέγομεν»).



Σὲ ὑμνοῦσι τὰ χερουβὶμ καὶ τὰ σεραφὶμ καὶ ἡμεῖς ἐξ ὕπνου ἐξεγερθέντες τῶν ἀγγέλων τὸν ὕμνον βοῶμέν σοι· ἅγιος ἅγιος ἅγιος εἶ ὁ Θεὸς διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς»

(χφφ. παρακλητικὲς Σινὰ 779 ι’ αἰ. φ. 43v, Σινὰ 782 ι’ αἰ. φ. 189r, Vat. gr. 772 τοῦ ἔτους 1220 φ. 108r «τοῦ ὕπνου ἐξεγερθέντες μετὰ ἀγγέλων», Paris. gr. 22 ὡρολόγιο τοῦ ἔτους 1126 φ. 270v).



Οἱ ὕμνοι εἶναι ἐν μέρει ἔμμετροι.
 
Top