«Ῥεύσεως ἡμᾶς τῆς πάλαι Χριστὸς ἐπανορθῶσαι θέλων, σταυρῷ προσπήγνυται καὶ τάφῳ τίθεται, ὃν μυροφόροι γυναῖκες, μετὰ δακρύων ζητοῦσαι, θρηνοῦσαι ἔλεγον· Οἴμοι σωτὴρ τῶν ἁπάντων, πῶς κατεδέξω τάφον οἰκῆσαι; οἰκήσας δὲ θέλων, πῶς ἐκλάπης; πῶς μετετέθης; ποῖος δὲ τόπος τὸ σὸν ζωηφόρον κατέκρυψε σῶμα; Ἀλλὰ δέσποτα, ὡς ὑπέσχου, ἡμῖν ἐμφάνηθι, καὶ παῦσον ἀφ' ἡμῶν, τὸν ὀδυρμὸν τῶν δακρύων. Θρηνούσαις δὲ αὐταῖς, ἄγγελος πρὸς αὐτὰς ἐπεβόησεν· Τὸν θρῆνον παυσάμεναι, τοῖς ἀποστόλοις εἴπατε, ὅτι ἀνέστη ὁ Κύριος, τῷ κόσμῳ δωρούμενος ἱλασμόν, καὶ τὸ μέγα ἔλεος»
(χφφ. στιχηράρια Μ. Λαύρας Γ-67 τέλη ι’-ἀρχὲς ια’ αἰ. φ. 134r-v «τῶν θρήνων παυσάμεναι», Σινὰ 1242 ια’ αἰ. φφ. 224v-225r «τάφῳ οἰκῆσαι», Σινὰ 790 παρακλητικὴ ια’ αἰ. φ. 78r «οἰκήσας θέλων»).
«Ῥεύσεως ἡμᾶς τῆς πάλαι Χριστὲ ἐπανορθῶσαι θέλων, σταυρῷ προσπήγνυσαι καὶ τάφῳ τίθεσαι, ὃν μυροφόροι γυναῖκες, μετὰ δακρύων ζητοῦσαι, θρηνοῦσαι ἔλεγον· Οἴμοι σωτὴρ τῶν ἁπάντων, πῶς κατεδέξω τάφον οἰκῆσαι; οἰκήσας δὲ θέλων, πῶς ἐκλάπης; πῶς μετετέθης; ποῖος δὲ τόπος τὸ σὸν ζωηφόρον κατέκρυψε σῶμα; Ἀλλὰ δέσποτα, ὡς ὑπέσχου, ἡμῖν ἐμφάνηθι, καὶ παῦσον ἀφ' ἡμῶν, τὸν ὀδυρμὸν τῶν δακρύων. Θρηνούσαις δὲ αὐταῖς, ἄγγελος πρὸς αὐτὰς ἐπεβόησεν· Τὸν θρῆνον παυσάμεναι, τοῖς ἀποστόλοις εἴπατε, ὅτι ἀνέστη ὁ Κύριος, τῷ κόσμῳ δωρούμενος ἱλασμόν, καὶ τὸ μέγα ἔλεος»
(χφφ. στιχηράρια Βατοπαιδίου 1488 περὶ τὸ ἔτος 1050 φ. 194r-v «τῶν θρήνων παυσάμεναι», RNB gr. 789 τοῦ ἔτους 1106 φφ. 255v-256r, Σινὰ 1241 ἀρχὲς ιβ’ αἰ. φ. 245r-v «τάφῳ οἰκῆσαι», Σινὰ 1218 τοῦ ἔτους 1177 φ. 250v «τάφῳ οἰκῆσαι», Σινὰ 1214 ιβ’ αἰ. φ. 236v, Σινὰ 1243 ιβ’ αἰ. φ. 115v, ΕΒΕ 889 ιβ’ αἰ. φ. 266r «τάφῳ οἰκῆσαι...τῶν θρήνων παυσάμεναι», χφφ. παρακλητικὲς Reg. gr. 54 ια’ αἰ. φ. 136v «τάφῳ οἰκῆσαι», Μ. Λαύρας Δ-45 ια’-ιβ’ αἰ. φ. 356v «τάφῳ οἰκῆσαι», Σινὰ 787 ιβ’ αἰ. φ. 175v «τάφῳ οἰκῆσαι», Σινὰ 795 ιβ’ αἰ. φ. 49r «τάφῳ οἰκῆσαι», Messina gr. 175 ιβ’ αἰ. «τάφῳ οἰκῆσαι»).