[τοῦτο/αὕτη] γάρ ἐστι τὸ εὐλογημένον Σάββατον

Γιώργος Μ.

Γιώργος Μπάτζιος
Εἶσαι σίγουρος γι' αὐτό; Γιὰ τὴ θέση τῶν κομμάτων καὶ τὴ σημασία τους;

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Ἱστῶμεν Στίχους δ', καὶ ψάλλομεν εἰς τό, Κύριε ἐκέκραξα... τὰ παρόντα Στιχηρὰ προσόμοια.
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων​
Φέρει Χριστὸς φιλανθρώπως, καὶ τὴν ψηλάφησιν,
ὡς καὶ Σταυρὸν πρὸ ταύτης, καὶ τὸν ἄδικον φόνον,
τάφου τριημέρως ἐξαναστάς, ἐσφραγισμένου τοῦ μνήματος,
καὶ τῶν θυρῶν κεκλεισμένων τοῖς Μαθηταῖς, ἐπιστὰς ὡς παντοδύναμος. (Δίς)

Ἡ τοῦ Θωμᾶ ἀπιστία, τὴν κοσμοσώτειραν,
τοῦ θεανθρώπου Λόγου, τὴν ἐξ ᾍδου κευθμώνων,
Ἔγερσιν πιστοῦται, τρῆσιν χειρῶν καὶ ποδῶν τολμηρότερον,
ἐκψηλαφῶσα πρὸς πίστωσιν κοσμικήν, δεξιᾷ τῇ φιλοπράγμονι.

Συνηθροισμένων τῷ φόβῳ, τῷ ἐκ τοῦ πάθους σου,
τῶν Ἀποστόλων Λόγε, καὶ θυρῶν κεκλεισμένων,
ἄφνω συνεισῆλθες, μέσον αὐτῶν, τὴν εἰρήνην δωρούμενος,
καὶ τῷ Θωμᾷ προτεινόμενος ψηλαφᾶν, τοὺς σεπτοὺς πλευρᾶς σου μώλωπας.​
 
Top