π. Σπυρίδων Σκορδίλης, Καταβασίες της Κυριακής της Σταυροπροσκυνήσεως

ΝΕΚΤΑΡΙΟΣ ΚΟΥΓΙΑΣ

Παλαιό Μέλος
Ο Αρχιμ. π. Σπυρίδων Σκορδίλης, ψάλλει τις Καταβασίες της Κυριακής της Σταυροπροσκυνήσεως σε μέλος αργό ειρμολογικό, σύνθεση Ιωάννου Πρωτοψάλτου, σε Ήχο Α΄.



Ὠδὴ α΄
«Ὁ θειότατος προετύπωσε πάλαι Μωςῆς, ἐν Ἐρυθρᾷ θαλάσῃ, διαβιβάσας Ἰσραήλ, τῷ Σταυρῷ σου τὴν ὑγράν, τῇ ράβδω τεμών, ὠδὴν σοι ἐξόδιον, ἀναμέλπων Χριστὲ ὁ Θεός».
Ὠδὴ γ΄
«Στερέωσον Δέσποτα Χριστέ, τῷ Σταυρῷ σου ἐν πέτρᾳ με τῇ τῆς πίστεως, μὴ σαλευθῆναι τὸν νοῦν, ἐχθροῦ προσβολαῖς τοῦ δυσμενοῦς μόνος γὰρ εἶ Ἅγιος».
Ὠδὴ δ΄
«Ἐπὶ Σταυροῦ σε Δυνατέ, ὁ φωστὴρ ὁ μέγας κατιδών, τρόμω ἐπαρθεῖς τὰς ἀκτίνας, συνέστειλεν, ἔκρυψε πᾶσα δὲ Κτίσις ὕμνησεν, ἐν φόβῳ τὴν σὴν μακροθυμίαν· καὶ γὰρ ἐπλήσθη ἡ γῆ, τῆς σῆς αἰνέσεως».
Ὠδὴ ε΄
«Ὀρθρίζοντες σὲ ἀνυμνοῦμεν, Σωτὴρ τοῦ Κόσμου εἰρήνην, εὑράμενοι τῷ Σταυρῷ σου· δι’ οὗ ἀνεκαίνισας τὸ γένος τὸ ἀνθρώπινον, φῶς πρὸς ἀνέσπερον ἄγων ἡμᾶς».
Ὠδὴ στ΄
«Τὸν τύπον τοῦ θείου Σταυροῦ Ἰωνᾶς, ἐν κοιλίᾳ τοῦ κήτους, τεταμέναις παλάμαις, προδιεχάραξε, καὶ ἀνέθορε, σεσωσμένος τοῦ θηρός, τῇ δυνάμει σου Λόγε».
Ὠδὴ ζ΄
«Φλογώσεως ὁ Παῖδας ρυσάμενος, σάρκα προσλαβόμενος, ἦλθεν ἐπὶ γῆς, καὶ Σταυρῷ προσηλωθείς, σωτηρίαν ἡμῖν ἐδωρήσατο, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος».
Ὠδὴ η΄
«Χείρας ἐν τῷ λάκκῳ βληθείς, τῶν λεόντων ποτέ, ὁ μέγας ἐν Προφήταις, σταυροειδῶς ἐκπετάσας, Δανιὴλ ἀβλαβής, ἐκ τῆς τούτων καταβρώσεως σέσωσται, εὐλογῶν Χριστόν, τὸν Θεὸν εἰς τοὺς αἰῶνας».
Ὠδὴ θ΄
«Ὢ Μῆτερ Παρθένε, καὶ Θεοτόκε ἀψευδής, ἡ τεκοῦσα ἀσπόρως, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἐν Σταυρῷ ὑψωθέντα σαρκί, σὲ οἱ πιστοί, ἅπαντες ἀξίως, σὺν τούτῳ νῦν μεγαλύνομεν».
 
Top