«Τὴν μὲν οὖν διαφορὰν τὴν μεταξὺ ἱερέων καὶ τῶν ἱεροψαλτῶν οἰκονόμησον, ὥστε ἑκουσίως ἀλλήλους προτιμᾶν· οἱ μὲν ψάλται τοὺς
ἱερεῖς, τοῖς δὲ ἱεροψάλταις τὴν προσήκουσαν ἀπονεμέτωσαν τιμὴν ἐν ταῖς ἱεραῖς
ψαλμῳδίαις, ἣν ἀπαιτοῦσι τῶν ὀφφικίων, ἢ τῆς ἀρετῆς τὰ καθήκοντα· καὶ γὰρ
τῆς ἱερωσύνης μέγα τὸ χρῆμα, ἀλλ’ οὐκ αὐθαδείᾳ, ταπεινοφροσύνῃ, δὲ κοσμητέον»
(Μ. Φωτίου (+893) Ἐπιστολὴ 193).
Διά τοι τοῦτο
καὶ ἅμα τῷ πρὸς τὸ θυσιαστήριον εἰσιέναι τοὺς ἱερεῖς
ὁ ἱεροψάλτης ἄνωθεν ἀναβοᾷ τὸ
«ἅγιος ὁ Θεός, ἅγιος
ἰσχυρός, ἅγιος ἀθάνατος».
(Μ. Φωτίου (+893) Βιβλιοθήκη 222).
«Κυρία μέντοι τῶν ἑορτῶν λαμπροτέρα ἡ Σύναξις ἔστω τοῦ Ἀρχιστρατήγου Μιχαὴλ καὶ τῶν λοιπῶν ἀσωμάτων δυνάμεων, ἣ κατὰ τὸ κρατῆσαν ἔθος τῇ ὀγδόῃ συμφθάνει τοῦ νοεμβρίου μηνός. Ἀφ’ ἑσπέρας μὲν οὖν ὁλονύκτιον ἀγρυπνίαν ποιήσουσιν οἱ μονάζοντες, πᾶσαν ἀκολουθίαν εὐρύθμως ἐκτελοῦντες, καὶ ἑορταστικῶς κηρίων ὑπαναπτόντων ἐν τῷ τέμπλῳ, καὶ ἐν ταῖς προσκυνήσεσι διόλου, καὶ δωδεκαφωτίων
ἱσταμένων ἐν μεσονάῳ τεσσάρων, πρὸς δὲ καὶ ἀρωμάτων, καὶ καπνισμάτων
αὐταρκῶς διαδιδομένων, ἀλλὰ καὶ ἡ τῆς τραπέζης ἑστίασις παρατιθέσθω πολυτελῶς, ὀψωνίῳ καταλλήλῳ τῇ ἑορτῇ, καὶ ψωμίοις καθαρωτέροις τοῦ συνήθους, καὶ οἴνοις ἐγκρίτοις Ἐν τῇ τοιαύτῃ γοῦν ἑορτῇ ὀφείλει ὁ
προεστὼς καλεῖν καὶ ἑτέρους ἀδελφοὺς ἐκ τῶν ἑτέρων μονῶν, καὶ λοι-
ποὺς ἱεροψάλτας τῇ ψαλμῳδίᾳ συγκροτήσοντας. καὶ πνευματικῶς τὴν
ἁγίαν ἑορτὴν καὶ μετὰ θεοπρεποῦς θυμιδίας συνεορτάσοντας»
(τυπικὸ μονῆς τοῦ Ἀρχαγγέλου Μιχαὴλ ἐν τῷ Ὄρει τοῦ Ὁσίου Αὐξεντίου ιβ' αἰ.)