Χριστούγεννα: πατερικά απανθίσματα

Γιώργος Μ.

Γιώργος Μπάτζιος
Σκέφτηκα να βάλω εδώ ορισμένα πατερικά απανθίσματα για την εορτή, όχι ολόκληρες ομιλίες, αλλά μερικά που μου έχουν κάνει εντύπωση κατά καιρούς. Μακάρι να προσθέσετε, αν έχετε κάποιο.
 

Γιώργος Μ.

Γιώργος Μπάτζιος
(από τα πιο ωραία σχετικά πατερικά κείμενα - αν και ο λόγος είναι στο μεγαλυτερο μέρος του αντιρρητικός προς τους διαβάλλοντας την ενανθρώπηση, στο τέλος αποκτά εξαιρετικά ποιητικό και πανηγυρικό ύφος):

Δεξώμεθα τοίνυν καὶ ἡμεῖς ταύτην τὴν μεγάλην χαρὰν ἐν ταῖς καρδίαις ἡμῶν.
Ταύτην γὰρ εὐαγγελίζονται τὴν χαρὰν τοῖς ποιμέσιν οἱ ἄγγελοι. Μετὰ μάγων προσκυνήσωμεν, μετὰ ποιμένων δοξάσωμεν, μετὰ ἀγγέλων χορεύσωμεν, «Ὅτι ἐτέχθη ἡμῖν σήμερον Σωτὴρ, ὅς ἐστι Χριστὸς Κύριος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,» οὐκ ἐν μορφῇ Θεοῦ, ἵνα μὴ διαπτοήσῃ τὸ ἀσθενοῦν, ἀλλ' ἐν μορφῇ δούλου, ἵνα ἐλευθερώσῃ τὸ δουλωθέν.

Τίς οὕτως νωθρὸς τὴν ψυχὴν, τίς οὕτως ἀχάριστος, ὡς μὴ χαίρειν καὶ ἀγαλλιᾶσθαι καὶ φαιδρύνεσθαι ἐπὶ τοῖς παροῦσι; Κοινὴ ἑορτὴ πάσης τῆς κτίσεως· αὕτη τῷ κόσμῳ δωρεῖται τὰ ὑπερκόσμια· τοὺς ἀρχαγγέλους πέμπει πρὸς τὸν Ζαχαρίαν, καὶ πρὸς τὴν Μαρίαν· καὶ χοροὺς ἀγγέλων ἵστησι τοὺς λέγοντας· «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ἀστέρες διατρέχουσιν ἐξ οὐρανοῦ· μάγοι κινοῦνται ἐκ τῶν ἐθνῶν· γῆ ὑποδέχεται ἐν σπηλαίῳ· οὐδεὶς ἀσυντελὴς, οὐδεὶς ἀχάριστος. Φθεγξώμεθά τινα καὶ ἡμεῖς φωνὴν ἀγαλλιάσεως· ὄνομα θώμεθα τῇ ἑορτῇ ἡμῶν Θεοφάνια(*)· ἑορτάσωμεν τὰ σωτήρια τοῦ κόσμου, τὴν γενέθλιον ἡμέραν τῆς ἀνθρωπότητος. Σήμερον ἐλύθη ἡ καταδίκη τοῦ Ἀδάμ. Οὐκέτι, «Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ·» ἀλλὰ τῷ οὐρανίῳ συναφθεὶς πρὸς οὐρανὸν ἀναληφθήσῃ. Οὐκέτι, «Ἐν λύπαις τέξῃ τέκνα·» μακαρία γὰρ ἡ ὠδίνασα τὸν Ἐμμανουὴλ, καὶ μαστοὶ οἱ ἐκθρέψαντες. Διὰ τοῦτο «Παιδίον ἐγεννήθη ἡμῖν, καὶ υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ.»

Θάλλει μου ἡ καρδία, καὶ πηγάζει μου ὁ νοῦς· ἀλλὰ βραχεῖα ἡ γλῶσσα καὶ ἀμυδρὸς ὁ λόγος, ὥστε τοσοῦτον χαρᾶς μέγεθος ἐξαγγεῖλαι. Νόει μοι θεοπρεπῶς τὴν ἐνανθρώπησιν τοῦ Κυρίου. Ἄχραντόν μοι νόει καὶ ἀῤῥύπωτον τὴν θεότητα· κἂν ἐν ὑλικῇ φύσει γένηται. Τὸ ἐμπαθὲς διορθοῦται, οὐκ αὐτὴ τοῦ πάθους ἐμπίπλαται. Οὐχ ὁρᾷς τουτονὶ τὸν ἥλιον καὶ ἐν βορβόρῳ γινόμενον, καὶ μηδὲν μολυνόμενον, καὶ ῥυπαροῖς ἐπιλάμποντα, καὶ δυσωδίας μὴ ἀπολαύοντα; Τοὐναντίον μὲν οὖν οἷς ἂν διαρκῶς ὁμιλήσῃ τὰς σηπεδόνας ἀναξηραίνει.

Τί οὖν φοβῇ περὶ τῆς ἀπαθοῦς καὶ ἀκηράτου φύσεως, μή τινα κηλίδα παρ' ἡμῶν ἀναμάξηται; Διὰ τοῦτο ἐτέχθη, ἵνα σὺ καθαρθῇς διὰ τοῦ συγγενοῦς. Διὰ τοῦτο αὐξάνεται, ἵνα σὺ διὰ τῆς συνηθείας οἰκειωθῇς. Ὢ βάθος ἀγαθότητος καὶ φιλανθρωπίας Θεοῦ! Δι' ὑπερβολὴν δωρεῶν ἀπιστοῦμεν τῷ εὐεργέτῃ· διὰ τὴν μεγάλην τοῦ Δεσπότου φιλανθρωπίαν πρὸς τὴν δουλείαν ἀφηνιάζομεν Ὢ τῆς ἀτόπου ταύτης καὶ πονηρᾶς ἀγνωμοσύνης! Μάγοι προσκυνοῦσι, καὶ Χριστιανοὶ συζητοῦσι, πῶς ἐν σαρκὶ Θεὸς, καὶ ποταπῇ σαρκί· καὶ εἰ τέλειος ἄνθρωπος ἢ ἀτελὴς ὁ προσληφθείς. Σιγάσθω τὰ περιττὰ ἐν Ἐκκλησίᾳ Θεοῦ· δοξαζέσθω τὰ πεπιστευμένα· μὴ περιεργαζέσθω τὰ σιωπώμενα.

Ἐκείνοις σεαυτὸν ἀνάμιξον τοῖς μετὰ χαρᾶς ἐξ οὐρανῶν ὑποδεξαμένοις τὸν Κύριον. Ἐννόησον ποιμένας σοφιζομένους, ἱερεῖς προφητεύοντας, γυναῖκας εὐφραινομένας, ὅτε Μαρία χαίρειν ἐδιδάσκετο παρὰ τοῦ Γαβριὴλ, ὅτε Ἐλισάβετ ἐπ' αὐτῶν εἶχε τῶν σπλάγχνων σκιρτῶντα τὸν Ἰωάννην. Ἄννα εὐηγγελίζετο, Συμεὼν ἐνηγκαλίζετο, ἐν μικρῷ βρέφει τὸν μέγαν Θεὸν προσκυνοῦντες· οὐ τοῦ ὁρωμένου καταφρονοῦτες, ἀλλὰ τῆς θεότητος αὐτοῦ τὴν μεγαλωσύνην δοξολογοῦντες. Ἐφαίνετο γὰρ, ὥσπερ φῶς δι' ὑελίνων ὑμένων, διὰ τοῦ ἀνθρωπίνου σώματος ἡ θεία δύναμις, διαυγάζουσα τοῖς ἔχουσι τοὺς ὀφθαλμοὺς τῆς καρδίας κεκαθαρμένους· μεθ' ὧν καὶ ἡμεῖς εὑρεθείημεν ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, ἵνα καὶ αὐτοὶ μεταμορφωθῶμεν ἀπὸ δόξης εἰς δόξαν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


* μια πρώιμη μαρτυρία για την αρχική ονομασία της εορτής
 

Γιώργος Μ.

Γιώργος Μπάτζιος
(ούτε μία λέξη δεν περισσεύει από το ακόλουθο κείμενο του αγίου Ιωάννου του Δαμασκηνού)


Περὶ τῆς θείας οἰκονομίας καὶ περὶ τῆς δι΄ ἡμᾶς κηδεμονίας καὶ τῆς ἡμῶν σωτηρίας

.......................
Ἐπειδὴ δι΄ ἁμαρτίας ὁ θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν ὥσπερ τι θηρίον ἄγριον καὶ ἀνήμερον τὸν ἀνθρώπινον λυμαινόμενος βίον͵ ἔδει δὲ τὸν λυτροῦσθαι μέλλοντα ἀναμάρτητον εἶναι καὶ μὴ τῷ θανάτῳ διὰ τῆς ἁμαρτίας ὑπεύθυνον͵ ἔτι δὲ νευρωθῆναι καὶ ἀνακαινισθῆναι τὴν φύσιν καὶ ἔργῳ παιδαγωγηθῆναι καὶ διδαχθῆναι ἀρετῆς ὁδὸν τῆς μὲν φθορᾶς ἀπάγουσαν͵ πρὸς δὲ τὴν ζωὴν ποδηγοῦσαν τὴν αἰώνιον· τέλος τὸ μέγα περὶ αὐτὸν τῆς φιλανθρωπίας ἐνδείκνυται πέλαγος· αὐτὸς γὰρ ὁ δημιουργός τε καὶ κύριος τὴν ὑπὲρ τοῦ οἰκείου πλάσματος ἀναδέχεται πάλην καὶ ἔργῳ διδάσκαλος γίνεται·

καὶ ἐπειδὴ θεότητος ἐλπίδι ὁ ἐχθρὸς δελεάζει τὸν ἄνθρωπον͵ σαρκὸς προβλήματι δελεάζεται καὶ δείκνυται ἅμα τὸ ἀγαθὸν καὶ τὸ σοφόν͵ τὸ δίκαιόν τε καὶ τὸ δυνατὸν τοῦ θεοῦ· τὸ μὲν ἀγαθόν͵ ὅτι οὐ παρεῖδε τοῦ οἰκείου πλάσματος τὴν ἀσθένειαν͵ ἀλλ΄ ἐσπλαγχνίσθη ἐπ΄ αὐτῷ πεσόντι καὶ χεῖρα ὤρεξε· τὸ δίκαιον͵ ὅτι ἀνθρώπου ἡττηθέντος οὐχ ἕτερον ποιεῖ νικῆσαι τὸν τύραννον οὐδὲ βίᾳ ἐξαρπάζει τοῦ θανάτου τὸν ἄνθρωπον͵ ἀλλ΄ ὃν πάλαι διὰ τῆς ἁμαρτίας καταδουλοῦται ὁ θάνατος͵ τοῦτον ὁ ἀγαθὸς καὶ δίκαιος νικητὴν πάλιν πεποίηκε καὶ τῷ ὁμοίῳ τὸν ὅμοιον ἀνεσώσατο͵ ὅπερ ἄπορον ἦν· τὸ δὲ σοφόν͵ ὅτι εὗρε τοῦ ἀπόρου λύσιν εὐπρεπεστάτην· εὐδοκίᾳ γὰρ τοῦ θεοῦ καὶ πατρὸς ὁ μονογενὴς υἱὸς καὶ λόγος τοῦ θεοῦ καὶ θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός͵ ὁ ὁμοούσιος τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι͵ ὁ προαιώνιος͵ ὁ ἄναρχος͵ ὁ ἐν ἀρχῇ ὢν καὶ πρὸς τὸν θεὸν καὶ πατέρα ὢν καὶ θεὸς ὤν͵ ὁ ἐν μορφῇ θεοῦ ὑπάρχων κλίνας οὐρανοὺς κατέρχεται͵ τουτέστιν τὸ ἀταπείνωτον αὐτοῦ ὕψος ἀταπεινώτως ταπεινώσας συγκαταβαίνει τοῖς ἑαυτοῦ δούλοις συγκατάβασιν ἄφραστόν τε καὶ ἀκατάληπτον (τοῦτο γὰρ δηλοῖ ἡ κατάβασις) καὶ θεὸς ὢν τέλειος ἄνθρωπος τέλειος γίνεται καὶ ἐπιτελεῖται τὸ πάντων καινῶν καινότατον͵ τὸ μόνον καινὸν ὑπὸ τὸν ἥλιον͵ δι΄ οὗ ἡ ἄπειρος τοῦ θεοῦ ἐμφανίζεται δύναμις. Τί γὰρ μεῖζον τοῦ γενέσθαι τὸν θεὸν ἄνθρωπον;

Καὶ ὁ λόγος σὰρξ ἀτρέπτως ἐγένετο ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς ἁγίας ἀειπαρθένου καὶ θεοτόκου καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων χρηματίζει ὁ μόνος φιλάνθρωπος͵ οὐκ ἐκ θελήματος ἢ ἐπιθυμίας ἢ συναφείας ἀνδρὸς ἢ γεννήσεως ἐνηδόνου ἐν τῇ ἀχράντῳ μήτρᾳ τῆς παρθένου συλληφθείς͵ ἀλλ΄ ἐκ πνεύματος ἁγίου καὶ τῆς πρώτης τοῦ Ἀδὰμ γενέσεως· καὶ γίνεται ὑπήκοος τῷ πατρὶ τῷ καθ΄ ἡμᾶς καὶ ἐξ ἡμῶν προσλήμματι τὴν ἡμετέραν παρακοὴν ἰώμενος καὶ ὑπογραμμὸς ἡμῖν ὑπακοῆς γινόμενος͵ ἧς ἐκτὸς οὐκ ἔστι σωτηρίας τυχεῖν.
 

Γιώργος Μ.

Γιώργος Μπάτζιος
(τα ακόλουθα είναι πολύ πυκνής θεολογικής ουσίας και έκφρασης, γι' αυτό τα βάζω χωρισμένα σε νοήματα, κυρίως για να παρατεθεί το υλικό από το οποίο αντλούν τη θεολογία τους πολλοί επίκαιροι ύμνοι)

Περὶ τοῦ τρόπου τῆς συλλήψεως τοῦ θεοῦ λόγου καὶ τῆς θείας αὐτοῦ σαρκώσεως


Καὶ τότε ἐπεσκίασεν ἐπ΄ αὐτὴν <την Θεοτόκον> ἡ τοῦ θεοῦ τοῦ ὑψίστου ἐνυπόστατος σοφία καὶ δύναμις͵ ὁ υἱὸς τοῦ θεοῦ ὁ τῷ πατρὶ ὁμοούσιος͵ οἱονεὶ θεῖος σπόρος

καὶ συνέπηξεν ἑαυτῷ ἐκ τῶν ἁγνῶν καὶ καθαρωτάτων αὐτῆς αἱμάτων σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ͵

ἀπαρχὴν τοῦ ἡμετέρου φυράματος͵

οὐ σπερματικῶς ἀλλὰ δημιουργικῶς διὰ τοῦ ἁγίου πνεύματος͵

οὐ ταῖς κατὰ μικρὸν προσθήκαις ἀπαρτιζομένου τοῦ σχήματος͵ ἀλλ΄ ὑφ΄ ἓν τελειωθέντος.

Αὐτὸς ὁ τοῦ θεοῦ λόγος χρηματίσας τῇ σαρκὶ ὑπόστασις·

οὐ γὰρ προϋποστάσῃ καθ΄ ἑαυτὴν σαρκὶ ἡνώθη ὁ θεὸς λόγος͵

ἀλλ΄ ἐνοικήσας τῇ γαστρὶ τῆς ἁγίας παρθένου ἀπεριγράπτως ἐν τῇ ἑαυτοῦ ὑποστάσει

ἐκ τῶν ἁγνῶν τῆς παρθένου αἱμάτων σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ ὑπεστήσατο ἀπαρχὴν προσλαβόμενος τοῦ ἀνθρωπίνου φυράματος͵

αὐτὸς ὁ λόγος γενόμενος τῇ σαρκὶ ὑπόστασις.

Ὥστε ΑΜΑ ΣΑΡΞ, ΑΜΑ ΘΕΟΥ ΛΟΓΟΥ ΣΑΡΞ͵

ἅμα σὰρξ ἔμψυχος λογική τε καὶ νοερά͵ ἅμα θεοῦ λόγου σὰρξ ἔμψυχος λογική τε καὶ νοερά.

Διὸ οὐκ ἄνθρωπον ἀποθεωθέντα λέγομεν͵ ἀλλὰ θεὸν ἐνανθρωπήσαντα·

ὢν γὰρ φύσει τέλειος θεὸς γέγονε φύσει τέλειος ἄνθρωπος

ὁ αὐτὸς οὐ τραπεὶς τὴν φύσιν οὐδὲ φαντάσας τὴν οἰκονομίαν͵

ἀλλὰ τῇ ἐκ τῆς ἁγίας παρθένου ληφθείσῃ λογικῶς τε καὶ νοερῶς ἐψυχωμένῃ σαρκὶ καὶ ἐν αὐτῷ τὸ εἶναι λαχούσῃ

ἑνωθεὶς καθ΄ ὑπόστασιν ἀσυγχύτως καὶ ἀναλλοιώτως καὶ ἀδιαιρέτως͵

μὴ μεταβαλὼν τὴν τῆς θεότητος αὐτοῦ φύσιν εἰς τὴν τῆς σαρκὸς οὐσίαν

μήτε μὴν τὴν οὐσίαν τῆς σαρκὸς αὐτοῦ εἰς τὴν φύσιν τῆς αὐτοῦ θεότητος

οὐδὲ ἐκ τῆς θείας αὐτοῦ φύσεως καί͵ ἧς προσελάβετο ἀνθρωπίνης φύσεως͵ μίαν φύσιν ἀποτελέσας σύνθετον.
 
Top