"Χορός ιεροψαλτών - Αντιφωνικό Μέλος" (Χοράρχης: Γιώργος Καμαριάρης)

ΝΕΚΤΑΡΙΟΣ ΚΟΥΓΙΑΣ

Παλαιό Μέλος
Από τη χορωδία, "Αντιφωνικό Μέλος" ακούμε "Ἄστρον ἤδη ἀνατέταλκεν..."


Ἄστρον ἤδη ἀνατέταλκεν, ἐκ φυλῆς, Ἰούδα, ὅπερ ἐπιγνόντες, Βασιλεῖς κινήσεις, ἀνατολῶν ποιοῦνται, καὶ φθάσαι ἐπείγονται, ὅπως θεάσωνται Χριστόν, ἐν Βηθλεέμ σαρκὶ τικτόμενον.
 

ΝΕΚΤΑΡΙΟΣ ΚΟΥΓΙΑΣ

Παλαιό Μέλος

Ἐξεπλήττετο ὁ Ἡρῴδης, ὁρῶν τῶν Μάγων τὴν εὐσέβειαν καὶ τῶ θυμῶ vικώμενος, τοῦ ἔτους ἠκριβολόγει τὸ διάστημα. Μητέρες ἠτεκvοῦντο, καὶ ἡ ἄωρος ἡλικία τώv βρεφώv, πικρῶς κατεθερίζετο, μαζοὶ ἐξηραίvοντο, καὶ πόροι γάλακτος συνεστέλλοντο. Μέγα ἢv τὸ δεινόν! διὸ εὐσεβῶς πιστοὶ συνελθοvτες, προσκυνήσωμεv τοῦ Χριστοῦ τὴν γέvνησιν.[/MEDIA]
 

ΝΕΚΤΑΡΙΟΣ ΚΟΥΓΙΑΣ

Παλαιό Μέλος

ΥΓ: Με αφορμή την πιο πάνω ηχογράφηση, καλοπροαίρετα, θα 'λεγα, ότι εξ' αιτίας του πένθιμου και κατανυκτικού χαρακτήρα της Μ. Εβδομάδας, καλό θα ήταν το ύφος και το ήθος, κατά την ερμηνεία και εκτέλεση των μαθημάτων, να είναι συσταλτικό, με πιο χαμηλή ένταση, προκαλώντας, έτσι, συναισθήματα συστολής & κατάνυξης.
 

ΑΛΕΞΙΟΣ ΝΙΚΟΛΟΥΤΣΟΠΟΥΛΟΣ

Φωτορεπόρτερ - Οπερατέρ Films Producer

Ταις εξ έργων καυχήσεσι - Δοξαστικό Αίνων Κυριακής Τελώνου και Φαρισαίου, Πέτρου Πελοποννήσου (1730-1778) Ήχος Πλάγιος του τετάρτου. Αντιφωνικό Μέλος #antifonikomelos
Ψάλλουν οι : Διαμαντόπουλος Παναγιώτης
Καλαπανίδας Χαράλαμπος
Καστελιώτης Ευστάθιος
Πλευρίτης Ιωάννης
Τσάρας Στέφανος
Τανάγρας Δημήτρης
Χαντζης Κωνσταντίνος

Ισοκρατούν οι:
Κοσσένας Γεώργιος
Παπαϊωάννου Βασίλης
Ορφανάκος Νεκτάριος
Χαντζηγεωργίου Παναγιώτης
Διεύθυνση χορού ψαλτών :Καμαριάρης Γεώργιος.

Η live ηχογράφηση έγινε στον Ιερό Ναό Αγίου Δημητρίου ομωνύμου Δήμου Αττικής.

Επεξεργασία ήχου και εικόνας: Ηχοληψία Αλέξιος Νικολουτσόπουλος
Mastering. Engineer Φωτορεπόρτερ - Οπερατέρ Films Producer
ΔΗΜΟΣΙΟΓΡΑΦΙΚΟ ΜΕΛΟΣ ΤΗΣ ΕΝΩΣΗΣ ΣΥΝΤΑΚΤΩΝ ΔΙΑΔΙΚΤΥΟΥ
Μια παραγωγή της Studio A PCM Video production WebTV (Copyright © 2020, All Rights Reserved)
 

Diogenes

Νέο μέλος

«Σήμερον συγκαλείται ημάς». Δοξαστικό του Εσπερινού του Αγίου Δημητρίου. Ήχος πλάγιος του δεύτερου. Σύνθεση του Άρχοντα Λαμπαδαρίου της ΜτΧΕ Ελευθερίου Γεωργιάδη. Live ερμηνεία από τον πανηγυρίζοντα Ιερό Ναό Αγίου Δημητρίου ομωνύμου Δήμου Αττικής.
 

ΝΕΚΤΑΡΙΟΣ ΚΟΥΓΙΑΣ

Παλαιό Μέλος
ΜΕΓΑΛΥΝΑΡΙΑ ΕΟΡΤΗΣ ΥΠΑΠΑΝΤΗΣ ΤΟΥ ΚΥΡΙΟΥ



Ἀκατάληπτόν ἐστι, τό τελούμενον ἐν σοί
καί Ἀγγέλοις καί βροτοῖς, Μητροπάρθενε ἁγνή.

Ἀγκαλίζεται χερσίν, ὁ Πρεσβύτης Συμεών,
τόν τοῦ νόμου Ποιητήν, καί Δεσπότην τοῦ παντός.

Βουληθείς ὁ Πλαστουργός, ίνα σώση τόν Ἀδάμ,
μήτραν ὤκησε τήν σήν, τῆς Παρθένου καί ἁγνῆς.

Γένος ἅπαν τῶν βροτῶν, μακαρίζεί σε Ἁγνή,
καί δοξάζεί σε πιστῶς, ὡς Μητέρα τοῦ Θεοῦ.

Δεῦτε ἴδετε Χριστόν, τόν Δεσπότην τοῦ παντός,
ὅν βαστάζει Συμεών, σήμερον ἐν τῷ ναῷ.

Ἐπιβλέπεις πρός τήν γῆν, καί ποιεῖς τρέμειν αὐτήν,
καί πῶς γέρων κεκμηκώς, σέ κατέχει ἐν χερσί;

Ζήσας ἔτη Συμεών, ἕως εἶδε τόν Χριστόν,
καί ἐβόα πρός αὐτόν, Νῦν ἀπόλυσιν ζητῶ.

Ἡ λαβίς ἡ μυστική, ἡ τόν ἄνθρακα Χριστόν,
συλλαβοῦσα ἐν γαστρί, σύ ὑπάρχεις Μαριάμ.

Θέλων ἐνηνθρώπησας, ὁ προάναρχος Θεός,
καί ναῷ προσφέρεσαι, τεσσαρακονθήμερος.

Κατελθόντ’ ἐξ οὐρανοῦ, τόν Δεσπότην τοῦ παντός,
ὑπεδέξατο αὐτόν, Συμεών ὁ Ἱερεύς.

Λάμπρυνόν μου τήν ψυχήν, καί τό φῶς τό αἰσθητόν,
ὅπως ἴδω καθαρῶς, καί κηρύξω σέ Θεόν.

Μητροπάρθενε ἁγνή, τί προσφέρεις τῷ ναῷ,
νέον βρέφος ἀποδούς, ἐν ἀγκάλαις Συμεών;

Νῦν ἀπόλυσιν ζητῶ, ἀπό σοῦ τοῦ Πλαστουργοῦ,
ὅτι εἶδον σέ Χριστέ, τό σωτήριόν μου φῶς.

Ὅν οἱ ἄνω λειτουργοί, τρόμῳ λιτανεύουσι,
κάτω νῦν ὁ Συμεών, ἀγκαλίζεται χερσί.

Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι
Ἡ τῇ φύσει μέν Μονάς, τοῖς προσώποις δέ Τριάς,
φύλαττε τούς δούλους σου, τούς πιστεύοντας εἰς σέ.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν
Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν,
Σκέπε, φρούρει, φύλαττε, τούς ἐλπίζοντας εἰς σέ.

Ὁ Εἱρμός
Ἐν νόμῳ σκιά καί γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τό τήν μήτραν διανοῖγον, ἅγιον Θεῷ, διό πρωτότοκον Λόγον, Πατρός Ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ μεγαλύνωμεν.
 

ΝΕΚΤΑΡΙΟΣ ΚΟΥΓΙΑΣ

Παλαιό Μέλος

"Ἔφθασε καιρός, ἡ τῶν πνευματικῶν ἀγώνων ἀρχή, ἡ κατὰ τῶν δαιμόνων νίκη, ἡ πάνοπλος ἐγκράτεια, ἡ τῶν Ἀγγέλων εὐπρέπεια, ἡ πρὸς Θεὸν παρρησία· δι' αὐτῆς γὰρ Μωϋσῆς, γέγονε τῷ Κτίστῃ συνόμιλος, καὶ φωνὴν ἀοράτως, ἐν ταῖς ἀκοαῖς ὑπεδέξατο· Κύριε, δι' αὐτῆς ἀξίωσον καὶ ἡμᾶς, προσκυνῆσαί σου τὰ Πάθη καὶ τὴν ἁγίαν Ἀνάστασιν, ὡς φιλάνθρωπος."`
 

ΝΕΚΤΑΡΙΟΣ ΚΟΥΓΙΑΣ

Παλαιό Μέλος

"Ἰδοὺ σκοτία καὶ πρωΐ, καὶ τί πρὸς τὸ μνημεῖον Μαρία ἕστηκας, πολὺ σκότος ἔχουσα ταῖς φρεσίν; ὑφ’ οὗ ποῦ τέθειται ζητεῖς ὁ Ἰησοῦς. Ἀλλ’ ὅρα τοὺς συντρέχοντας Μαθητάς, πῶς τοῖς ὀθονίοις καὶ τῷ σουδαρίῳ, τὴν Ἀνάστασιν ἐτεκμήραντο, καὶ ἀνεμνήσθησαν τῆς περὶ τούτου Γραφῆς. Μεθ’ ὧν, καὶ δι’ ὧν καὶ ἡμεῖς, πιστεύσαντες, ἀνυμνοῦμέν σε τὸν ζωοδότην Χριστόν."
(Μέλος Ελ. Γεωργιάδη)
 

ΝΕΚΤΑΡΙΟΣ ΚΟΥΓΙΑΣ

Παλαιό Μέλος
"Τὰ τῆς Μαρίας δάκρυα..." (μέλος, αείμνηστου Άρχ. Λαμπαδαρίου της Μ.τ.Χ.Ε., Ελ. Γεωργιάδη)


"Τὰ τῆς Μαρίας δάκρυα οὐ μάτην χεῖνται θερμῶς· ἰδοὺ γὰρ κατηξίωται, καὶ διδασκόντων Ἀγγέλων, καὶ τῆς ὄψεως τῆς σῆς ὦ Ἰησοῦ· ἀλλ' ἔτι πρόσγεια φρονεῖ, οἷα γυνὴ ἀσθενής· διὸ καὶ ἀποπέμπεται μὴ προσψαῦσαί σοι Χριστέ. Ἀλλ' ὅμως κήρυξ πέμπεται τοῖς σοῖς Μαθηταῖς, οἷς εὐαγγέλια ἔφησε, τὴν πρὸς τὸν πατρῷον κλῆρον ἄνοδον ἀπαγγέλλουσα. Μεθ' ἧς ἀξίωσον καὶ ἡμᾶς, τῆς ἐμφανείας σου, Δέσποτα Κύριε."
 

ΝΕΚΤΑΡΙΟΣ ΚΟΥΓΙΑΣ

Παλαιό Μέλος

γγελος πρωτοστάτης,
οὐρανόθεν ἐπέμφθη,
εἰπεῖν τῇ Θεοτόκω τὸ Χαῖρε·
καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ,
σωματούμενόν σε θεωρῶν, Κύριε,
ἐξίστατο καὶ ἵστατο,
κραυγάζων πρὸς Αὐτὴν τοιαῦτα·
Χαῖρε, δ' ἧς ἡ χαρὰ ἐκλάμψει,
χαῖρε, δι' ἧς ἡ ἀρὰ ἐκλείψει.
Χαῖρε, τοῦ πεσόντος Ἀδάμ ἡ ἀνάκλησις,
χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον ἀθρωπίνοις λογισμοῖς,
χαῖρε, βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλμοῖς.
Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα,
χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.
Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν ἥλιον,
χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.
Χαῖρε, δι' ἧς νεουργεῖται ἡ κτίσις,
χαῖρε, δι' ἧς βρεφουργεῖται ὁ Κτίστης.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Β
λέπουσα ἡ Ἁγία,
ἑαυτήν ἐν ἁγνείᾳ,
φησὶ τῷ Γαβριὴλ θαρσαλέως·
τὸ παράδοξόν σου τῆς φωνῆς,
δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται·
ἀσπόρου γὰρ συλλήψεως,
τὴν κύησιν πὼς λέγεις κράζων·
Ἀλληλούια.
ΥΓ:
Εκφωνεί ο α΄ψάλτης του Ι. Ν. Αποστόλου Παύλου οδού Ψαρών, κ. Ευστάθιος Καστελιώτης
 
Top