Φόνος ἐπὶ τῷ ψάλλειν

domesticus

Lupus non curat numerum ovium
Παραθέτω ἕνα λυπηρὸ ἱστορικὸ ἐπεισόδιο –σχετικὸ καὶ μὲ ψαλτικὴ, τὴν σφαγὴ τοῦ αὐτοκράτορα Λέοντα Ε΄ τοῦ Ἀρμένιου ἀπὸ τὸν Μιχαὴλ Β΄ τὸν Τραυλὸ, ποὺ τὸν διαδέχθηκε, ἀνήμερα τῶν Χριστουγέννων τοῦ 825, τὴ στιγμὴ ποὺ ἔψαλλε μὲ τοὺς βασιλικοὺς ψάλτες τὶς καταβασίες τῆς ἑορτῆς μέσα στὴν Ἁγία Σοφία. Προέρχεται τὸ ἀπὸσπασμα ἀπὸ τὸ ἔργο τοῦ Ἰωάννου Ζωναρᾶ, Ἐπιτομὴ Ἱστοριῶν, ἔκδ. L. Dindorf, Leipzig 1868, τ. 1, σ. 334 κ.ἐξ:

ταύτην τὴν ἐπιστολὴν ἐγχειρήσας τῷ παπίᾳ ἐνετείλατο στεῖλαί τινα ἐξ αὐτῆς τὸν τὴν ἐπιστολὴν ὑποδείξοντα τοῖς συνίστορσιν, ἕκαστον εἰπὼν ἐξ ὀνόματος, καὶ ὑποθησόμενον νυκτὸς φοιτῆσαι πρὸς τὰ ἀνάκτορα μεταμφιασαμένους ἐν σχήματι κληρικῶν καὶ ξιφίδια κεκρυμμένα βαστάζοντας. οἱ μὲν οὖν ἧκον ὡς ἐνετάλθησαν· ἄρτι δὲ περὶ ὄρθρον τῆς νυκτὸς γενομένης ἧκον οἱ βασιλικοὶ ψάλται, τὰς ᾠδὰς ᾄσοντες τὰς ἑωθινάς. τούτοις ὁ παπίας καὶ τοὺς τοῦ Μιχαὴλ συνίστορας συνεισήγαγε, καὶ οἱ μὲν ἐν γωνίᾳ τινὶ καὶ σκότῳ συνεκρύπτοντο· οἱ ψάλται δὲ τοὺς ὕμνους ᾖδον. ἤδη δὲ τούτων ὑπερμεσούντων καὶ ὁ βασιλεὺς εἰς τὸν ναὸν ἐπεδήμησε καὶ διάτορον (δηλ. ὑψίφωνο) ἔχων φθόγγον, βαρύτατον δὲ καὶ σὺν τραχύτητι ταῖς ἀκοαῖς εἰσδυόμενον, ᾤετο εὐφωνεῖν καὶ εἶναι μελῳδικώτατος καὶ κατάρχεσθαι τῶν ὕμνων εἰώθει. τότε τοίνυν στὰς ἐξεφώνησε,
τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ.
καὶ αὐτίκα τῆς γωνίας οἱ κατ᾽ αὐτοῦ μελετήσαντες καὶ τοῦ σκότους ἐξέθορον, τὰ ξίφη σπασάμενοι· ὁ δὲ συνεὶς τὸ δρώμενον εἰσέδραμε τὸ θυσιαστήριον, καὶ οἱ αὐτοῦ δὲ ἀναιρέται ἐφείποντο, κἀκεῖ πρὸς αὐτῶν πολλαῖς κατατρωθεὶς ταῖς πληγαῖς καὶ τὴν χεῖρα ἀποτμηθεὶς τέλος ἀφῄρητο καὶ τὴν κεφαλήν, βασιλεύσας ὠμῶς τε καὶ ἀσεβῶς ἐπὶ ἔτη ἑπτὰ καὶ μῆνας πέντε. καὶ ὁ μὲν ἐκείνου νεκρὸς εἰς τὸν Ἱππόδρομον συρόμενος ἔρριπτο.


Ὁ Συνεχιστὴς Θεοφάνους, Χρονογραφία, ed. I. Bekker, CSHB, Bonn 1838, σ. 39, τὸν χαρακτηρίζει ὅτι ἦταν: φύσει τε εὔφωνος καὶ ἐν ταῖς μελῳδίαις τῶν κατ᾽ ἐκεῖνο καιροῦ ἀνθρώπων ἡδύτατος . Ἀκόμα ἀναφέρει ὅτι: βασιλεὺς αὐτοῦ που πλησίον ἦν τοῖς ᾄδουσιν, προεξάρχων πολλάκις τοῦτο δὴ τὸ φίλον αὐτῷ τὸ παντάνακτος ἐξεφαύλισαν πόθῳ. Καὶ συνεχίζει παραθέτοντας λεπτομέρειες τοῦ φονικοῦ: Λέων δὲ τοῖς ἀδύτοις ἐπι συρεὶς οὐ σώζεται, ἀλλ᾽ ἀμύνασθαι διεσπούδαζεν. ὅθεν τὴν τοῦ θυμιατηρίου σειρὰν διαρπάσας, ἢ κατά τινας θεῖον σταυρόν, τοῖς ἐπερχομένοις ἀντιπαρατάττεσθαι ἐβούλετο. ἀλλ᾽ οὗτοι πολλοὶ καὶ οὐ καθ᾽ εἷς ἐπιδραμόντες κατετίτρωσκον, καὶ ὣς ἀμυνόμενον καὶ τῇ τοῦ σταυροῦ ὕλῃ τὰς τῶν ξιφῶν ὁρμὰς ἀποπέμποντα. ἀλλ᾽ ἔκαμεν πάντοθεν ὡς θηρίον βαλλόμενος, ὅτε δὴ καὶ ἀπογνοὺς ὅρκῳ τῆς ἐνοικούσης χάριτος ἐν τῷ ναῷ τινὰ εὐμεγέθη καὶ γιγανταῖον ἐπιφέροντα ὁρῶν τὴν πληγὴν ἐδυσώπει καὶ ἐξελιπάρει τρανῶς· τῆς ἐκ τῶν Κραμβωνιτῶν οὗτος ὡρμᾶτο γενεᾶς. ἀλλ᾽ ὅγε "οὐχ ὅρκων" εἰπὼν "ἀλλὰ φόνων καιρός," ἔτι τε κατὰ τῆς θείας ὀμόσας χάριτος, παίει διανταίαν κατὰ χειρὸς οὕτω δὴ ἀνδρικῶς ὡς οὐ μόνον τῆς κλειδὸς ἀπαρράξαι ταύτην δεινῶς, ἀλλὰ καὶ τὸ κέρας τοῦ σταυροῦ κοπτόμενον μέχρι πολλοῦ προελθεῖν. συναποτέμνει δέ τις αὐτοῦ καὶ τὴν κεφαλήν, ὅλμου δίκην τὸ σῶμα καταλιπών.
 
Top