Μεγάλο ἀπόδειπνο:
Ὁ ἦχος δὲν εἶναι γνωστός, ἀλλὰ ἴσως θὰ μποροῦσαν νὰ εἶναι ὁμόηχα μὲ τὸ «Μεθ' ἡμῶν ὁ Θεὸς...».
Τὴν ἡμέραν διελθών, εὐχαριστῶ σοι, Κύριε, τὴν ἑσπέραν, αἰτοῦμαι, σὺν τῇ νυκτὶ ἀναμάρτητον, παράσχου μοι, Σωτήρ, καὶ σῶσόν με.
Δόξα...
Τὴν ἡμέραν παρελθών, δοξολογῶ σε, Δέσποτα, τὴν ἑσπέραν αἰτοῦμαι, σὺν τῇ νυκτὶ ἀσκανδάλιστον, παράσχου μοι, Σωτήρ, καὶ σῶσόν με.
Καὶ νῦν...
Τὴν ἡμέραν διαβάς, ὑμνολογῶ σε, Ἅγιε, τὴν ἑσπέραν, αἰτοῦμαι, σὺν τῇ νυκτἰ ἀνεπίβουλον, παράσχου μοι, Σωτήρ, καὶ σῶσόν με.
Στὴν προηγιασμένη, ἀντὶ τοῦ «Πληρωθήτω...»
«Ὕμνος ἕτερος ψαλλόμενος ἐν τοῖς προηγιασμένοις. Εὐχαριστοῦμεν σοι Κύριε ὁ Θεός, ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τοῦ ἀχράντου σου σώματος καὶ τοῦ τιμίου σου αἵματος τῆς οἰκονομίας σου. Ἀλληλούια»
(χφ. Μόσχας State Historical Museum Chludova 129 ψαλτήριο Chludov περὶ τὸ 850 φ. 167r).
«Εὐχαριστοῦμεν σοι Χριστὲ ὁ Θεός, ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τοῦ ἀχράντου σώματος καὶ τοῦ τιμίου αἵματος τῆς οἰκονομίας σου. Ἀλληλούια»
(χφφ. Σινὰ ΜΓ 22 προηγιασμένα τέλη θ'-ἀρχές ι' αἰ. φ. 16v, Γ σ. 152
«εἰς ἦχον πλ. δ'», ΚΡ φ. 23v («ὁ Θεὸς ἡμῶν»), χφφ. ψαλτήρια ΕΒΕ 47 τοῦ ἔτους 975 φ. 242v, Δ-70 τοῦ ἔτους 984 φ. 226r, RNB gr. 64 τοῦ ἔτους 994 φ. 221v, ΕΒΕ 7 ἀρχὲς ια’ αἰ. φ. 261r, εἰλητάριο Barb. gr. 451 προηγιασμένα ια’ αἰ., Barb. gr. 285 ψαλτήριο ια’ αἰ. φ. 159r, Paris. gr. 40 ψαλτήριο-ὡρολόγιο τοῦ ἔτους 1059 φ. 174r, Dumbarton Oaks 3 Κωνσταντινουπολιτικὸ ψαλτήριο τοῦ ἔτους 1084 φ. 84v, Βατοπαιδίου 1231 ψαλτήριο ια’ αἰ., Φλωρεντίας Plutei 05.23 ψαλτήριο μεταξὺ τῶν ἐτῶν 1101-1110 φ. 111v, P 05.05 φ. 278v, Paris. gr. 22 ὡρολόγιο τοῦ ἔτους 1126 φ. 227v, Barb. gr. 320 ψαλτήριο ιβ' αἰ. φ. 248v («ὁ Θεὸς ἡμῶν»), Κρυπτοφέῤῥης Γ. β. II εὐχολόγιο ἀρχὲς ιβ’ αἰ. φ. 49v («ὁ Θεὸς ἡμῶν»), Barb. gr. 329 εὐχολόγιο ιβ’ αἰ. φ. 17v («ὁ Θεὸς ἡμῶν»), Κρυπτοφέῤῥης Γ. β. XXA εὐχολόγιο τέλη ιβ’-ἀρχὲς ιγ’ αἰ. φ. 13v «ἦχος δ’» ἄνευ «ἀλληλούια», Σινὰ 1037 λειτουργίες ιβ’-ιγ’ αἰ. φ. 105r («ὁ Θεὸς ἡμῶν»), Vat. gr. 2324 εὐχολόγιο ιδ’ αἰ. φ. 25r καὶ Paris. gr. 1555 Α ὡρολόγιο ιδ' αἰ. δ. 145r). Βλ. καὶ χφ. Σινὰ 894 ἀνθολόγιο ιδ’ αἰ. φ. 165r. «Εὐχαριστοῦμεν σοι, Χριστὲ ὁ Θεός ἡμῶν, ὅτι ἠξίωσας» (χφφ. Σινὰ 1040 διακονικὸ μέσα ιβ’ αἰ. φ. 67v (D II σ. 135), Vat. gr. 1811 εὐχολόγιο τοῦ ἔτους 1147 φ. 109r, Angelica gr. 15 λειτουργίες τοῦ ἔτους 1165 φ. 47r, Vat. gr. 1554 εὐχολόγιο ἀρχὲς ιβ’ αἰ. φ. 46r, Escorial Χ. IV. 13 εὐχολόγιο πρὸ τοῦ 1174 φ. 7r Vat. gr. 1872 εὐχολόγιο ιβ’ αἰ. φ. 19r-v («ὁ Θεὸς ἡμῶν...ἀχράντου σου...»), Σ6 φ. 164r). «Εὐχαριστοῦμεν σοι» (χφ. Paris. gr. 391 λειτουργίες ιβ’ αἰ. φ. 92v). Βλ. καὶ ΚΣ σ. 177, εὐχολόγιο Ἀρχιμήδη τοῦ ἔτους 1229 φ. 11v καὶ Ὡρολόγιον ἔκδ. Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου (1794).
«ἕτερον» στιχηρὸ τοῦ Πάσχα:
«Πάσχα· ὁ ἀμνὸς ἡμῖν τέθυται θεῖον σφάγιον·
πάσχα Θεοῦ ἅγιον, πάσχα θεουργόν·
πάσχα τὸ σωτήριον, πάσχα λυτήριον παθῶν,
πάσχα ἔνθεον· πάσχα, αἴγλη· πάσχα μυστικόν·
πάσχα δι᾿οὗ περ βροτοὶ λαμπροφοροῦντες ἀγαλλόμεθα·
πάσχα βρύον ἀφθαρσίας πηγήν»
(ΤΑ σ. 198, χφ. Σινὰ 758 πεντηκοστάριο ιβ' αἰ. φ. 90v).
«Πάσχα ὁ ἀμνὸς ἡμῖν τέθυται
[1] τοῦ Θεοῦ καὶ Πατρός·
πάσχα σεμνὸν ἅγιον, πάσχα ζωηρόν,
πάσχα ἐξεγέρσιμον, πάσχα ἀθάνατον Χριστοῦ,
πάσχα κάθαρσις, πάσχα θεῖον, πάσχα ἱερόν,
πάσχα βροτοὺς θεουργοῦν καὶ τοὺς νεκροὺς ἀθανατίζον,
πάσχα κόσμου εὐφροσύνης χαρά»
(χφφ. Vat. gr. 771 πεντηκοστάριο τέλη ια’ αἰ. φ. 199r, Vat. gr. 1866 ἀνθολόγιο ιδ’ αἰ. φ. 196v).
[1] ΤΜ σ. 251.
Ὑπακοὴ Εἰσοδίων ἦχος δ’
«Σήμερον ἡ θεοχώρητος σκηνὴ τὰ τῶν ἁγίων ἅγια ἐμβατεύσασα καὶ τροφὴν οὐράνιον ὑπὸ ἀγγέλου δεξαμένη ἀρχὴ σωτηρίας τῷ κόσμῳ προσήνεκται. Διὸ βοήσωμεν τῇ Θεοτόκῳ Μαρίᾳ· Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ πρὸ σοῦ καὶ ἐκ σοῦ καὶ μεθ’ ἡμῶν διὰ τὸ σώσαι τὰς ψυχὰς ἡμῶν»
(χφ. Σινὰ 572 μηναῖα ια’-ιβ’ αἰ. φ. 56v, παρομοίως χφφ. πραξαπόστολοι Βυζαντινοῦ Χριστιανικοῦ Μουσείου Ἀθηνῶν 131 ια’-ιβ’ αἰ. καὶ ἁγ. Παντελεήμονος Ἄθω 86 ια’-ιβ’ αἰ.).
Ὑπακοὴ Μεταμορφώσεως ἦχος πλ. δ’
«Τοὺς ἐν νυκτὶ ῥαθυμίας καθεύδοντας καὶ τῷ ὄρθρῳ τῆς μετανοίας μὴ προστρέχοντας ἀνάστησον τῷ φωτὶ τῆς σῆς ἐπιγνώσεως καὶ σῶσον ἡμᾶς Χριστὲ ὁ φωτισμὸς τῶν ψυχῶν ἡμῶν» (χφφ. ᾀσματικὰ Κρυπτοφέῤῥης Γ. γ. I α’ ἥμισυ ιβ’ αἰ. φφ. 27v-28v, Vat. gr. 1606 ιγ’-ιδ’ αἰ. φφ. 145v-146v).
«Ὑπακοὴ Ἀναλήψεως ἦχος πλ. β’.
Πῶς ἀναβήσομαι εἰς τὸ ὄρος τῶν ἀρετῶν, πῶς εἰσελεύσομαι εἰς τὸν τόπον τῶν ἀγαθῶν τῆς ἁμαρτίας ἀντιπραττούσης, τῆς μετανοίας μὴ συντρεχούσης; Ἀλλ’ ὅτι ὁδὸς ὑπάρχεις δικαιοσύνης, αὐτὸς γενοῦ μοι πρὸς σωτηρίαν Χριστὲ ὁ Θεὸς καὶ σῶσον με»
(χφ. Corsini (Ῥώμη) 366, τροπολόγιο τέλη ι’-ἀρχὲς ια’ αἰ. φ. 161r, Vat. gr. 771 πεντηκοστάριο τέλη ια’ αἰ. φ. 277v). Ὑπάρχει καὶ στὸ χφ. Κρυπτοφέῤῥης Γ. γ. VI ᾀσματικὸν ἀρχὲς ιγ’ αἰ. φφ. 123v-126v.
«Στιχολογία. Τὰ ῥήματά μου ἐνώτισαι Κύριε· ἕως ὁ βασιλεὺς μου καὶ ὁ Θεός μου. Ἀλλ’ ὅτι ὁδὸς ὑπάρχεις»
(χφ. Corsini (Ῥώμη) 366, τροπολόγιο τέλη ι’-ἀρχὲς ια’ αἰ. φ. 161r).
Ὑπακοὴ Πεντηκοστῆς «ἦχος πλ. β’.
Ἡ πηγὴ τῶν δακρύων ἐξέλιπεν, ἀλλ’ ὄμβρον ἐλέους παράσχου μοι ὁ τὴν πέτραν ποτέ μοι ἀναδείξας...». Στιχολογία. «Τὰ ῥήματά μου ἐνώτισαι, ἕως...ὁ τὴν πέτραν ποτέ μοι ἀναδείξας»
(χφ. Corsini (Ῥώμη) 366, τροπολόγιο τέλη ι’-ἀρχὲς ια’ αἰ. φ. 161r-v).
Κοντάκιον τῶν Ἁγίων Ἀναργύρων
Ἦχος β'
Οἱ τὴν χάριν λαβόντες τῶν ἰαμάτων, ἐφαπλοῦτε τὴν ῥῶσιν τοῖς ἐν ἀνάγκαις, ἰατροὶ θαυματουργοὶ ἔνδοξοι. Ἀλλὰ τῇ ἡμῶν ἐπισκέψει, καὶ τῶν πολεμίων τὰ θράση καταβάλλετε, τὸν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασι.
Κοντάκιον ἀσωμάτων
Ἦχος β'
Ἀρχιστράτηγοι Θεοῦ, λειτουργοὶ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγοί, καὶ ἀρχηγοὶ Ἀσωμάτων, τὸ συμφέρον ἡμῖν αἰτήσασθε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν Ἀσωμάτων Ἀρχιστράτηγοι.
Κοντάκιον Κυριακῆς τῶν Αγίων Προπατόρων Δεκεμβρίου
Ἦχος πλ. β'
Χειρόγραφον εἰκόνα μὴ σεβασθέντες, ἀλλ' ἀγράφῳ οὐσίᾳ θωρακισθέντες, Τρισμακάριοι ἐν τῷ σκάμματι, τοῦ πυρὸς ἐδοξάσθητε, ἐν μέσῳ δὲ φλογὸς ἀνυποστάτου ἱστάμενοι, Θεὸν ἐπεκαλεῖσθε. Τάχυνον ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.
Κοντάκιον ἁγίων τεσσαράκοντα μαρτύρων
Ἦχος πλ. β'
Τὴν ὑπὲρ ἡμῶν
Πᾶσαν στρατιὰν τοῦ κόσμου καταλιπόντες, τῷ ἐν οὐρανοῖς Δεσπότῃ προσεκολλήθητε, Ἀθλοφόροι Κυρίου Τεσσαράκοντα· διὰ πυρὸς γὰρ καὶ ὕδατος, διελθόντες μακάριοι, ἐπαξίως ἐκομίσασθε, δόξαν ἐκ τῶν οὐρανῶν, καὶ στεφάνων πληθύν.
Κοντάκιον τῶν πατέρων τῆς α', δ' καὶ ζ' συνόδου
Ἦχος πλ. δ'
Αὐτόμελον
Τῶν Ἀποστόλων τὸ κήρυγμα, καὶ τῶν Πατέρων τὰ δόγματα, τῇ Ἐκκλησίᾳ μίαν τὴν πίστιν ἐκράτυνεν· ἣ καὶ χιτῶνα φοροῦσα τῆς ἀληθείας, τὸν ὑφαντὸν ἐκ τῆς ἄνω θεολογίας, ὀρθοτομεῖ καὶ δοξάζει, τῆς εὐσεβείας τὸ μέγα Μυστήριον.
Κοντάκιον προφήτου Ἡλιοῦ
Ἦχος β'
Αὐτόμελον
Προφῆτα καὶ προόπτα τῶν μεγαλουργιῶν τοῦ Θεοῦ, Ἠλία μεγαλώνυμε, ὁ τῷ φθέγματί σου στήσας τὰ ὑδατόρρυτα νέφη, πρέσβευε ὑπὲρ ἡμῶν, τὸν μόνον φιλάνθρωπον.
Κοντάκιον ἁγίου Παντελεήμονος
Ἦχος πλ. α'.
Μιμητὴς ὑπάρχων τοῦ Ἐλεήμονος, καὶ ἰαμάτων τὴν χάριν παρ' αὐτοῦ κομισάμενος, ἀθλοφόρε καὶ Μάρτυς Χριστοῦ τοῦ Θεοῦ, ταῖς εὐχαῖς σου, τὰς ψυχικὰς ἡμῶν νόσους θεράπευσον, ἀπελαύνων τοῦ ἀεὶ πολεμίου τὰ σκάνδαλα, ἐκ τῶν βοώντων ἀπαύστως· Σῶσον ἡμᾶς Κύριε.
Κοντάκιον ἁγίου Στεφάνου 2 Αὐγούστου
Ἦχος πλ. δ'
Πρῶτος ἐσπάρης ἐπὶ γῆς ὑπὸ τοῦ οὐρανίου Γεωργοῦ πανεύφημε, πρῶτος τὸ αἷμα ἐπὶ γῆς διὰ Χριστὸν ἐξέχεας μακάριε, πρῶτος ὑπ' αὐτοῦ τὸν τῆς νίκης στέφανον ἀνεδήσω ἐν οὐρανῷ, ὡς Ἀθλητῶν προοίμιον, Στεφανῖτα τῶν Μαρτύρων ὁ Πρώταθλος.
Κοντάκιον ἁγίου Θεοδώρου τοῦ τήρωνος
Ἦχος πλ. δ'
Αὐτόμελον
Πίστιν Χριστοῦ ὡσεὶ θώρακα, ἔνδον λαβὼν ἐν καρδίᾳ σου, τὰς ἐναντίας δυνάμεις κατεπάτησας Πολύαθλε, καὶ στέφει οὐρανίῳ ἐστέφθης αἰωνίως, ὡς ἀήττητος.
Κοντάκιον Κυριακῆς τῆς Ὀρθοδοξίας
Ἦχος πλ. δ'
Αὐτόμελον
Ὁ ἀπερίγραπτος Λόγος τοῦ Πατρός, ἐκ σοῦ Θεοτόκε περιεγράφη σαρκούμενος, καὶ τὴν ῥυπωθεῖσαν εἰκόνα εἰς τὸ ἀρχαῖον ἀναμορφώσας, τῷ θείῳ κάλλει συγκατέμιξεν. Ἀλλ' ὁμολογοῦντες τὴν σωτηρίαν, ἔργῳ καὶ λόγῳ, ταύτην ἀνιστοροῦμεν.