Στιχηρὰ Πάσχα ἱερὸν... καὶ ἕτερα

MTheodorakis

Παλαιό Μέλος
«Πάσχα· ὁ ἀμνὸς ἡμῖν τέθυται θεῖον σφάγιον·

πάσχα Θεοῦ ἅγιον, πάσχα θεουργόν·

πάσχα τὸ σωτήριον, πάσχα λυτήριον παθῶν,

πάσχα ἔνθεον· πάσχα, αἴγλη· πάσχα μυστικόν·

πάσχα δι᾿οὗ περ βροτοὶ λαμπροφοροῦντες ἀγαλλόμεθα·

πάσχα βρύον ἀφθαρσίας πηγήν»

(τυπικὸ ναοῦ Ἀναστάσεως τοῦ ἔτους 1122 σ. 198, χφ. Σινὰ 758 πεντηκοστάριο ιβ' αἰ. φ. 90v).



«Πάσχα ὁ Χριστὸς ἡμῶν τέθυται θεῖον σφάγιον·

πάσχα καινὸν ἅγιον, πάσχα θεουργόν·

πάσχα ἐξεγέρσιμον, πάσχα λυτήριον παθῶν,

πάσχα ἅγιον· πάσχα, αἴγλης· πάσχα θεϊκόν·

πάσχα δι᾿οὗ περ βροτοὶ Θεῷ Πατρὶ κατηλλάγημεν·

πάσχα βρύον ἀφθαρσίας πηγήν»

(χφ. Reg. gr. Pio. II. 30 τριῴδιο ια’ αἰ. φ. 216r).



«Πάσχα ὁ Χριστὸς ἡμῶν τέθυται θεῖον σφάγιον·

πάσχα Θεοῦ ἅγιον, πάσχα θεουργόν·

πάσχα τὸ σωτήριον, πάσχα λυτήριον παθῶν,

πάσχα ἅγιον· πάσχα, θεῖον, πάσχα μυστικόν·

πάσχα δι᾿οὗ περ βροτοὶ Θεῷ Πατρὶ συγκατηλλάγημεν·

πάσχα βρύον ἀφθαρσίας πηγήν»

(χφ. Vat. gr. 1844 ἀνθολόγιο ιδ’ αἰ. φ. 44v).



«Πάσχα ὁ Χριστὸς ἡμῶν τέθυται θεῖον σφάγιον·

πάσχα Θεοῦ ἅγιον, πάσχα θεουργόν·

πάσχα τὸ σωτήριον, πάσχα λυτήριον παθῶν,

πάσχα ἄμωμον· πάσχα αἴγλης, πάσχα μυστικόν·

πάσχα δι᾿οὗ περ βροτοὶ Θεῷ Πατρὶ συγκατηλλάγημεν·

πάσχα βρύον ἀφθαρσίας πηγήν»

(χφ. Vat. gr. 1866 ἀνθολόγιον ιδ’ αἰ. φ. 196v).



«Πάσχα ὁ Χριστὸς ἡμῖν τέθυται θεῖον σφάγιον·

πάσχα Θεοῦ ἄμωμον, πάσχα θεουργόν·

πάσχα ἐξεγέρσιμον, πάσχα λυτήριον παθῶν,

πάσχα ἅγιον· πάσχα, αἴγλης· πάσχα θεϊκόν·

πάσχα δι᾿οὗ περ βροτοὶ Θεῷ Πατρὶ κατηλλάγημεν·

πάσχα βρύον ἀφθαρσίας πηγήν»

(σύμμικτο χφ. Ott. gr. 295 ιστ' αἰ. φ. 85r-v).


«Πάσχα ὁ ἀμνὸς ἡμῖν τέθυται τοῦ Θεοῦ καὶ Πατρός·

πάσχα σεμνὸν ἅγιον, πάσχα ζωηρόν,

πάσχα ἐξεγέρσιμον, πάσχα ἀθάνατον Χριστοῦ,

πάσχα κάθαρσις, πάσχα θεῖον, πάσχα ἱερόν,

πάσχα βροτοὺς θεουργοῦν καὶ τοὺς νεκροὺς ἀθανατίζον,

πάσχα κόσμου εὐφροσύνης χαρά»

(χφφ. Vat. gr. 771 πεντηκοστάριο ια’ αἰ. φ. 199r, 1866 ἀνθολόγιο ιδ’ αἰ. φ. 196v).



«Πάσχα ὁ ἀμνὸς ἡμῖν τέθυται τοῦ Θεοῦ καὶ Πατρός, πάσχα Χριστοῦ ἅγιον, πάσχα ζωηρόν,

πάσχα τὸ σωτήριον, πάσχα ἀθάνατον Χριστοῦ,

πάσχα κάθαρσις, πάσχα θεῖον, πάσχα ἱερόν,

πάσχα βροτοὺς θεουργοῦν καὶ τοὺς νεκροὺς ἀθανατίζον, πάσχα βρύων ἀφθαρσίας πηγήν»

(χφ. Reg. gr. Pio. II. 30 πεντηκοστάριο ια’ αἰ. φ. 216r).



«Πάσχα ὁ ἀμνὸς ἡμῖν τέθυται τοῦ Θεοῦ καὶ Πατρὸς, πάσχα σεπτὸν ἄφθαρτον, πάσχα ζωηρόν, πάσχα ἐξεγέρσιμον, πάσχα ἀθάνατον Χριστός, πάσχα κάθαρσις, πάσχα θεῖον, πάσχα ἱερόν, πάσχα βροτοὺς θεουργοῦν καὶ τοὺς θνητοὺς ἀθανατίζον, πάσχα κόσμου εὐφροσύνης χαρά»

(χφ. Vat. gr. 1844 ἀνθολόγιο ιδ’ αἰ. φ. 45r).
 
Top