«Ὕμνος ψαλλόμενος τῇ ἁγίᾳ πέμπτῃ εἰς τὴν εἴσοδον τῶν ἁγίων καὶ ἀντὶ κοινωνικοῦ. Τοῦ δείπνου σου τοῦ μυστικοῦ σήμερον, Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω[1]· οὐ φίλημά σοι δώσω, καθάπερ Ἰούδας· ἀλλ' ὡς ὁ Λῃστὴς ὁμολογῶ σε· Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου»
(χφ. Μόσχας State Historical Museum 129 (ψαλτήριον Chludov) περὶ τὸ ἔτος 850 φ. 167v).
[1] «Πάντων τῶν μαθητῶν τὸν θεῖον ἄρτον ἐν ταῖς χερσὶ δεξαμένων ἐκ τῶν χειρῶν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, φόβῳ τε καὶ πίστει μετειληφότων, μόνος Ἰούδας λαβὼν ἔκρυψε τοῦτον καὶ τοῖς Ἰουδαίοις ἐκφανίσας τὸ μυστήριον ἐξεπόμπευσε· τούτου γὰρ ἕνεκα, ὥς φασι, τό· ῾῾οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω᾿᾿ πρόσκειται ἐπὶ ῾῾Τοῦ δείπνου σου τοῦ μυστικοῦ...᾿᾿»
(Νικολάου καὶ Θεοδώρου Ἀνδίδων Προθεωρία κεφαλαιώδης (1085-1095) § 25 (P.G. τ. 140 στ. 449C)).