Μετὰ τὴν γ' ᾠδὴ τοῦ κανόνα τῆς παννυχίδας:
Καθίσματα
Ἦχος πλ. β'
Ἀληθῶς ματαιότης τὰ σύμπαντα, ὁ δὲ βίος σκιὰ καὶ ἐνύπνιον· καὶ γὰρ μάτην ταράττεται πᾶς γηγενής, ὡς εἶπεν ἡ Γραφή, ὅτε τὸν κόσμον κερδήσωμεν, τότε τῷ τάφῳ οἰκήσωμεν, ὅπου ὁμοῦ βασιλεῖς καὶ πτωχοί· διὸ Χριστὲ ὁ Θεός, τοὺς μεταστάντας ἀνάπαυσον, ὡς φιλάνθρωπος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Παναγία Θεοτόκε, τὸν χρόνον τῆς ζωῆς μου μὴ ἐγκαταλίπῃς με, ἀνθρωπίνη προστασία μὴ καταπιστεύσῃς με· ἀλλ' αὐτὴ ἀντιλαβοῦ, καὶ ἐλέησόν με.
Μετὰ τὴν στ' ᾠδὴ τοῦ κανόνα τῆς παννυχίδας:
Κοντάκιον
Ἦχος πλ. δ'
Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.
Ὁ Οἶκος
Αὐτὸς μόνος ὑπάρχεις ἀθάνατος ὁ ποιήσας καὶ πλάσας τὸν ἄνθρωπον· οἱ βροτοὶ οὖν ἐκ γῆς διεπλάσθημεν, καὶ εἰς γῆν τὴν αὐτὴν πορευσόμεθα, καθὼς ἐκέλευσας ὁ πλάσας με καὶ εἰπών μοι· Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, ὅπου πάντες βροτοὶ πορευσόμεθα, ἐπιτάφιον θρῆνον ποιοῦντες ᾠδήν, τό,
Ἀλληλούϊα.
Ἀπολυτίκιον, Ἦχος πλ. δ'
Ὁ βάθει σοφίας φιλανθρώπως πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων μόνε Δημιουργέ, ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν δούλων σου· ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.
Δόξα. Ἦχος πλ. δ'
Ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.
Καὶ νῦν. Ἦχος πλ. δ'
Σὲ καὶ τεῖχος, καὶ λιμένα ἔχομεν, καὶ πρέσβιν εὐπρόσδεκτον, πρὸς ὃν ἔτεκες Θεόν, Θεοτόκε ἀνύμφευτε, τῶν πιστῶν ἡ σωτηρία.
Ἡ μόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος, ἡ Θεόν
ἀσπόρως κυήσασα...
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον γ'.
Ἐτι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου τοῦ Θεοῦ..., καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
Κύριε ἐλέησον γ'.
Ὅπως Κύριος ὁ Θεός, τάξῃ τὴν ψυχὴν αὐτοῦ ἔνθα οἱ δίκαιοι ἀναπαύονται.
Κύριε ἐλέησον γ’.
Τὰ ἐλέη τοῦ Θεοῦ, καὶ τὴν φιλανθρωπίαν αὐτοῦ αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα
Ὁ λαός· Σοὶ Κύριε.
Ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν θάνατον καταργήσας καὶ τὸν διάβολον καταπατήσας καὶ ζωὴν τῷ κόσμῳ χαρισάμενος, ἀνάπαυσον τὴν ψυχὴν τοῦ δούλου σου (τοῦδε) ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. Πᾶν ἁμάρτημα παρ’ αὐτῶν πραχθέν, ἐν λόγῳ ἤ ἔργῳ ἤ κατὰ διάνοιαν ὡς ἀγαθὸς καί φιλάνθρωπος Θεὸς συγχώρησον· ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὅς ζήσεται καί οὐχ ἁμαρτήσει. Σὺ γὰρ μόνος πάσης ἁμαρτίας ἐκτὸς ὑπάρχεις καὶ ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τόν αἰῶνα Κύριε, καί ὁ λόγος σου ἀλήθεια. ῞Οτι σύ εἶ ἡ ζωή καί ἡ ἀνάστασις τῶν κεκοιμημένων καὶ σοὶ τὴν δόξαν» ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
ΑΝΤΙΦΩΝΑ ( τῶν Καθημερινῶν)
...............
Δόξα, Καὶ νῦν.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Ἀντίφωνον Β'
Ἦχος πλ. β'. Ψαλμὸς 92ος
Ὁ β’ χορός.
Στίχ.
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.
Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς Κύριε.
Στίχ.
Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς Κύριε.
Στίχ.
Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακροτητα ἡμερῶν.
Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς Κύριε.
Δόξα Πατρὶ καὶ Υἱὼ καὶ ἁγίω Πνεύματι.
Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς Κύριε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἦχος πλ. β’.
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως
ἐνανθρωπῆσαι, σταυρωθῆναι Χριστὲ ὁ Θεὸς θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι σῶσον ἡμᾶς.
Ἀντίφωνον Γ'
Ἦχος β’. Ψαλμὸς 94ος
Ὁ Λαός˙ Ἀμήν.
Στίχ.
Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι Ἀλληλούϊα.
Στίχ
. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ, ὅτι Θεὸς μέγας Κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι Ἀλληλούϊα.
Στίχ.
Ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσιν ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν, καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι Ἀλληλούϊα.
Ὁ Διάκονος˙ Σοφία. Ὀρθοί.
Καὶ ψάλλεται τὸ εἰσοδικὸν ὑπὸ τοῦ λαοῦ εἰς ἦχον β’.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν ἁγίοις θαυμαστὸς ψάλλοντάς σοι Ἀλληλούϊα.