(..)
Ἀπερχόμενος δὲ μεταλαβεῖν, λέγε τοὺς παρόντας στίχους.
Συμεὼν τοῦ Μεταφραστοῦ
Ἰδού, βαδίζω πρὸς θείαν κοινωνίαν·
Πλαστουργέ, μὴ φλέξῃς με τῇ μετουσίᾳ·
πῦρ γὰρ ὑπάρχεις τοὺς ἀναξίους φλέγον.
ἀλλ᾿ οὖν κάθαρον ἐκ πάσης με κηλῖδος.
Τὸ Τροπάριον·
Τοῦ Δείπνου σου τοῦ μυστικοῦ σήμερον, Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω· οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλ᾿ ὡς ὁ Λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.
Τοὺς παρόντας στίχους·Θεουργὸν Αἷμα φρίξον, ἄνθρωπε, βλέπων·
ἄνθραξ γάρ ἐστι τοὺς ἀναξίους φλέγων·
Θεοῦ τὸ Σῶμα καὶ θεοῖ με καὶ τρέφει·
θεοῖ τὸ πνεῦμα, τὸν δὲ νοῦν τρέφει ξένως.
Τὰ τροπάρια ταῦτα·
Ἔθελξας πόθῳ με, Χριστέ, καὶ ἠλλοίωσας τῷ θείῳ σου ἔρωτι· ἀλλὰ κατάφλεξον πυρὶ ἀΰλῳ τὰς ἁμαρτίας μου, καὶ ἐμπλησθῆναι τῆς ἐν σοὶ τρυφῆς καταξίωσον, ἵνα τὰς δύο σκιρτῶν μεγαλύνω, Ἀγαθέ, παρουσίας σου.
Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου, πῶς εἰσελεύσομαι ὁ ἀνάξιος; Ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα, ὁ χιτών με ἐλέγχει ὅτι οὐκ ἔστι τοῦ γάμου, καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν ἀγγέλων. Καθάρισον, Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου καὶ σῶσόν με, ὡς φιλάνθρωπος.
Καὶ τὴν παροῦσαν εὐχήν·
Δέσποτα φιλάνθρωπε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου, μὴ εἰς κρῖμὰ μοι γένοιτο τὰ Ἅγια ταῦτα διὰ τὸ ἀνάξιον εἶναί με, ἀλλ᾿ εἰς κάθαρσιν καὶ ἁγιασμὸν ψυχῆς τε καὶ σώματος, καὶ εἰς ἀῤῥαβῶνα τῆς μελλούσης ζωῆς καὶ βασιλείας. Ἐμοὶ δὲ τῷ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι· τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα τῆς σωτηρίας μου.
Καὶ πάλιν·
Τοῦ Δείπνου σου τοῦ μυστικοῦ σήμερον, Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω· οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλ᾿ ὡς ὁ Λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.(...)
http://users.uoa.gr/~nektar/orthodoxy/prayers/service_communion_translation.htm