Ιάκωβος Ναυπλιώτης - Αποστολικό Ανάγνωσμα Αγίου Βαπτίσματος

Οδυσσέας Εσκιτζής

Παλαιό Μέλος


† Ἰάκωβος Ναυπλιώτης
Ἄρχων πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ.
(1864-1942)


Ἀποστολικὸν Ἀνάγνωσμα εἰς τὸ Ἅγιον Βάπτισμα.


Κύριος φωτισμός μου καὶ σωτήρ μου.

Στίχ. Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου.

Πρὸς Ῥωμαίους Ἐπιστολῆς Παύλου τό ᾽Ἀνάγνωσμα.

Ἀδελφοί, ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν. Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ πατρός, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα, τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ· ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. Εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ, εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει. Ὅ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ, ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. Οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ ᾿Ιησοῦ τῷ Κυρίῳ ἡμῶν.
 
Last edited by a moderator:

Lakedaimonios

Ευάγγελος Θεοδώρου
Ανεβαίνουν πρώτη φορά στο internet οι δύο ηχογραφήσεις ή εμένα μου φαίνεται; Στην παρούσα με την πρώτη ακρόαση αυτός ο ήχος σαν θυμιατό διεγείρει τη φαντασία μου που θα ήθελα να ακούσει κάτι ζωντανό απο τον Μεγαλοπρεπή Ιάκωβο... Σε κάθε περίπτωση σας ευχαριστούμε θερμότατα!
 
Last edited:
Top