Zambelis Spyros
Παλαιό Μέλος
HERMANN DIELS
DIE FRAGMENTE DER VORSOKRATIKER
8 HIPPASOS.
12 SCHOL. PLAT. Phaed. 108d
Γλαύκου τέχνη] ἢ ἐπὶ τῶν μὴ ·αιδίως κατεργαζομένων ἢ ἐπὶ τῶν πάνυ ἐπιμελῶς καὶ ἐντέχνως εἰργασμένων. ῞Ιππασοσ γάρ τις κατεσκεύασε χαλκοῦς τέτταρας δίσκους οὕτως, ὥστε τὰς μὲν διαμέτρους αὐτῶν ἴσας ὑπάρχειν, τὸ δὲ τοῦ πρώτου δίσκου πάχος ἐπίτριτον μὲν εἶναι τοῦ δευτέρου, ἡμιόλιον δὲ τοῦ τρίτου, διπλάσιον δὲ τοῦ τετάρτου, κρουομένους δὲ τούτους ἐπιτελεῖν συμφωνίαν τινά. Καὶ λέγεται Γλαῦκον ἰδόντα τοὺς ἐπὶ τῶν δίσκων φθόγγους πρῶτον ἐγχειρῆσαι δι᾿ αὐτῶν χειρουργεῖν, καὶ ἀπὸ ταύτης τῆς πραγματείας ἔτι καὶ νῦν λέγεσθαι τὴν καλουμένην Γλαύκου τέχνην. Μέμνηται δὲ τούτου ᾿Αριστόξενος ἐν τῶι Περὶ τῆς μουσικῆς ἀκροάσεως (FHG II, 288, fr. 77) καὶ Νικοκλῆς ἐν τῶι Περὶ θεωρίας.
http://remacle.org/bloodwolf/philosophes/hippasos/diels.htm