ΕΥΧΑΡΙΣΤΙΑ:
Ὁ Ἱερέας (Ἐκφώνως)˙ Πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Λαός˙ Ἀμήν. Πληρωθήτω[1] τὸ στόμα ἠμῶν αἰνέσεως, Κύριε, ὅπως ἂν ὑμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς τῶν ἁγίων σοῦ μετασχεῖν μυστηρίων. τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετῶντας τὴν δικαιοσύνην σου. Ἀλληλούια.
Ὁ Διάκονος πρὸς τὸ λαό˙ (Ἐκφώνως)˙ Ὀρθοί οἱ μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχράντων, ἀθανάτων, ἐπουρανίων καὶ ζωοποιῶν, φρικτῶν τοῦ Χριστοῦ Μυστηρίων, ἀξίως εὐχαριστήσωμεν τῷ Κυρίῳ.
Ὁ Ἱερέας (εἰς ἐπήκοον πάντων)˙
Εὐχαριστούμέν[2] σοι, Δέσποτα φιλάνθρωπε, εὐεργέτα τῶν ψυχῶν ἠμῶν, ὅτι καὶ τῇ παρούσῃ ἡμέρᾳ κατηξίωσας ἡμᾶς τῶν ἐπουρανίων σοῦ καὶ ἀθανάτων μυστηρίων. Ὀρθοτόμησον ἠμῶν τὴν ὁδόν, στήριξον πάντας ἡμᾶς ἐν τῷ φόβῳ σου, φρούρησον ἡμῶν τὴν ζωήν, ἀσφάλισαι ἠμῶν τὰ διαβήματα· εὐχαῖς καὶ ἱκεσίαις τῆς ἐνδόξου Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ πάντων τῶν Ἁγίων σοῦ.
Ὁ Διάκονος (Ἐκφώνως)˙ Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Ὁ Λαός˙ Κύριε, ἐλέησον.
Ὁ Διάκονος (Ἐκφώνως)˙ Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἠμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὁ Λαός˙ Σοί, Κύριε.
Ὁ Ἱερέας (Ἐκφώνως)˙ Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἠμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Λαός˙ Ἀμήν...
Δὲν χρειάζεται τίποτε ἄλλο.
[1] Τὸ πάρον ψάλλεται σὲ ἦχο δ’. Βλ. Μ. Θεοδωράκη «Ἀρχέτυπες διατάξεις».
[2] Ἡ ἀπαντήση εἰς τὸ διακονικὸ παράγγελμα «…ἀξίως εὐχαριστήσωμεν τῷ Κυρίῳ» εἶναι ἡ εὐχὴ τῆς εὐχαριστίας «Εὐχαριστοῦμέν σοι Δεσπότα…» καὶ ὄχι «Δόξα σοι Κύριε, δόξα σοὶ» ἢ «Κύριε ἐλέησον». Βλ. χφ. Κρυπτοφέῤῥης Γ. β. VII εὐχολόγιο ι’ αἰῶνος ἔκδ. G. Passarelli Eucologio Cryptense Γ. β. VII (sec. X) στὸ Ἀναλεκτὰ Βλατάδων 36 Θεσσαλονίκη 1982 σσ. 152, 165, χφ. Λειμῶνος 328 εἰλητάριο λειτουργίας Ι. Χρυσοστόμου ια’-ιβ’ αἱ.), κατ’ ἀναλογίαν μὲ τὸ «...ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. - Εἰρήνη πᾶσι», καθότι καὶ ἡ εὐχὴ δὲν ἔχει ἐξαρτήσῃ ἀπὸ τὴν ἐκφωνήσῃ τῆς συναπτῆς. Περιοδικὸ Συμβολὴ ἀπὸ τὶς Ἀρχέτυπες διατάξεις Μαν.Θεοδωράκη (ἐρευνητοῦ τυπικοῦ), Διάταξις Θείας Λειτουργίας Διόν.Μπιλάλη-Ἀνατολικιώτου (συντάκτη τῶν Διπτύχων), βλ. Ἰωάν. Φουντούλη, Ἀπαντήσεις εἰς λειτουργικὰς ἀπορίας, τομ. Γ’ σελ.25-29.