"Ευχή διά την εκ του κορωνοϊού δοκιμασίαν" Δρ Χαραλάμπη Μπούσια

π. Μάξιμος

Γενικός Συντονιστής
Σήμερα στήν Παράκληση ἤθελα, μετά τήν δέηση, νά διαβάσω καί μιά εὐχή γιά τήν πανδημία.
Τό κινητό (ἤ φορητό τηλέφωνο) εἶναι λύση...
Ψάχνωντας μοῦ ἄρεσε αὐτή
https://www.matia.gr/pisth/hymns-and-prayers/eychi-dia-ton-koronoio-mitropolitoy-ioil.html#Ευχή_δια_την_εκ_του_κορωνοιού_δοκιμασίαν

Ψάχνωντας τώρα (γι᾿ αὐτή) στό PC διεπίστωσα ὅτι πρόκειται γιά ποίημα τοῦ σεβαστοῦ καί ἀγαπητοῦ Δρ Χαραλάμπη Μ. Μπούσια, Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας (τοῦ εὐχόμεθα ἐγκαρδίως καί ἐπί τοῖς ὀνομαστηρίοις)!

https://www.aspe.gr/information/52-λοιπές-ειδήσεις/3742-περί-πνευματικού-κορωνοϊού
https://www.pemptousia.gr/2020/03/efchi-dia-tin-ek-tou-koroniou-dokimasian/

Εὐχὴ διὰ τὴν ἐκ τοῦ κορωνοϊοῦ δοκιμασίαν
Πανάγαθε Πάτερ καὶ Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, ὁ ἀπαύστως τὸ γένος ἡμῶν «εὐεργετῶν καὶ ἰώμενος» (Πράξ. ι΄ 38), ὁ σπεύδων παρασχεῖν φάρμακα κουφισμοῦ τοῦ ἄλγους ὡς καὶ ὁλοσχεροῦς θεραπείας καὶ σωτηρίας τοῖς ἀλγεινῶς καὶ δυσιάτως νοσοῦσιν, ὁ μόνος δυνάμενος θεραπεύειν πᾶσαν νόσον ψυχικήν τε καὶ σωματικήν, ὁ καὶ διὰ τῶν ἀσθενειῶν παιδαγωγῶν ἡμᾶς, τοὺς ἐν τρίβοις ἁμαρτίας πορευομένους, ὁ θλιβόμενος ὁρῶν, ὅτι «ἐψύγη ἡ ἀγάπη τῶν πολλῶν» (Ματθ. κδ΄ 12), τῶν ἀσυμπαθῶς, οἴμοι, πολιτευομένων, ὁ φιλάνθρωπος καὶ ἐλεήμων, ὁ ἀεὶ καὶ διὰ παντὸς κηδόμενος τῆς σωτηρίας τῶν ἀνθρώπων καὶ πρὸς τὸ συμφέρον πάντα λυσιτελῶς οἰκονομῶν καὶ προνοούμενος καὶ αὐτὸ πᾶσιν ἀπονέμων κατὰ τὸ μέγα καὶ πλούσιόν Σου ἔλεος, ὁ ἐπιτρέψας καὶ τὴν παροῦσαν διὰ τοῦ κορωνοϊοῦ δοκιμασίαν, ἐν ᾗ τὸ εὐλογημένον γένος ἡμῶν κακῶς ὀδυνᾶται, ὁ τῇ ἀφάτῳ Σου ἀγαθότητι σχίσας τὸ χειρόγραφον τῶν ἡμῶν ἁμαρτιῶν διὰ τοῦ ὑπερτίμου Σου αἵματος, ὁ ἐκ τοῦ φλέγοντος πυρὸς τῶν ἀσθενειῶν καὶ περιστάσεων ὁδηγῶν ἡμᾶς εἰς δροσισμὸν καὶ ἀναψυχήν, Αὐτός, Πανοικτίρμον καὶ πανευΐλατε Θεάνθρωπε, ὁ Κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἀπέλασον ἀφ’ ἡμῶν τῇ πανσθενεῖ Δεξιᾷ Σου τὸν ἐκ τοῦ κορωνοϊοῦ κίνδυνον καὶ ἐν ὑγιείᾳ συντήρησον τοὺς εἰς Σὲ πιστεύοντας καὶ τῇ δυνάμει Σου καταφεύγοντας, ὅτι Σὺ εἶ ὁ ταχὺς ἀρωγὸς τῶν ἐν κινδύνοις, ἡ παραμυθία τῶν ἐν θλίψεσιν, ἡ ἐπίσκεψις καὶ ἴασις τῶν ἀσθενούντων, ὁ σωφρονισμὸς τῶν δαιμονώντων, ἡ ἀντίληψις τῶν καμνόντων, ἡ ἔγερσις τῶν παραλύτων, ἡ τῶν τυφλῶν ἀνάβλεψις, ἡ τῶν χωλῶν εὐδρομία, ἡ ῥῶσις τῶν νοσούντων. Πρόσδέξαι οὖν, φιλάνθρωπε Σῶτερ καὶ Κύριε, τὴν δέησιν ἡμῶν καὶ δὸς ἡμῖν τὴν ταχεῖάν σου ἀντίληψιν· ἴδε ἐν ὄμματι συμπαθείας τοὺς πάσχοντας οἰκέτας Σου καὶ ἀπάλλαξον ἡμᾶς τε καὶ αὐτοὺς τῆς συνεχούσης τοῦ κορωνοϊοῦ μάστιγος. Δὸς τοῖς ἐξ αὐτοῦ νοσοῦσι τὴν τελείαν ἴασιν καὶ ποθεινὴν ὑγίειαν καὶ πᾶσιν ἡμῖν, θερμῶς δεομένοις Σου, τὴν δαψιλῆ χάριν Σου, ὅτι Σοὶ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Ἀλλ᾿ ἤδη εἶχε ἀναρτηθεῖ καί στό Ψ ἀπό Mar 21, 2020
Δημιουργῶ καί αὐτό τό χωριστό θέμα γιά τήν Εὐχή.
 

ΝΙΚΟΛΑΣ Γ

Νέο μέλος
Πατέρα Μάξιμε, μπορώ αναφέροντας και εσας και το ψαλτολόγιο και τον Δρ Χαρ. Μπούσια να διανείμω την προσευχή αυτή στους πιστούς της Ενορίας του Αγίου Νικολάου Αναλήψεως Θέρμου Αιτωλοακαρνανίας; Θα σας είμασταν ευγνώμονες.
 
Top