Εσπερινός αποδόσεως Μεσοπεντηκοστής και Αγίου Νικολάου του εν Βουνένοις

Χρύσανθος80

Παλαιό Μέλος
Για προσωπική χρήση για τον πανηγυρίζοντα Ιερό Ναο Αγίου Νικολάου του εν Βουνένοις Μηλεών Πηλίου.
Και μόνο για φέτος ( 2018 )μιας και συμπίπτει η απόδοση της Μεσοπεντηκοστής.
(Αν μπορεί κάποιος τα του Αγίου να τα τονίσει πολυτονικά θα ήταν ευχής έργον)
 

Attachments

  • 08_05_2018_Esperinos Αγίου Νικολάου του Εν Βουνένοις.doc
    319 KB · Views: 61

π. Μάξιμος

Γενικός Συντονιστής
Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.

Δεῦτε πιστοὶ συνελθόντες, ὕμνοις τιμήσωμεν Νικόλαον τὸν Νέον, τὸν ἀσκήσει μὲν πρῶτον, εἶτα δὲ ἀθλήσει τὸν πτερνιστήν, καταβαλόντα διάβολον· καὶ συμπολίτην ὀφθέντα μάρτυσι νῦν, καὶ ἀγγέλοις ἰσοστάσιον.

Ὡς ἀκαθαίρετον πύργον, ταῖς τοῦ ἐχθροῦ προσβολαῖς, ἀναφανέντα ὄντως, ὀρθοδόξων τε σθένος, τεῖχος καὶ βεβαίαν, σκέπην ἡμῶν, τὸν Νικόλαον μέλψωμεν· ἵνα πρεσβεύῃ Κυρίῳ ὑπὲρ ἡμῶν, τῶν τιμώντων νῦν τὴν μνήμην αὐτοῦ.

Ἑώα πᾶσα Ἑλλάς τε, χαῖρε καὶ χόρευε, καὶ τῶν Βουνένων τόπος, Νικολάου τοῦ Νέου· ἀσκήσει καὶ ἀθλήσει ἐκλάμψαντος νῦν, καὶ πηγάζοντος θαύματα, τοῖς προσιοῦσιν ἐν πίστει εἰλικρινεῖ, καὶ Χριστὸν ἁγνῶς δοξάζουσιν.

Δόξα. Ἦχος πλ. β´.

Δεῦτε ἑῷα πλήθη καὶ ἑσπέρια, δεῦτε καὶ τοῖς στέμμασι τῶν εὐφημιῶν ἀναδήσωμεν, τὸν Ὅσιον καὶ μάρτυρα Νικόλαον, τὸν ἐν Βουνένοις ἀθλήσαντα, καὶ τὴν πλευρὰν λογχευθέντα ὡς ὁ Δεσπότης Ἰησοῦς, ὑπὲρ οὗ προθύμως καὶ τὴν κεφαλὴν ἀπετμήθη. Διὸ παρ᾿ αὐτὸ συναγάλλεται καὶ ἱκετηρίαν ποιεῖται ὑπὲρ ὑμῶν, τῶν ἐν πίστει ὑμνούντων αὐτοῦ τὴν ἄθλησιν.

Εἰς τὴν Λιτήν, Ἰδιόμελον.

Ἦχος α´.

Ὅσιε καὶ μάρτυς Νικόλαε· σὺ τοῦ ἀμηχάνου κάλους τοῦ Χριστοῦ ἐφιέμενος, ῥέουσαν δόξαν, καὶ ἡδονὰς τὰς τοῦ σώματος κατεφρόνησας διὸ ἀσκήσει καὶ ἀθλήσει ὑπερεκλάμψας, ὡς ὁ ἥλιος λάμπων παρίστασαι τῷ Χριστῷ, καὶ διηνεκῶς αὐτῷ πρεσβεύεις, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος πλ. δ´.

Τῶν φιλεόρτων τὸ σύστημα, δεῦτε πνευματικῶς εὐφρανθῶμεν καὶ πανηγυρίσωμεν· ἰδοὺ γὰρ ἐξέλαμψεν ἡ φαιδρά, καὶ πάμφωτος μνήμη, τοῦ ἐξ ἑῴας ἐν μάρτυσι Νικολάου· ὃς ἐν ἀσκήσει τὴν σάρκα νέκρωσας, τῷ μαρτυρικῷ στέφει κεκόσμηται· διὸ καὶ ἡ σορὸς τῶν θείων λειψάνων αὐτοῦ, ἀφθόνως πηγάζει τοῖς πιστοῖς τὰ ἰάματα, τοῖς προσιοῦσι μετὰ πόθου καὶ πιστῶς ἑορτάζουσι, τὴν ἔνδοξον αὐτοῦ ἄθλησιν· οὗ ταῖς πρεσβείαις Χριστέ, ἐλέησον καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἦχος δ´. Ὡς τῶν αἰχμαλώτων.

Ὡς τῶν νοσούντων ὁ ἄμισθος ἰατρός, καὶ τῶν ἐν κινδύνοις ἀπροσμάχητος βοηθός, θλιβομένων τε θερμὸς ὑπερασπιστής, καὶ τῶν ἐν παντοίαις ἀνάγκαις ὑπέρμαχος, Ὁσιομάρτυς ἐξ ἑῴας Νικόλαε· πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
 
Top