Zambelis Spyros
Παλαιό Μέλος
[''Ο Πρατίνας συνέθεσε ακόμα υπορχήματα, από τα οποία μόνο ένα, αποτελούμενο από 20 στίχους, διασώθηκε από τον Αθήναιο στους Δειπνοσοφιστές (ΙΔ', 617C-F, 8).'']
Athénée de Naucratis, les Deipnosophistes, livre XIV
Αθήναιο, Δειπνοσοφιστές ΙΔ', 617C-F, 8
(p.8) Πρατίνας δὲ ὁ Φλιάσιος αὐλητῶν καὶ χορευτῶν μισθοφόρων κατεχόντων τὰς ὀρχήστρας ἀγανακτεῖν τινας ἐπὶ τῷ τοὺς αὐλητὰς μὴ συναυλεῖν τοῖς χοροῖς, καθάπερ ἦν πάτριον, ἀλλὰ τοὺς χοροὺς συνᾴδειν τοῖς αὐληταῖς· ὃν οὖν εἶχεν κατὰ τῶν ταῦτα ποιούντων θυμὸν ὁ Πρατίνας ἐμφανίζει διὰ τοῦδε τοῦ Ὑπορχήματος· τίς ὁ θόρυβος ὅδε; τί τάδε τὰ χορεύματα; τίς ὕβρις ἔμολεν ἐπὶ Διονυσιάδα πολυπάταγα θυμέλαν; ἐμὸς ἐμὸς ὁ Βρόμιος· ἐμὲ δεῖ κελαδεῖν, ἐμὲ δεῖ παταγεῖν ἀν΄ ὄρεα σύμενον μετὰ Ναιάδων οἷά τε κύκνον ἄγοντα ποικιλόπτερον μέλος. τὰν ἀοιδὰν κατέστασε Πιερὶς βασίλειαν· ὁ δ΄ αὐλὸς ὕστερον χορευέτω, καὶ γάρ ἐσθ΄ ὑπηρέτας. κώμοις μόνον θυραμάχοις τε πυγμαχίαισι νέων θέλοι παροίνων ἔμμεναι στρατηλάτας. παῖε τὸν φρυνίου ποικίλου πνοὰν ἔχοντα, φλέγε τὸν ὀλεσισιαλοκάλαμον, λαλοβαρύοπα --- μελορυθμοβάταν θῶπα τρυπάνῳ δέμας πεπλασμένον. ἢν ἰδού· ἅδε σοι δεξιὰ καὶ ποδὸς διαρριφά, θριαμβοδιθύραμβε, κισσόχαιτ΄ ἄναξ, ἄκουε τὰν ἐμὰν Δώριον χορείαν. (p.9) περὶ δὲ τῆς αὐλῶν πρὸς λύραν κοινωνίας, ἐπεὶ πολλάκις καὶ αὐτὴ ἡμᾶς ’ἡ συναυλία ἔθελγεν‘, Ἔφιππος ἐν Ἐμπολῇ φησιν· κοινωνεῖ γὰρ, ὦ μειρακίδιον, ἡ τοῖσιν αὐλοῖς μουσικὴ κἀν τῇ λύρᾳ τοῖς ἡμετέροισι παιγνίοις. ὅταν γὰρ εὖ συναρμόσωσι τοῖς συνοῦσι τὸν τρόπον, τόθ΄ ἡ μεγίστη τέρψις ἐξευρίσκεται.
http://hodoi.fltr.ucl.ac.be/concordances/athenee_deipnosophistes_14/texte.htm