Zambelis Spyros
Παλαιό Μέλος
[''Αθήν ΙΔ', 623C, 17: "Πάνυ εμμελέστατα" (πάρα πολύ μελωδικά).'']
Athénée de Naucratis, les Deipnosophistes, livre XIV
Αθήν ΙΔ', 623C, 17
ἥ τε σύννομον τῆς κυφονώτου σῶμ΄ ἔχουσα σηπίας, ξιφηφόροισι χερσὶν ἐξωπλισμένη τευθίς, μεταλλάξασα λευκαυγῆ φύσιν σαρκὸς πυρωτοῖς ἀνθράκων ῥιπίσμασιν, ξανθαῖσιν αὔραις σῶμα πᾶν ἀγάλλεται, δείπνου προφήτην λιμὸν ἐκκαλουμένη. ὥστε γ΄ εἴσιθι· μὴ μέλλε, χώρει. δεῖ γὰρ ἠριστηκότας πάσχειν, ἐάν τι καὶ παθεῖν ἡμᾶς δέῃ. καὶ ὃς πάνυ ἐμμελέστατα ἀπαντήσας αὐτῷ ἀντεφώνησε τὰ ἐκ τοῦ Κλεάρχου Κιθαρῳδοῦ τάδε· γόγγρων τε λευκῶν πᾶσι τοῖς κολλώδεσι βρόχθιζε. τούτοις γὰρ τρέφεται τὸ πνεῦμα καὶ τὸ φωνάριον ἡμῶν περίσαργον γίνεται. κρότου δ΄ ἐπὶ τούτοις γενομένου καὶ πάντων ὁμοθυμαδὸν αὐτὸν καλεσάντων εἰσελθὼν καὶ πιὼν ἀναλαβών τε τὴν κιθάραν εἰς τοσοῦτον ἡμᾶς ἧσεν ὡς πάντας θαυμάζειν τήν τε κιθάρισιν μετὰ τῆς τέχνης ταχίστην οὖσαν καὶ τῆς φωνῆς τὴν ἐμμέλειαν. ἐμοὶ μὲν γὰρ οὐδὲν ἐλάττων εἶναι νομίζεται τοῦ παλαιοῦ Ἀμοιβέως, ὅν φησιν Ἀριστέας ἐν τῷ περὶ Κιθαρῳδῶν ἐν Ἀθήναις κατοικοῦντα καὶ πλησίον τοῦ θεάτρου οἰκοῦντα, εἰ ἐξέλθοι ᾀσόμενος, τάλαντον Ἀττικὸν τῆς ἡμέρας λαμβάνειν.
http://hodoi.fltr.ucl.ac.be/concordances/athenee_deipnosophistes_14/texte.htm