[''Ο Πτολεμαίος (Π, 5, I.D. 51) έκανε διάκριση ανάμεσα στο κατά δύναμιν (σε σχέση με τη λειτουργία) και στα κατά θέσιν (σε σχέση με τη θέση) αναφορικά με τις ονομασίες των φθόγγων. Βλ. λ. ονομασία .'' (?)
Πορφύριος
Υπομνήματα Εις τα Αρμονικά του Πτολεμαίου
Ὁρίζονται δ᾽ αὐτὴν οἱ μὲν ἐπιστήμην θεωρητικὴν τῆς τοῦ ἡρμοσμένου
φύσεως, οἱ δ᾽ ἕξιν θεωρητικὴν τοῦ διαστηματικοῦ μέλους καὶ τῶν τούτῳ
συμβαινόντων, ὅπερ ἰδίως ἡρμοσμένον προσαγορεύεται, μελῳδούμενον
ἐπὶ τῶν τελείων συστημάτων, ἃ δὴ τρόπους τε καὶ τόπους καλεῖν εἰώ-
θαμεν. ὁ δὲ Πτολεμαῖος δύναμιν αὐτὴν ἀποδέδωκε καταληπτικὴν τῶν
ἐν τοῖς ψόφοις περὶ τὸ ὀξὺ καὶ τὸ βαρὺ διαφορῶν. εἰς ταὐτὸ δὲ συντεί-
νειν δοκοῦσιν οἱ ὅροι. ἥ τε γὰρ καταληπτικὴ δύναμις θεωρητική τίς
ἐστιν ἕξις, ἡ αὐτὴ δὲ καὶ ἐπιστήμη κατὰ τὴν παλαιὰν χρῆσιν τοῦ ὀνό-
ματος τῆς ἐπιστήμης, ἣν κοινῶς κατὰ πασῶν τῶν θεωρητικῶν προση-
γόρευον ἕξεων. τό τε τῶν ἐν τοῖς ψόφοις περὶ τὸ ὀξὺ καὶ τὸ βαρὺ διαφο-
ρῶν οὐδὲν διαφέρει λέγειν ἢ τῆς τοῦ ἡρμοσμένου φύσεως ἢ τοῦ διαστη-
ματικοῦ μέλους. ἐκ γὰρ τῶν τοῦ ὀξέος καὶ τῶν τοῦ βαρέος διαφορῶν
συνίσταται τὸ ἡρμοσμένον, ὃ δὴ καὶ διαστηματικὸν κέκληται μέλος.
οὕτω μὲν οὖν ἐξηγουμένοις εἰς τὸ αὐτὸ συντείνειν δόξουσιν οἱ ὅροι. μή-
ποτε δ᾽ ἀκριβέστερος ὁ δύναμιν καταληπτικὴν ἀποδιδοὺς τῶν ἐν τοῖς
ψόφοις περὶ τὸ ὀξὺ καὶ τὸ βαρὺ διαφορῶν, ὅτι καὶ περιληπτικώτερος
πάντων τῶν ὑπὸ τὴν ἁρμονικὴν θεωρίαν πιπτόντων. οὐ γὰρ μόνον θεω-
ρητικὴ τῆς τοῦ ἡρμοσμένου φύσεως ἡ ἁρμονική, ἀλλὰ τοῦτο μὲν προη-
γουμένως, κατ᾽ ἐπακολούθησιν δὲ καὶ τοῦ ἀναρμόστου· οὐ δὲ σκοπεῖται
τὸ διαστηματικὸν μέλος ὁποῖον, ἀλλὰ καὶ τὴν συνεχῆ φωνὴν ἀπὸ τῆς
διαστηματικῆς ἀποκρίνει, ἐπεὶ οὐδὲ τοὺς φθόγγους μόνον καταλαμβάνει,
ἐξ ὧν τὸ διαστηματικὸν μέλος καὶ ὅλως τὸ ἡρμοσμένον, ἀλλὰ καὶ τῶν
ψόφων τοὺς συνεχεῖς τῶν ἀνισοτόνων ἀπὸ τῶν φθόγγων διακρίνει. κα-
θόλου γὰρ πᾶσα ἐπιστήμη καὶ πᾶσα τέχνη οὐ μόνον τῶν καθ᾽ ἑαυτάς
εἰσι καταληπτικαί, ἀλλὰ καὶ τῶν περὶ αὐτάς, εἰ καὶ τῶν μὲν προηγουμέ-
νως, τῶν δὲ κατ᾽ ἐπακολούθησιν. ὁ δὴ κοινότερον ἀποδοὺς τὴν ἁρμονι-
κὴν καταληπτικὴν δύναμιν τῶν ἐν τοῖς ψόφοις περὶ τὸ ὀξὺ καὶ τὸ βαρὺ
διαφορῶν καὶ μηδὲ τὴν φωνήν, μηδὲ τὸν φθόγγον ἐν τῷ ὅρῳ τάξας,
ἀλλὰ τὸν ψόφον, ὃς τῆς φωνῆς ἐπαναβέβηκεν, ἀκριβέστερον ἂν εἴη πε-
ποιημένος τὴν ἀπόδοσιν. δύναμιν δ᾽ ἀκουστέον οὐ τὴν παρὰ τῇ δυνάμει
λεγομένην - ἀτελὴς γὰρ ἡ τοιαύτη καὶ οὔπω μὲν ἐν ἕξει, ἐπιτήδειος
δὲ πρὸς τὴν ἕξιν - ἀλλὰ τὴν παρὰ τὸ δύνασθαι κεκλημένην τῷ οἷάν τε
εἶναι ἐνεργεῖν ἤδη τελείως πρὸς ἃ πέφυκεν, καθ᾽ ὃ σημαινόμενον καὶ
τὰς ἕξεις δυνάμεις λέγομεν καὶ τὰς ἐπιστήμας. καὶ ἡ ἁρμονικὴ ἕξις
λέγοιτ᾽ ἂν δύναμις.