[''Και ο Αθήναιος (Δ', 174F, 76) γράφει: "γιγγραίνοισι γαρ οι Φοίνικες, ως φησιν Ξενοφών, εχρώντο αυλοίς σπιθαμιαίοις το μέγεθος, οξύ και γοερόν φθεγγομένοις· τούτοις δε οι Κάρες χρώνται εν τοις θρήνοις...Ονομάζονται δε οι αυλοί γίγγροι υπό των Φοινίκων από των περί τον ’Aδωνιν θρήνων· τον γαρ ’Aδωνιν Γίγγρην καλείτε υμείς οι Φοίνικες, ως ιστορεί Δημοκλείδης" (Οι Φοίνικες, καθώς λέει ο Ξενοφών, χρησιμοποιούσαν αυλούς μικρούς, σε μέγεθος μιας πιθαμής, που δίνουν έναν διαπεραστικό (οξύ) και θρηνώδη τόνο· αυτούς χρησιμοποιούν οι Κάρες στους θρήνους... Οι αυλοί αυτοί ονομάζονται από τους Φοίνικες γίγγροι, από τους θρήνους για τον ’Aδωνη· γιατί εσείς οι Φοίνικες ονομάζετε τον ’Aδωνη Γίγγρη[α], καθώς διηγείται ο Δημοκλείδης).'']
ATHÉNÉE DE NAUCRATIS
Le Livre IV des Deipnosophistes
Αθήναιος, Δ', 174F, 76
(76) Καὶ τοσαῦτα μὲν ἔχω σοι ἐγὼ λέγειν περὶ τοῦ ὑδραυλικοῦ ὀργάνου, [174f] Οὐλπιανέ. Γιγγραίνοισι γὰρ οἱ Φοίνικες, ὥς φησιν ὁ Ξενοφῶν, ἐχρῶντο αὐλοῖς σπιθαμιαίοις τὸ μέγεθος, ὀξὺ καὶ γοερὸν φθεγγομένοις. Τούτοις δὲ καὶ οἱ Κᾶρες χρῶνται ἐν τοῖς θρήνοις, εἰ μὴ ἄρα καὶ ἡ Καρία Φοινίκη ἐκαλεῖτο, ὡς παρὰ Κορίννῃ καὶ Βακχυλίδῃ ἔστιν εὑρεῖν. Ὀνομάζονται δὲ οἱ αὐλοὶ γίγγροι ὑπὸ τῶν Φοινίκων ἀπὸ τῶν περὶ Ἄδωνιν θρήνων· τὸν γὰρ Ἄδωνιν Γίγγρην καλεῖτε ὑμεῖς οἱ Φοίνικες, ὡς ἱστορεῖ Δημοκλείδης. [175] Μνημονεύει τῶν γίγγρων αὐλῶν Ἀντιφάνης ἐν Ἰατρῷ καὶ Μένανδρος ἐν Καρίνῃ Ἄμφις τ΄ ἐν Διθυράμβῳ λέγων οὕτως
« Ἐγὼ δὲ τὸν γίγγραν γε τὸν σοφώτατον.
{Β.} Τίς δ΄ ἔσθ΄ ὁ γίγγρας; {Α.} Καινὸν ἐξεύρημά τι
ἡμέτερον, ὃ θεάτρῳ μὲν οὐδεπώποτε
ἔδειξ΄, Ἀθήνησιν δὲ κατακεχρημένον
ἐν συμποσίοις ἤδη ΄στί. {Β.} Διὰ τί δ΄ οὐκ ἄγεις
εἰς τὸν ὄχλον αὐτό; {Α.} Διότι φυλὴν περιμένω
[175b] σφόδρα φιλονικοῦσαν λαχεῖν τιν΄. Οἶδα γὰρ
ὅτι πάντα πράγματ΄ ἀνατριαινώσει κρότοις. »
Καὶ Ἀξιόνικος ἐν Φιλευριπίδῃ·
« Οὕτω γὰρ ἐπὶ τοῖς μέλεσι τοῖς Εὐριπίδου
ἄμφω νοσοῦσιν, ὥστε τἄλλ΄ αὐτοῖς δοκεῖν
εἶναι μέλη γιγγραντὰ καὶ κακὸν μέγα. »
http://remacle.org/bloodwolf/erudits/athenee/livre4gr.htm