dimskrekas
Δημήτρης Σκρέκας
Μάλλον διδακτικό το ακόλουθο παράδειγμα, ακόμη κ αν ιστορικά ελέγχεται η ακρίβειά του, εν τούτοις μας διαφωτίζει για το πώς έβλεπαν τότε τη γλώσσα και τους γραμματικούς τύπους:
''Πληρώσαντος δὲ αὐτοῦ τὸν δεύτερον χρόνον
παρὰ τῷ γέροντι, ὡς ἡ τοῦ Ἁγίου Πάσχα πανσεβάσμιος πέφθα- (5)
κεν ἑορτή, τὸν εἰς τὴν αὐτὴν ἑορτὴν λόγον τοῦ μεγάλου Γρηγο-
ρίου τοῦ καὶ Θεολόγου διδάξας ὡσανεὶ τὸν μέγαν ὁ γέρων παρε-
σκεύασεν ἀναγνῶναι· λίαν δὲ τυγχάνων τῆς ἔξω γραφῆς ἀμέτοχος
ὁ γέρων, καὶ μήτε τόνους εἰδώς, ἢ πνεύματα, ἢ ἀντίστοιχα, τὴν
“βραδυτῆτα” βραδύτητα τὸν σοφὸν ἐδίδασκε λέγειν. Ὡς δὲ τῆς (10)
ἀναγνώσεως ὁ καιρὸς ἐπέστη, συναθροισθέντων πολλῶν μοναστῶν
ἐν τῷ κυριακῷ, καὶ λογίων καὶ μὴ τοιούτων, προετράπη τὴν
ἀνάγνωσιν ποιήσασθαι ὁ πανάγαστος Ἰωάννης, οἷα μαθητὴς τοῦ
γέροντος. Ὃ δὲ τὴν βίβλον ἀναπτύξας, ὡς μόνον ἤρξατο καὶ εἶπε
τὴν ἐπιγραφὴν καὶ ἀντὶ τῆς “βραδύτητος”, ὡς ἐδιδάσκετο παρὰ (15)
τοῦ μυσταγωγοῦ, προεῖπε “βραδυτῆτα”, θυμοῦ πλησθεὶς ὁ γέρων,
ἀναστὰς μετὰ τῆς ῥάβδου, ἣν ἐν χερσὶν ἔφερε, κατὰ κεφαλῆς
ἔτυπτε τὸν σοφώτατον ἀφειδῶς, ἕως καὶ αἷμα ἐκ τῆς κεφαλῆς
αὐτοῦ κατερρύη μέχρις ἐδάφους. Κωλυόμενος δὲ παρὰ τῶν πα-
τέρων ὁ γέρων ἔλεγε πρὸς αὐτούς· “Ὁρᾶτε τουτονὶ τὸν ἀφυέστα- (20)
τον καὶ ἀμαθῆ μοναχόν; ἔχω ἡμέρας τριάκοντα τὸν λόγον τοῦτον
αὐτῷ καταλέγων καὶ οὐκ ἔδει αὐτὸν κἂν εἰς αὐτὴν τὴν ἀρχὴν
σφαλῆναι καὶ βραδυτῆτα προσειπεῖν”. Οἱ δὲ πατέρες καὶ μᾶλ-
λον οἱ γνῶσιν ἔχοντες καὶ γραφῶν ἔμπειροι τὸν γέροντα τῆς
ἀμουσίας ἐπιπλήττοντες χάριν ἔλεγον· “Κρεῖττον ὑπὲρ σὲ τὸν δι- (25)
δάσκαλον τὸ ῥῆμα διεσάφησεν ὁ μαθητὴς καὶ παραλόγως ἔτυψας
αὐτόν”. Ὁ δὲ θαυμαστὸς Ἰωάννης βαλὼν τῷ γέροντι μετάνοιαν
παρεκάλει λέγων· “Συγχώρησον, πάτερ, τῇ ἰδιωτείᾳ καὶ ἀμαθίᾳ
τοῦ δούλου σου· κέλευσον δέ με ἀναγνῶναι τὸν λόγον καὶ ἡ ἁγία
εὐχή σου εὐοδώσει με σὺν Θεῷ καὶ μὴ ὀργίζου”. Ἐπεὶ δὲ καὶ (30)
προσετάγη τὴν ἀνάγνωσιν πληρῶσαι, λέγειν ἀρξάμενος οὕτω διε-
σάφησε τὸν λόγον, ὥσπερ εἰ αὐτὸς παρῆν ὁ μέγας ἐν θεολογίᾳ
(286.)Γρηγόριος· πολλὰ δὲ καὶ διερωτώμενος παρὰ τῶν πατέρων πάνυ
σοφῶς διηρμήνευσε καὶ τὴν ὑπόθεσιν ὅλην διεσαφήνισε τοῦ λόγου
καὶ τὰς λέξεις, ὥστε πάντας θαυμάσαι καὶ ἐπαινέσαι μὴ μόνον
τὴν γνῶσιν, ἀλλὰ πολλῷ μᾶλλον τὴν ὑποταγὴν καὶ ταπείνωσιν
τοῦ ἁγίου, καὶ εἰπεῖν πρὸς τὸν γέροντα· “Μακάριος εἶ, πάτερ (5)
κύρι Θεόδωρε”—τοῦτο γὰρ ὄνομα τῷ γέροντι—, “ὅτι τοιοῦτον
εὗρες μαθητήν, σοφὸν καὶ ἐπιεικῆ καὶ μέτριον”· πρὸς οὓς ἀπε-
κρίνατο· “Πιστεύσατέ μοι, πατέρες· ὅταν πρός με ἦλθεν, ἀναλ-
φάβητος ἦν καὶ ἐγὼ αὐτὸν ἐδίδαξα συλλαβίζειν· ἐξίσταμαι δὲ
κἀγὼ νῦν, πῶς οὕτως ἀθρόως τοιοῦτος ὤφθη σοφός”. Οὕτως (10)
εἰπὼν εἰς ἔκστασιν ἑαυτόν τε κἀκείνους ἤγαγε. Πληρωθεί-
σης οὖν τῆς ὑμνῳδίας τοῦ ὄρθρου καὶ τῆς δοξολογίας τελεσθεί-
σης, ὡς ἡμέρα διέφαυσεν, ἐγνωρίσθη παρά τινος τῶν συνελθόν-
των, ὡς ὁ πάνσοφος Ἰωάννης ὁ ποιητής ἐστιν· ὅστις καὶ προ-
σελθὼν τῷ γέροντι “Πάτερ”, εἶπεν, “ἀγνοεῖς οἷον θησαυρὸν ἔχεις (15)
ἐνταῦθα”· ὃ δὲ “Ποῖον”; εἴρηκε· κἀκεῖνος “Τοῦτον, ὃν λέγεις”
ἔφη “ἀμαθῆ καὶ ἀφυῆ, καλεῖς δὲ αὐτὸν καὶ ὀψιμαθῆ, ὡς παρὰ
σοῦ διδαχθέντα συλλαβίζειν· οὗτός ἐστιν ὁ μέγας Ἰωάννης ὁ Ἁγιο-
πολίτης”· ἦν γὰρ πᾶσι γνωστὸς ἐκ τῶν ποιημάτων.''
Ο άγιος είναι ο Ιωάννης Δαμασκηνός. Το κείμενο προέρχεται από το φερόμενο ως έργο του Μ. Συγκέλλου, Βίος Κοσμά Μελωδού και Ιωάννου Δαμασκηνού, έκδ. Αθ. Παπαδοπούλου-Κεραμέως, Ἀνάλεκτα Ἱεροσολυμιτικῆς σταχυολογίας, τόμος 4, σελ. 285-286.

Last edited: