[Ψάχνω] Δόξα Και νυν των Αποστίχων του Εσπερινού των Αγίων Πατέρων

ΓεωΣαβ

Μέλος
Μπορείτε να με βοηθήσετε να βρω ηχογραφήσεις του Δόξα και Νυν των Αποστίχων του Εσπερινού των Αγίων Πατέρων για το Σάββατο 31 Μαίου 2014; Ευχαριστώ εκ των προτέρων.
 

π. Μάξιμος

Γενικός Συντονιστής

http://analogion.com/forum/showthread.php?p=112134#post112134

Δόξα... (Τῶν Πατέρων) Ἦχος δ'.
Τὴν ἐτήσιον μνήμην σήμερον, τῶν θεοφόρων Πατέρων, τῶν ἐκ πάσης τῆς οἰκουμένης συναθροισθέντων, ἐν τῇ λαμπρᾷ πόλει Νικαέων, τῶν Ὀρθοδόξων τὰ συστήματα, εὐσεβοῦντες πιστῶς ἑορτάσωμεν. Οὗτοι γὰρ τοῦ δεινοῦ Ἀρείου τὸ ἄθεον δόγμα, εὐσεβοφρόνως καθεῖλον, καὶ τῆς Καθολικῆς Ἐκκλησίας συνοδικῶς τοῦτον ἐξωστράκισαν, καὶ τρανῶς τὸν Υἱὸν τοῦ Θεοῦ, ὁμοούσιον καὶ συναΐδιον, πρὸ τῶν αἰώνων ὄντα, τοῖς πᾶσιν ἐδίδαξαν ὁμολογεῖν, ἐν τῷ τῆς πίστεως Συμβόλῳ, ἀκριβῶς καὶ εὐσεβῶς τοῦτο ἐκθέμενοι· ὅθεν καὶ ἡμεῖς, τοῖς θείοις αὐτῶν δόγμασιν ἑπόμενοι, βεβαίως πιστεύοντες λατρεύομεν, σὺν Πατρὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ πανάγιον, ἐν μιᾷ Θεότητι, Τριάδα ὁμοούσιον.​
Καὶ νῦν ... (Τῆς Ἑορτῆς) Ἦχος ὁ αὐτὸς.
Κύριε, τὸ μυστήριον, τὸ ἀπὸ τῶν αἰώνων κεκρυμμένον, καὶ ἀπὸ γενεῶν, πληρώσας ὡς ἀγαθός, ἦλθες μετὰ τῶν Μαθητῶν σου ἐν τῷ ὄρει τῶν Ἐλαιῶν, ἔχων τὴν τεκοῦσάν σε τὸν ποιητὴν καὶ πάντων δημιουργόν· τὴν γὰρ ἐν τῷ πάθει σου μητρικῶς πάντων ὑπεραλγήσασαν, ἔδει καὶ τῇ δόξῃ τῆς σαρκός σου ὑπερβαλλούσης ἀπολαῦσαι χαρᾶς, ἧς καὶ ἡμεῖς μετασχόντες, τῇ εἰς οὐρανοὺς ἀνόδῳ σου Δέσποτα, τὸ μέγα σου ἔλεος, τὸ εἰς ἡμᾶς γεγονὸς δοξάζομεν.​
 
Top