Διορθώσεις π. Κωνσταντίνου Παπαγιάννη στό Τριῴδιο.

Philippos K.

Φίλιππος Κ. ἱ.
Μαζί μέ τίς εὐχές μου γιά Καλή Σαρακοστή πρός τά μέλη καί φίλους τοῦ ψαλτολογίου παραθέτω καί λίγα τροπάρια τῶν δύο πρώτων ἑβδομάδων τῶν Νηστειῶν (καί τῆς Κυριακῆς τῆς Τυρινῆς) ὅπως περιέχονται διορθωμένα ἀπό τόν μακαριστό π. Κωνσταντῖνο Παπαγιάννη στίς νεώτερες ἐκδόσεις τοῦ Τριῳδίου τῆς Ἀποστολικῆς Διακονίας. Σημειώνω στήν ἀρχή ἑκάστου καί μέ ἔντονα γράμματα στό τροπάριο ποιές εἶναι οἱ διορθώσεις πού ἔχουν γίνει, ὥστε νά μποροῦν νά τίς κάνουν καί ὅσοι δέν ἔχουν τίς νεώτερες αὐτές ἐκδόσεις. Τά τροπάρια τά ἐπέλεξα μέ βάση τό πόσο ἀναγκαία εἶναι ἡ διόρθωσή τους (ὁ π. Κων/νος ἔχει διορθώσει πολύ περισσότερα τροπάρια, ἀλλά δέν εἶναι ἀπολύτως ἀναγκαία ἡ διόρθωση ὅλων).

Σάββατον τῆς Τυρινῆς Ἑσπέρας, 2ο στιχηρό: ἐκπορίζεσθαι, ἀντί, κατεσθίειν γὰρ:
«Στολὴν θεοΰφαντον ἀπεξεδύθην ὁ τάλας, σοῦ τὸ θεῖον πρόσταγμα παρακούσας, Κύριε, συμβουλίᾳ ἐχθροῦ· καὶ συκῆς φύλλα δὲ καὶ τοὺς δερματίνους νῦν χιτῶνας περιβέβλημαι· ἱδρῶτι κέκριμαι ἄρτον μοχθηρὸν ἐκπορίζεσθαι· ἀκάνθας καὶ τριβόλους δὲ φέρειν μοι ἡ γῆ κεκατήραται. Ἀλλ᾿ ὁ ἐν ὑστέροις τοῖς χρόνοις ἐκ Παρθένου σαρκωθείς ἀνακαλέσας εἰσάγαγε πάλιν εἰς Παράδεισον».

(Βλ. Τριῴδιον, Ε΄ ἔκδοσις Ἀποστολικῆς Διακονίας, ἔτους 2017, ἐπιμελείᾳ π. Κωνσταντίνου Παπαγιάννη, παραπομπή 71).

Σάββατον τῆς Τυρινῆς Ἑσπέρας, Δοξαστικόν τῶν ἀποστίχων: ἁπάντων, ἀντί, παντοίων:
«... ἐντολὴν παρέβην τὴν τοῦ Δεσπότου, καὶ τῶν ἀγαθῶν ἁπάντων ἐστέρημαι ...»

(Βλ. ὅπου ἀνωτέρω, παραπομπή 73).

Κυριακὴ τῆς Τυρινῆς πρωΐ, Οἶκος: πῶς κλαύσω σε; ἀντί, ἱκέτευσον Θεὸν διὰ τὸν παραπεσόντα:
«Παράδεισε πανάρετε, πανάγιε, πανόλβιε, δι᾿ Ἀδὰμ πεφυτευμένε, δι᾿ Εὔαν κεκλεισμένε, πῶς κλαύσω σε; Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα».

(Βλ. ὅ.ἀ., παραπ. 77)

Κυριακὴ τῆς Τυρινῆς πρωΐ, 3ο τροπάριο ζ΄ ᾠδῆς τοῦ κανόνος: πάλαι μου τὴν ψυχὴν φθονερῶς, Παραδείσου τε συμβουλῇ ἐξώρισε πικρᾷ, ἀντί, ὅλην μου τὴν ψυχὴν φθονερῶς, Παραδείσου δὲ τῆς τρυφῆς, ἐξόριστον ποιεῖ:
«Ἐτραυμάτισεν ὁ ὄφις ὁ παμπόνηρος πάλαι μου τὴν ψυχὴν φθονερῶς, Παραδείσου τε συμβουλῇ ἐξώρισε πικρᾷ· ἀλλ' ὦ εὐσυμπάθητε Σωτήρ, μὴ ὑπερίδῃς ὡς Θεός, ἀλλ' ἀνακάλεσαί με».

(Βλ. ὅ.ἀ., παραπ. 78)

Τετάρτη Α΄ ἑβδ. πρωΐ, 3ο τροπάριο θ΄ ᾠδῆς τοῦ 1ου τριῳδίου: δέσιν, ἀντί, δέησιν:
«... λῦσον τῶν κακῶν μου τὴν δέσιν· τοῦ πονηροῦ σύντριψον τὰ βέλη, τῇ λόγχῃ σου Δέσποτα, καὶ τῆς τούτου βλάβης ῥῦσαί με».

(Βλ. ὅ.ἀ., παραπ. 105).

Πέμπτη Α΄ ἑβδ. πρωΐ, Θεοτοκίον δ΄ ᾠδῆς τοῦ 1ου τριῳδίου: ῥυσθήσομαι, ἀντί, βοήθεια:
«Κεκράξομαι, ἐν νυκτὶ καὶ ἡμέρᾳ θλιβόμενος, πρὸς σὲ καὶ σωθήσομαι, καὶ ἡδονῶν ὑπερβήσομαι, τεῖχος καὶ ῥυσθήσομαι, τῇ σῇ Παρθένε δυνάμει τειχιζόμενος».

(Βλ. ὅ.ἀ., παραπ. 109· σ.σ. σέ μερικά ἔντυπα ὑπάρχει καί ἡ σωστή διατύπωση, «... βοηθείᾳ τῇ σῇ Παρθένε καὶ δυνάμει τειχιζόμενος»)

Παρασκευή Α΄ ἑβδ. Ἑσπέρας, 1ο τροπάριο θ΄ ᾠδῆς τοῦ κανόνος τοῦ Ἁγ. Θεοδώρου: καὶ ὕλη γέγονε, ἀντί, καὶ γέγονε:
«Ὕλη μαρτυρίου σου, Θεοῦ Θεόδωρε ὁ πόθος· ὅθεν σοι καὶ ὕλη γέγονε, τῷ ἐνύλῳ τὸ σῶμα πυρί, δι' οὗ πρὸς τὸ θεῖον χαίρων, πῦρ ἐξεδήμησας, ἀθλοφόρε θεραπευτὰ Θεοῦ Θεόδωρε».

(Βλ. ὅ.ἀ., παραπ. 114)

Σάββατον Α΄ ἑβδ. πρωΐ, 2ο τροπάριο γ΄ ᾠδῆς τοῦ 2ου κανόνος: μύσος (=μυσαρὰ πρᾶξις), ἀντί, μῖσος:
«Τὸν δόλον εἶχε κατ' αὐτοῦ, ἔτρεφε τὴν μανίαν, κατὰ τῶν εὐθηνούντων, καιρὸν ἐζήτει εὐθῆ, καθ᾿ ὃν τὸ μύσος τελεῖν, ἐμελέτα, ὁ παρανομώτατος».

(Βλ. ὅ.ἀ., παραπ. 115)

Σάββατον Α΄ ἑβδ. πρωΐ, 3ο τροπάριο ζ΄ ᾠδῆς τοῦ 2ου κανόνος: Εὐλογητὸς ὁ Θεὸς, ἀντί, τὴν χάριν νέμει σαφῶς:
«Ἰουλιανὲ ἀνόητε, καρδία σου ὅλη κακίας πέπλησται· φαρμακοῦται δέ, παρὰ τοῦ σοφοῦ ἡμῶν Θεοῦ, σχεθεῖσα δολίως καθ' ἡμῶν, τῶν ἐκβοώντων πρὸς αὐτόν· Εὐλογητὸς ὁ Θεός».

(Βλ. ὅ.ἀ., παραπ. 118)

Σάββατον Α΄ ἑβδ. πρωΐ, ἀπόστιχα ἰδιόμελα: Ἦχος δ΄, ἀντί Ἦχος γ΄ (Βλ. ὅ.ἀ., παραπ. 119).

Σάββατον Α΄ ἑβδ. πρωΐ, Δοξαστικό ἀποστίχων· προσετέθη τό «ἀπὸ πάσης περιστάσεως»:
«Ἀθλητικὴν ἀνδρείαν, εὐσεβῶς καθοπλισθεὶς Ἀθλοφόρε Χριστοῦ, καὶ λογικὴν λατρείαν, μυστικῶς ὑπερμαχῶν τῇ δυνάμει αὐτοῦ, τῶν εἰδώλων τὸ ἀσεβές, καὶ τῶν τυράννων τὸ ἀπηνές, ἀσθενὲς ἀπέδειξας, καταφρονῶν τῶν βασάνων, καὶ τοῦ προσκαίρου πυρός· ἀλλ' ὢ θείων δωρεῶν, καὶ πρᾶγμα καὶ ὄνομα, ἀπὸ πάσης περιστάσεως, τῇ πρεσβείᾳ σου σῷζε, τοὺς ἐκτελοῦντας τὴν μνήμην σου».

(Βλ. ὅ.ἀ., παραπ. 120)

Κυριακὴ Α΄ Νηστ. πρωΐ, Θεοτοκίον η΄ ᾠδῆς τοῦ κανόνος: Παρθένε, ἀντί, συμφώνως:
«Ἀκτῖσι φωτὸς τοῦ νοητοῦ, καταλαμπόμενος ὁ θεῖος Οἶκός σου, κατασκιάζει νῦν ἅπαντας, τῇ νεφέλῃ τῇ τοῦ Πνεύματος, καὶ ἁγιάζει τοὺς πιστούς, Παρθένε ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

(Βλ. ὅ.ἀ., παραπ. 125)

Παρασκευὴ Β΄ ἑβδ. πρωΐ, Εἱρμὸς ε΄ ᾠδῆς τοῦ 2ου τριῳδίου: φῶς τὰ σὰ προστάγματα, ἀντί, φῶς καὶ τὰ σὰ προστάγματα.
«Τοὺς ἐκ νυκτός, προσκυνοῦντάς σε Χριστὲ ἐλέησον, καὶ εἰρήνην δώρησαι, διότι φῶς τὰ σὰ προστάγματα, ἐγένοντο ἰάματα τοῖς δούλοις σου φιλάνθρωπε».

(Βλ. ὅ.ἀ., παραπ. 146)

Παρασκευὴ Β΄ ἑβδ. πρωΐ, Σταυροθεοτοκίον τῶν ἀποστίχων: λοιπὸν ἐξανάστηθι καὶ δόξασον, ἀντί, οὖν ἀνάστηθι, ὅπως δοξάσω σὺν τῷ Κόσμῳ.
«Τὶ τὸ θαυμαστόν καὶ ἐξαίσιον; ἡ Παρθένος τῷ Κυρίῳ ἀνεβόα μητρικῶς· Αἱ ὠδῖνες ἃς οὐκ ἔγνων ἐν τῷ τίκτειν σε, Υἱέ, δριμεῖαι καθικνοῦνται τῆς καρδίας μου· οὐ φέρω ἐν σταυρῷ προσηλωμένον σε ὁρᾶν τό φῶς τῶν ὀμμάτων μου· σπεῦσον λοιπὸν ἐξανάστηθι καὶ δόξασον τὴν φρικτὴν Οἰκονομίαν σου».

(Βλ. ὅ.ἀ., παραπ. 148)

Σάββατον Β΄ ἑβδ. πρωΐ, Θεοτοκίον στ΄ ᾠδῆς τοῦ 2ου τετραῳδίου· προσετέθη τό «τὸ πεπραγμένον»:
«Παρθένος ὤφθης, καὶ μετὰ τόκον· ἁγνεύεις ἄμφω γὰρ καὶ λοχεύεις· ξενοπρεπὲς θέαμα, λεγόμενον καὶ νοούμενον, τὸ πεπραγμένον ἐν σοὶ Θεομῆτορ».
(Βλ. ὅ.ἀ., παραπ. 150)
 
Last edited:
Συνεχίζω κατά τά ἀνωτέρω τήν παράθεση τῶν ἀναγκαιοτέρων διορθώσεων τοῦ π. Κωνσταντίνου στό κείμενο τοῦ Τριῳδίου. Σημειωτέον ὅτι τό πόσο ἀναγκαία εἶναι μία διόρθωση τό διευκρινίζει κατά κάποιον τρόπο καί ὁ ἴδιος ὁ π. Κωνσταντῖνος στά σχόλιά του. Σέ κάποιες παραπομπές γράφει ὅτι ἡ διόρθωση πού ἔκανε εἶναι «ὀρθοτέρα γραφή» (ἀφήνοντας ἔτσι νά ἐννοηθεῖ ὅτι καί ἡ προηγούμενη δέν εἶναι λάθος), σέ ἄλλες ὅτι ἡ διόρθωση ἀφορᾶ τό μέτρο τοῦ τροπαρίου (καί ὄχι τό νόημα) καί σέ ἄλλες (λιγότερες) διευκρινίζει ὅτι ἡ διόρθωση εἶναι ἀναγκαία καί γιά τήν ἔννοια τῆς φράσεως, διότι ἡ πρό τῆς διορθώσεως γραφή εἶναι «ἐσφαλμένη» ἤ «ἀκατανόητος» ἤ «δέν εὐσταθεῖ συντακτικῶς» κλπ. Αὐτές οἱ τελευταῖες διορθώσεις κυρίως (καί κάποιες ἀπό τίς μετρικές) εἶναι πού μᾶς ἀπασχολοῦν ἐδῶ. Τά ἀκόλουθα διορθωμένα τροπάρια εἶναι τῆς Γ΄ ἑβδομάδος τῶν Νηστειῶν.

Κυριακὴ Β΄ Νηστ. πρωΐ, 1ο τροπάριο η΄ ᾠδῆς τοῦ κανόνος· σὺν τοῖς θεολόγοις, ἀντί, νῦν τοῖς θεολόγοις (βλ. ὅ.ἀ., παραπομπή 155):
«Παρίστασαι σὺν τοῖς θεολόγοις τῷ θρόνῳ τοῦ Πανοικτίρμονος, ὡς ὅμοιος τούτοις καὶ ὁμότροπος, πάνσοφε Γρηγόριε, Θεσσαλονίκης πρόεδρε, Ἱεραρχῶν καλλονή, λαμπρῶς ἠγλαϊσμένος τῇ δόξῃ τῆς Ἱεραρχίας, Θεῷ καὶ νῦν λατρεύων».


Δευτέρα Γ΄ ἑβδ. πρωΐ, 2ο τροπάριο η΄ ᾠδῆς τοῦ 1ου τριωδίου· προσετέθη ἡ λέξις «φωτοειδεῖς» (παραπ. 157):
«Ἐν φαιδροτάτῃ νηστείας φωταυγείᾳ τῶν προσευχῶν λαμπρυνθέντες, φωτοειδεῖς χρηματίσωμεν, ὅπως τῆς ἁμαρτίας τὸ σκότος ἐκφύγωμεν».

Τρίτη Γ΄ ἑβδ. ἑσπέρας, 1ο στιχηρόν Ἑσπερινοῦ· προσετέθη ἡ λέξις «Ἰησοῦ» (παραπ. 158):
«Κύριε ὁ Σταυρῷ κτείνας τὸν δόλιον, τῆς αὐτοῦ ῥῦσαί με ἀπάτης, τὸν ἁμαρτάνοντα καὶ ἐξαπατώμενον, καὶ Νηστείᾳ ἐκκαθάρας με, δίδου μοι τὰ σὰ θελήματα τελεῖν, ὅπως βλέψω, Δέσποτα, γεγηθὼς τὰ σεπτὰ, Ἰησοῦ, Παθήματά σου».

Τετάρτη Γ΄ ἑβδ. πρωΐ, Ὁ Εἱρμὸς τῆς θ΄ ᾠδῆς τοῦ 2ου τριωδίου· Θεοτόκε, ἀντί, ἀσιγήτοις (παραπ. 159):
«Σὲ τὴν νοητήν καὶ ἔμψυχον κλίμακα, ἐν ᾗ ὁ Θεὸς ἡμῶν ἐπεστήρικτο, δι' οὗ τὴν πρὸς οὐρανὸν εὕρομεν ἄνοδον, ὕμνοις, Θεοτόκε, μεγαλύνομεν».

Πέμπτη Γ΄ ἑβδ. ἑσπέρας, 1ο στιχηρό Ἑσπερινοῦ· τόν θεῖον Σταυρόν, ἐν αὐτῷ ἡπλώθης, ἀντί, τοῦ θείου Σταυροῦ, ἁπλωθεὶς ἐν τούτῳ (παραπ. 163):
«Σῶτερ, ὁ ἀληθὴς γλυκασμός, ὁ τὰ πικρότατα Μερρᾶς πάλαι ὕδατα γλυκάνας τυποῦντι τότε ξύλῳ τόν θεῖον Σταυρόν, ἐν αὐτῷ ἡπλώθης, ὡς εὐδόκησας· χολῆς ἀπεγεύσω δέ, τὴν πλευρὰν ἐκκεντούμενος, ἐξ ἧς τῷ κόσμῳ ὕδωρ βρύεις ἀφέσεως εἰς ἀνάπλασιν τοῦ βροτείου φυράματος· ὅθεν δοξολογοῦμέν σου τὴν ἄφατον δύναμιν καὶ δυσωποῦμεν· Παράσχου ἡμῖν τὸν φόβον σου, Κύριε, καιρῷ τῆς Νηστείας καὶ συγχώρησιν πταισμάτων καὶ μέγα ἔλεος».

(σ.σ. στόν κώδ. Καρακάλλου 256, τοῦ ιδ΄ αἰῶνος, φ.182, ὑπάρχει καί ἡ ἑξῆς ὡραία διατύπωσις πού εἶναι πιό πιθανό νά ταυτίζεται μέ τήν ἀρχική μορφή τοῦ τροπαρίου: «... τυποῦντι ξύλῳ ξύλον τοῦ θείου Σταυροῦ, σταυρωθεὶς ἐν τούτῳ ὡς εὐδόκησας, χολῆς [ἀπ]ἐγεύσω γὰρ τὴν πλευρὰν ἐκκεντούμενος, ἐξ ἧς τῷ κόσμῳ ὕδωρ ἔρρει ἀφέσεως ...»).

Σάββατον Γ΄ ἑβδ. πρωΐ, Μαρτυρικὸν τῆς ζ΄ ᾠδῆς τοῦ 2ου τετραῳδίου· θεοστεφάνωτος, ἀντί, θεοφάνωτος (παραπ. 166):
«Μαρτυρικὴ χορεία ἡ θεοστεφάνωτος, τοὺς δούλους σου ἀξίωσον προσκυνητὰς γενέσθαι τοῦ θείου καὶ ζωοποιοῦ τοῦ Σωτῆρος Σταυροῦ».

Σάββατον Γ΄ ἑβδ. πρωΐ, Εἱρμὸς τῆς η΄ ᾠδῆς τοῦ 2ου τετραῳδίου· πλάνην, ἀντί, φλόγα (παραπ. 167):
«Οἱ θεορρήμονες Παῖδες ἐν τῇ καμίνῳ, σὺν τῷ πυρὶ καὶ τὴν πλάνην καταπατοῦντες, ὑπέψαλλον· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον».

Σάββατον Γ΄ ἑβδ. ἑσπέρας, 1ο στιχηρό τοῦ Μεγ. Ἑσπερινοῦ· καρδίαις, ἀντί, καρδίας (παραπ. 172):
«Λάμψον, ὁ τοῦ Κυρίου Σταυρὸς, τὰς φεγγοβόλους ἀστραπάς σου τῆς χάριτος καρδίαις τῶν σὲ τιμώντων καὶ θεολήπτῳ στοργῇ περιπτυσσομένων, κοσμοπόθητε· δι᾿ οὗ τῶν δακρύων ἐξηφανίσθη κατήφεια, καὶ τοῦ θανάτου τῶν παγίδων ἐρρύσθημεν, καὶ πρὸς ἄληκτον εὐφροσύνην μετήλθομεν· δεῖξον τῆς ὡραιότητος τῆς σῆς τὴν εὐπρέπειαν, τὰς ἀντιδόσεις παρέχων τῆς ἐγκρατείας τοῖς δούλοις σου, πιστῶς αἰτουμένοις σὴν πλουσίαν προστασίαν καὶ μέγα ἔλεος».
 
Συνεχίζω μέ τίς ἀναγκαιότερες διορθώσεις τῶν τροπαρίων (βλ. ἀναρτήσεις #1καί #2) γιά τήν Δ΄ ἑβδομάδα τῶν Νηστειῶν:

Κυριακὴ Γ΄ Νηστ. πρωΐ, Καταβασία τῆς α΄ ᾠδῆς· τὸν Σταυρὸν, ἀντί, τῷ Σταυρῷ (παραπομπή 173):
«Ὁ θειότατος προετύπωσε πάλαι Μωσῆς, ἐν ἐρυθρᾷ θαλάσσῃ διαβιβάσας Ἰσραήλ, τὸν Σταυρὸν σου, τὴν ὑγράν τῇ ῥάβδῳ τεμών, ᾠδήν σοι ἐξόδιον ἀναμέλπων, Χριστὲ ὁ Θεός».

Κυριακὴ Γ΄ Νηστ. πρωΐ, 3ο τροπάριο τῆς θ΄ ᾠδῆς τοῦ Κανόνος· ἐν ᾧ Χριστὸς ἑκὼν ἀνυψώθη, ἀντί, οὗ ὁ Χριστὸς ὕψωσε τὴν κάραν (παραπ. 182):
«Ἐν ὕμνοις σκιρτάτω πάντα τὰ ξύλα τοῦ δρυμοῦ τὸ ὁμώνυμον ξύλον, τοῦ Σταυροῦ θεώμενα, κατασπαζόμενον σήμερον, ἐν ᾧ Χριστὸς ἑκὼν ἀνυψώθη, ὡς προφητεύει ὁ θεῖος Δαυΐδ».

Δευτέρα Δ΄ ἑβδ. πρωΐ, τελευταῖο τροπάριο τῆς θ΄ ᾠδῆς τοῦ 2ου τριῳδίου· ἀφῃρέθη τό «δι᾿ οὗ» πρό τοῦ «μεθ᾿ ἡμῶν ὁ Θεός» (παραπ. 190):
«Χαριστήριον αἶνον προσάξωμεν, τῷ Θεῷ πᾶς ὁ λαός, ὅτι βλέποντες νῦν ἀσπαζόμεθα, τὸν πανάγιον Σταυρόν· γνῶτε οὖν καὶ ἡττᾶσθε, ἐν τούτῳ οἱ δαίμονες, ἔθνη τὰ βάρβαρα γνῶτε, καὶ ἡττᾶσθε, μεθ᾿ ἡμῶν ὁ Θεός».

Τρίτη Δ΄ ἑβδ. ἑσπέρας, 1ο τροπάριο (ἰδιόμελο) τῶν ἀποστίχων τοῦ Ἑσπερινοῦ· ὁ τῇ τῆς σῆς ταπεινώσεως ὑπερβολῇ, ἀντί, ἡ τῆς σῆς ταπεινώσεως ὑπερβολή (παραπ. 196):
«Νικῶν τὸν Τελώνην τοῖς παραπτώμασιν, οὐ ζηλῶ τῇ μετανοίᾳ, τοῦ δὲ Φαρισαίου μὴ κεκτημένος τὰ κατορθώματα, μιμοῦμαι τὴν οἴησιν. Ἀλλ᾿ ὁ τῇ τῆς σῆς ταπεινώσεως ὑπερβολῇ, Χριστὲ ὁ Θεός, τὴν δαιμονικὴν ὑψηλοφροσύνην ἐν τῷ Σταυρῷ καθελών, τοῦ μέν, τῆς προτέρας πονηρίας, τοῦ δέ, τῆς ἐσχάτης ἀπονοίας, ἀλλοτρίωσόν με, τὴν ἑκατέρων χρηστὴν διάθεσιν, ἐν τῇ ψυχῇ μου βεβαιώσας, καὶ σῶσόν με».

Τετάρτη Δ΄ ἑβδ. πρωΐ, 2ο τροπάριο τῆς γ΄ ᾠδῆς τοῦ κανόνος· τὸν πλοῦν τὸν σωτήριον, ἀντί, τὸν πλοῦτον σωτήριον (παραπ. 200):
«Σταυροῦ τῷ ἱστίῳ πτερωθέντες, τὸν πλοῦν τὸν σωτήριον ἰδού, νηστείας νῦν μεσάζομεν, Μεσσία Ἰησοῦ ὁ Θεός, δι᾿ οὗ ἡμᾶς τοῦ Πάθους σου πρὸς τὸν λιμένα καθόρμισον».

Τετάρτη Δ΄ ἑβδ. πρωΐ, 3ο τροπάριο τῆς θ΄ ᾠδῆς τοῦ πρώτου τριῳδίου· ἐξήλωσον, ἀντί, ἐξήλωσας (παραπ. 203):
«Τῷ μώλωπί σου ἴασαι ψυχῆς μου τὰ πάθη· πλευρᾶς σου τρώσει παῦσον ἐπωδύνους τε τὰς τρώσεις τῶν δαιμόνων· ἥλοις σου, Χριστὲ, ἐξήλωσον τὰς ἐνηδόνους καὶ ἐμπαθεῖς ὀρέξεις, διδούς μοι ἀπαθῶς Πάθη σου τὰ σεπτὰ προσκυνῆσαι καὶ τὴν Ἀνάστασιν».

Παρασκευή Δ΄ ἑβδ. πρωΐ, Σταυροθεοτοκίον μετά τήν β΄ στιχολογίαν· ὁρῶσά σε, Χριστέ, ἀντί, ἠλάλαζεν (παραπ. 207):
«Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα ἡ ἐπ᾿ ἐσχάτων σε Χριστὲ τετοκυῖα ἐπὶ Σταυροῦ κρεμάμενον ὁρῶσά σε, Χριστέ, Οἴμοι, ποθεινότατε Ἰησοῦ! ἀνεβόα, πῶς ὁ δοξαζόμενος ὡς Θεὸς ὑπ᾿ Ἀγγέλων ὑπὸ ἀνόμων νῦν βροτῶν, Υἱέ, θέλων σταυροῦσαι; ὑμνῶ σε μακρόθυμε».

Παρασκευή Δ΄ ἑβδ. πρωΐ, 1ο τροπάριο τῆς θ΄ ᾠδῆς τοῦ πρώτου τριῳδίου· πεπαρμένος (μτχ. παθ. παρακειμένου τοῦ πείρω=διατρυπῶ), ἀντί, πεπαρμένας (παραπ. 210):
«Ξύλῳ τοῦ Σταυροῦ τὴν φλόγα ἐμάρανας τῆς ἁμαρτίας, Χριστέ, χεῖρας πεπαρμένος δέ χειρὸς ἐρρύσω τοῦ πολεμήτορος τὸν ἀκρατῶς ἐκτείναντα χεῖρας πρὸς βρῶσιν καρποῦ, οὗπερ μόνου φεύγειν τὴν μετάληψιν ἀπεφήνω, Χριστὲ πολυέλεε».

Παρασκευή Δ΄ ἑβδ. πρωΐ, 2ο τροπάριο τῆς θ΄ ᾠδῆς τοῦ πρώτου τριῳδίου· ἀληθεῖς σου, ἀντί, ἀληθείας (παραπ. 211):
«Πάθος σου, Χριστέ, τὸ πᾶσιν ἀπάθειαν βροτοῖς πηγάσαν, σεπτῶς βλέψαι καταξίωσον, ἐν ἀπαθείᾳ τοὺς προσκυνήσαντας σοῦ τὸν Σταυρὸν τὸν τίμιον, τὰς ἁμαρτίας ἡμῶν παραβλέπων, καὶ τῆς Ἀναστάσεως ἀληθεῖς σου υἱοὺς ἐργαζόμενος».

Σάββατον Δ΄ ἑβδ. πρωΐ, Θεοτοκίον τῆς ζ΄ ᾠδῆς τοῦ δευτέρου τετραῳδίου· προσετέθη ἡ λέξις «ἡμῶν» (παραπ. 216):
«Παρθενομῆτορ, ἡ ὁλόφωτος Κόρη, ἡ μόνη πρὸς Θεὸν ἡμῶν μεσιτεία, μὴ διαλίπῃς, Δέσποινα, δυσωπεῖν τοῦ σωθῆναι ἡμᾶς».
 
Last edited by a moderator:
Συνεχίζω τά παραπάνω (βλ. ἀναρτήσεις #1 καί #2) μέ τίς διορθώσεις τῆς Ε΄ ἑβδομάδος τῶν Νηστειῶν.

Κυριακή Δ΄ Νηστ. πρωΐ, 2ο τροπάριο τῆς ε΄ ᾠδῆς τοῦ πρώτου κανόνος· κατάκειμαι, ἀντί, περίκειμαι (παραπομπή 222):
«Ἀλγεινῶς ταῖς μάστιξιν ἠσθένησεν ἡ ψυχή μου, Χριστὲ, ταῖς τῶν πταισμάτων, καὶ ἔνθεν γυμνὸς κατάκειμαι ἀρετῶν ἐνθέων· καθικετεύω, σῶσόν με».

Κυριακή Δ΄ Νηστ. ἑσπέρας, 1ο ἰδιόμελο τῶν ἀποστίχων· ἀπολάβωμεν, ἀντί, ἀπολαύσωμεν (παραπ. 225):
«Ὁ τὸν ἀμπελῶνα φυτεύσας καὶ τοὺς ἐργάτας καλέσας, ἐγγὺς ὑπάρχει Σωτήρ· δεῦτε οἱ τῆς Νηστείας ἀγωνισταὶ μισθὸν ἀπολάβωμεν, ὅτι πλούσιος ὑπάρχει ὁ δοτήρ καὶ ἐλεήμων· μικρὸν ἐργασάμενοι, κομισώμεθα τὸ τῆς ψυχῆς ἔλεος».

Δευτέρα Ε΄ ἑβδ. πρωΐ, 2ο τροπάριο τῆς θ΄ ᾠδῆς τοῦ πρώτου τριῳδίου· τὰ σὲ ἀκατάκριτον ἀεὶ συντηροῦντα, ἀντί, καὶ σὲ ἀκατάκριτον ἀεὶ συντηροῦσα (παραπ. 227):
«Ἐγγὺς ἡ κρίσις, πρόσεχε ψυχή, συνειδήσεως ἐπιμελοῦ, καὶ πράττε καλῶς τὰ σὲ ἀκατάκριτον ἀεὶ συντηροῦντα· εἰ ἑαυτοὺς γὰρ ὧδε ἀνακρίνομεν, οὐδόλως ἐκεῖ κατακριθῶμεν ἄνευ μαρτύρων, ἔνθα ὑπεύθυνοι κατακρίνονται».
σ.σ. στήν ἔκδοση τῆς Ἀποστολικῆς Διακονίας, ἀπό τήν ὁποία ἔχει ληφθεῖ τό ἀνωτέρω τροπάριο, ἔχει διορθωθεῖ βάσει χειρογράφων ὄχι μόνο ἡ φράση πού σημειώνεται ἀλλά καί ἡ ἀμέσως ἑπόμενη (ἄλλες ἐκδόσεις γράφουν, «εἰ ἑαυτοὺς δὲ ὧδε διεκρίναμεν ...»).

Τρίτη Ε΄ ἑβδ. πρωΐ, 2ο τροπάριο τῆς β΄ ᾠδῆς τοῦ δευτέρου τριῳδίου· καρπῷ, ἀντί, καρποῦ (παραπ. 232):
«Ἡ Εὔα ἁλωτὴ καρπῷ γέγονε· ψυχή μου, βλέπε, σὺ μὴ δελεάζου, εἰ προσβάλλει σοι ὁ ὄφις ποτέ, συμβουλεύων φαγεῖν σε ἡδονῆς τοὺς καρπούς».

Τρίτη Ε΄ ἑβδ. ἑσπέρας, 3ο τροπάριο τῶν στιχηρῶν τοῦ Ἑσπερινοῦ· προσετέθη ἡ λέξις «ὑπόλοιπον» (παραπ. 233):
«Τὸν ζωηφόρον Σταυρόν αἰνοῦμέν σου, Κύριε, καὶ τὰ καθ' ἡμᾶς ἱερά τῆς σαρκός σου παθήματα, τὴν λόγχην τε, τὴν σφαγήν, τοὺς γέλωτας, τοὺς ἐμπτυσμούς, τὰ ῥαπίσματα καὶ τὰ κολαφίσματα, σὺν τῇ πορφύρᾳ καὶ τὸ στέφος τὸ ἀκανθόπλεκτον, ἐν οἷς ἐκ τῆς κατάρας πάντας ἐκλυτρωσάμενος ἔσωσας ἡμᾶς. Διὸ δυσωποῦμέν σε· Τῶν Νηστειῶν τὸν ὑπόλοιπον χρόνον εἰρηνικῶς τελέσαι παράσχου ἡμῖν».

Πέμπτη Ε΄ ἑβδ., 1ο τροπάριο τῆς Ὁσίας Μαρίας στὴν δ΄ ᾠδὴ τοῦ Μεγάλου Κανόνος· προΐστασθαι, ἀντί, προΐστασο (παραπ. 255):
«Ἀσώματον πολιτείαν ἐν σώματι μετελθοῦσα, χάριν, Ὁσία, πρὸς Θεοῦ μεγίστην ὄντως εἴληφας, τῶν πιστῶς τιμώντων σε προΐστασθαι· διὸ δυσωποῦμεν, παντοίων πειρατηρίων ἡμᾶς εὐχαῖς σου λύτρωσαι».

Πέμπτη Ε΄ ἑβδ., 16ο τροπάριο τῆς ε΄ ᾠδῆς τοῦ Μεγάλου Κανόνος· ὅτι φύσει ... ὑπάρχεις, ἀντί, ὁ τῇ φύσει ... ὑπάρχων (παραπ. 256):
«Φεῖσαι, φεῖσαι, Κύριε, τοῦ πλάσματός σου· ἥμαρτον, ἄνες μοι, ὅτι φύσει καθαρός αὐτὸς ὑπάρχεις μόνος, καὶ ἄλλος πλήν σου οὐδεὶς ὑπάρχει ἔξω ῥύπου».

Πέμπτη Ε΄ ἑβδ., τροπάριο «Ἐν τοῖς κριταῖς Λευΐτης ...» τῶν μακαρισμῶν τοῦ Μεγάλου Κανόνος· μύσος, ἀντί, μῖσος (παραπ. 258):
«Ἐν τοῖς κριταῖς Λευΐτης δι' ἐμμελείας τὴν ἑαυτοῦ γυναίκα ταῖς δώδεκα, φυλαῖς διεῖλε, ψυχή μου, ἵνα τὸ μύσος θριαμβεύσῃ τὸ ἐκ Βενιαμὶν τὸ παράνομον».

Πέμπτη Ε΄ ἑβδ., τροπάριο «Ἐν τοῖς κριταῖς ὁ Ἄννης ...» τῶν μακαρισμῶν τοῦ Μεγάλου Κανόνος· πρὸ τῶν ἄλλων, ἀντί, πρὸς τῶν ἄλλων (παραπ. 259):
«Ἐν τοῖς κριταῖς ὁ Ἄννης ἐκρίθη γόνος, ὁ μέγας Σαμουήλ, ὃν ἐθρέψατο ἡ Ἀρμαθὲμ ἐν οἴκῳ Κυρίου· αὐτὸν ζήλου, ψυχή μου, καὶ κρῖναι πρὸ τῶν ἄλλων τὰ ἔργα σου».

Πέμπτη Ε΄ ἑβδ., εἱρμός τῆς η΄ ᾠδῆς τοῦ πρώτου τριῳδίου· στρατιαὶ τῶν ἀγγέλων, ἀντί, οὐρανῶν αἱ Δυνάμεις, καὶ τρέμουσι τῶν Ἀγγέλων αἱ τάξεις (παραπ. 265):
«Τὸν ἄναρχον Βασιλέα τῆς δόξης, ὃν φρίττουσιν στρατιαὶ τῶν ἀγγέλων, ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Πέμπτη Ε΄ ἑβδ., 1ο τροπάριο τῆς Ὁσίας Μαρίας στὴν θ΄ ᾠδὴ τοῦ Μεγάλου Κανόνος· Ἐξέστησας ἅπαντας, ἀντί, Ἁπάσας ἐξέστησας (παραπ. 270):
«Ἐξέστησας ἅπαντας τῇ ξένῃ πολιτείᾳ σου, Ἀγγέλων τάξεις, βροτῶν τὰ συστήματα, ἀΰλως βιώσασα καὶ φύσιν ὑπερβᾶσα· ἀνθ' ὧν ὡς ἄϋλος τοῖς ποσῖν ἐπιβαίνουσα, Μαρία, Ἰορδάνην διεπέρασας».

Παρασκευή Ε΄ ἑβδ., 3ο τροπάριο τῆς θ΄ ᾠδῆς τοῦ πρώτου τριῳδίου· ἔχω, ἀντί, ἔχων (παραπ. 275):
«Τάφῳ ῥαθυμίας κείμενος, ἐπιβαροῦντα ἔχω, λίθον πωρώσεως, τὸν ἀείζωον μὴ συνιών, Σῶτερ, λόγον σου, καὶ τοῦ φόβου σου μὴ αἰσθανόμενος· οἰκτείρησόν με, σῶσον τῷ σῷ ἐλέει πολυέλεε».

Παρασκευή Ε΄ ἑβδ. ἑσπέρας, 1ο στιχηρό ἰδιόμελο τοῦ Ἑσπερινοῦ· καὶ χάριτος, ἀντί, τῇ χάριτι (παραπ. 277):
«Ὡς ἐξ Ἱερουσαλήμ, σοῦ τῶν θείων ἐντολῶν ἐξερχόμενος, καὶ πρὸς τὰ πάθη τῆς Ἱεριχὼ καταντήσας, τῇ δόξῃ τῆς ἀτιμίας τῶν βιωτικῶν μελημάτων κατασυρείς, λῃσταῖς περιέπεσον τῶν λογισμῶν, τῆς υἱοθεσίας καὶ χάριτος τὸν χιτῶνα ὑπ' αὐτῶν ἐκδυθείς, καὶ ταῖς πληγαῖς ὡς ἄπνους κατάκειμαι. ...».
(σ.σ. στόν κώδικα Καρακάλλου 256 (φ. 224), τόν ὁποῖον δέν εἶχε ὑπ᾿ὄψιν του ὁ π. Κωνσταντῖνος, ὑπάρχει ἡ γραφή «... τῆς υἱοθεσίας τῆς χάριτος τὸν χιτῶνα ...» πού ἴσως εἶναι προσφυέστερη)

Σάββατον τοῦ Ἀκαθίστου, 1ο τροπάριο τῆς στ΄ ᾠδῆς τοῦ πρώτου τετραῳδίου· προσετέθη ἡ λέξις «ζῶντος» (παραπ. 288):
«Ἀθλοῦντες οἱ Μάρτυρες, καὶ ὡς λίθοι ἐκλεκτοί ἐπὶ γῆς κυλιόμενοι, οἰκοδομίαν ἅπασαν τοῦ ἐχθροῦ τελείως κατέστρεψαν καὶ ναοὶ Θεοῦ ζῶντος ἐχρημάτισαν».
 
Ὁλοκληρώνω τόν παρόντα κατάλογο τῶν ἀναγκαιοτέρων διορθώσεων τοῦ π. Κωνσταντίνου μέ τίς διορθώσεις τῆς ἑβδομάδος τῶν Βαΐων καί τῆς Μεγάλης Ἑβδομάδος. Ἀπομένουν οἱ διορθώσεις τῶν τριῶν πρώτων προπαρασκευαστικῶν ἑβδομάδων τοῦ Τριῳδίου, τίς ὁποῖες ἀφήνω γιά τοῦ χρόνου, ἄν θέλει ὁ Θεός, καθώς δέν θά χρειαστοῦν φέτος. Ὑπενθυμίζω ὅτι ἔλαβα ὑπ᾿ ὄψιν μου μόνο τίς διορθώσεις πού σημειώνονται καί σχολιάζονται ἀπό τόν π. Κωνσταντῖνο στίς νεώτερες ἐκδόσεις τῆς Ἀποστολικῆς Διακονίας καί ὄχι τίς «Διορθώσεις καί παρατηρήσεις εἰς τό Τριώδιον» (Α΄ καί Β΄) πού ἐξέδωσε κατά τά ἔτη 2006 καί 2008 (ἔκδ. University Studio Press). Ἐπισυνάπτω τέλος ἕνα ἀρχεῖο (pdf) μέ ὅλες τίς διορθώσεις πού ἀναρτήθηκαν ἐδῶ, γιά νά ὑπάρχουν συγκεντρωμένες.
Καλή Ἀνάσταση νά ἔχουμε!

Σάββατον Ε΄ ἑβδ. ἑσπέρας, 2ο στιχηρό προσόμοιο τοῦ Ἑσπερινοῦ· «εἴληφας· καὶ φαιδρῶς», ἀντί, «γέγονας· καὶ σφοδρῶς» (παρ. 294):
«Τόπους προσκυνήσασα περιχαρῶς τοὺς ἁγίους, ἀρετῆς ἐφόδιον σωτηριωδέστατον ἔνθεν εἴληφας· καὶ φαιδρῶς ἔδραμες τὴν καλὴν πορείαν, καὶ τὸ ῥεῖθρον ἐκπεράσασα τὸ Ἰορδάνειον, τὸ τοῦ Βαπτιστοῦ ἐνδιαίτημα προθύμως κατεσκήνωσας, καὶ τὴν τῶν παθῶν ἀγριότητα διὰ πολιτείας ἠμαύρωσας, λεπτύνασα σαρκός ἐν παρρησίᾳ, ἀείμνηστε Μῆτερ, τὰ οἰδήματα».

Σάββατον Ε΄ ἑβδ. ἑσπέρας, 3ο στιχηρό προσόμοιο τοῦ Ἑσπερινοῦ· «ἰδέαις», ἀντί, «ἰδέας», καί «ἐπιβαίνειν τοῖς ἴχνεσι», ἀντί «ὑπερβαίνειν μακάριε» (παρ. 294):
«Ἔρημον οἰκήσασα, τῶν σῶν παθῶν τὰς εἰκόνας ἐκ ψυχῆς ἀπήλειψας, τὸ θεοειδέστατον ἐξεικόνισμα ἐν ψυχῇ γράψασα ἀρετῶν ἰδέαις, καὶ τοσοῦτον ὑπερέλαμψας, ὡς καὶ τοῖς ὕδασι κούφως ἐπιβαίνειν τοῖς ἴχνεσι, καὶ γῆθεν ὑπεραίρεσθαι ἐν ταῖς πρὸς Θεόν σου ἐντεύξεσι· καὶ νῦν ἐν παρρησίᾳ, πανένδοξε Μαρία, τῷ Χριστῷ, παρισταμένη, δυσώπησον ὑπὲρ τῶν ψυχῶν ἡμῶν».

Κυριακή Ε΄ Νηστ. πρωΐ, 1ο τροπάριο τῆς α΄ ᾠδῆς τοῦ πρώτου κανόνα· Παρείκασμαι (=ἔχω γίνει ὅμοιος), ἀντί, Παρεῖκάς με (παρ. 295):
«Παρείκασμαι πλούτῳ τῶν ἡδονῶν τῷ εὐφραινομένῳ καθ' ἡμέραν ἐν τῇ τρυφῇ πλουσίῳ· διό σε ἱκετεύω, Σῶτερ, πυρός με ὡς Λάζαρον λύτρωσαι».

Δευτέρα πρὸ τῶν Βαΐων πρωΐ, 1ο τροπάριο τῆς α΄ ᾠδῆς τοῦ δευτέρου τριῳδίου· προσετέθη ἡ λέξις «Χριστοῦ» (παρ. 301):
«Τῇ τῶν Βαϊων Ἑορτῇ ὑπαντήσωμεν πιστοί, προεορτάζοντες αὐτήν ἀπὸ σήμερον φαιδρῶς, ἵνα τὸ ζωηφόρον ἀξιωθῶμεν πάθος Χριστοῦ κατιδεῖν».

Δευτέρα πρὸ τῶν Βαΐων ἑσπέρας, 1ο στιχηρό προσόμοιο τοῦ Ἑσπερινοῦ· τὴν ψυχὴν, ἀντί, τὴν ἰσχὺν (παρ. 305):
«Πολλοῖς παραπτώμασι καὶ ἡδοναῖς ταῖς τοῦ βίου ἀσθενοῦσαν κέκτημαι τὴν ψυχὴν ὁ δείλαιος, καὶ κατάκειμαι ἐπὶ κλίνης πάντοτε ῥαθυμίας, Δέσποτα, καὶ βοῶ σοι· Συμπαθέστατε, ἐλθὼν ἐπίσκεψαι, ῥῶσίν μοι παρέχων καὶ ἔλεος, καὶ μὴ ἐγκαταλίπῃς με, μήποτε ὑπνώσω εἰς θάνατον, καὶ ἐπιχαρῇ μοι ἐχθρὸς τῇ ἀπωλείᾳ, ὁ ζητῶν εἰς ᾅδου βάραθρα πάνδεινα, Σῶτερ, κατασπάσαι με».

Τρίτη πρὸ τῶν Βαΐων πρωΐ, 2ο τροπάριο τῆς β΄ ᾠδῆς τοῦ πρώτου τριῳδίου· «τῶν ἀθεμίτων πταισμάτων μου, ἐλεῆμον, καὶ δός μοι λογισμὸν ἐπιστροφῆς ὡς ἀγαθός», ἀντί, «καὶ τὴν τελείαν σου ἀγάπησιν οἰκτίρμον ἐμπλήσας, τῆς ἐκεῖ ῥῦσαι κολάσεως φρικτῆς» (παρ. 309):
«Λάζαρον πτωχόν με ἁμαρτιῶν δεῖξον, Χριστέ, καὶ σκόρπισον τὸν πλοῦτον, ὅν περ κακῶς συνῆξα, τῶν ἀθεμίτων πταισμάτων μου, ἐλεῆμον, καὶ δός μοι λογισμὸν ἐπιστροφῆς ὡς ἀγαθός».

Τρίτη πρὸ τῶν Βαΐων πρωΐ, 2ο τροπάριο τῆς β΄ ᾠδῆς τοῦ δευτέρου τριῳδίου· «ἐπάρῃς», ἀντί, «ἐπανάγῃς» «ἐπαγάγῃς» (παρ. 310):
«Θρήνοις βαλλόμεναι αἱ τοῦ Λαζάρου ἀδελφαί, τὸ πάθος σοὶ τῷ γνώστῃ τῶν ἁπάντων φανεροῦσιν· ἀλλὰ μένεις πρὸς μικρόν, ἵνα ἐπάρῃς τὸ θαῦμα καὶ ὑποδείξῃς τοῖς μαθηταῖς σου φρικτά».

Τρίτη πρὸ τῶν Βαΐων πρωΐ, 2ο τροπάριο τῆς θ΄ ᾠδῆς τοῦ πρώτου τριῳδίου· «λαμβάνων ... καὶ τῆς φλογὸς», ἀντί, «λαμβάνω ... τὸ τῆς φλογὸς» (παρ. 312):
«Εἰς νοῦν λαμβάνων σοῦ τὸ κριτήριον καὶ τῆς φλογὸς τὸ ἄσβεστον, Κριτὰ δικαιότατε, ἐμαυτὸν κατακρίνω πρὸ κρίσεως· δέδοικα γὰρ καὶ τρέμω, ἄμετρα πταίσας σοι, ἄλλος ὡς οὐδεὶς ἐπὶ τῆς γῆς· διό με οἴκτειρον».

Τρίτη πρὸ τῶν Βαΐων ἑσπέρας, 3ο στιχηρό προσόμοιο τοῦ Ἑσπερινοῦ· ἐγερεῖς, ἀντί, ἐγείρεις (παρ. 315):
«Σήμερον ἐναπέψυξεν ὁ Λάζαρος, καὶ θρηνεῖ τοῦτον Βηθανία, ὃν, ὁ Σωτὴρ ἡμῶν, ἐγερεῖς ἐκ τῶν νεκρῶν, προπιστῶσαι ἐν τῷ φίλῳ σου τὰ τῆς Ἀναστάσεώς σου τῆς φρικτῆς, τὴν τοῦ ᾅδου νέκρωσιν καὶ Ἀδὰμ τὴν ζωήν· διὰ τοῦτό σε ὑμνοῦμεν».

Πέμπτη πρὸ τῶν Βαΐων ἑσπέρας, 3ο στιχηρό προσόμοιο τοῦ Ἑσπερινοῦ· τέθηπε (=ἔμεινεν ἔκθαμβος), ἀντί, τέθνηκε (παρ. 325):
«Ὁ Σεραφὶμ τοῖς ἄνω φοβερός, Χριστὲ, ἐποχούμενος, ὡς Θεός τε καὶ τῶν ὅλων ποιητής, αὐτὸς ἐν πώλῳ ἐπὶ γῆς, καθεσθῆναι ἐπείγεσαι, ὡς ὑπάρχων καθ' ἡμᾶς ἀνθρωπικῶς· ἡ Βηθανία ἀγάλλεται, ὡς δεχομένη σε, Σωτήρ, Ἱεροσόλυμα χαίρει δέ, ὡς προσδοκῶντά σε λαβεῖν· θάνατος τέθηπε, προαισθόμενος τὸν Λάζαρον φοιτᾶν ἐκ τῶν νεκρῶν, καὶ ἡμεῖς τοῖς βαΐοις προϋπαντὴν τελοῦντες ἐν χαρᾷ, ἀνυμνοῦμεν τὸ κράτος τῆς ἀγαθότητός σου, Κύριε».

Παρασκευὴ πρὸ τῶν Βαΐων πρωΐ, κάθισμα μετά τήν γ΄ στιχολογία· τῷ γένει, ἀντί, τὸ γένος (παρ. 327):
«Δυὰς τῶν Μαθητῶν ἀποστέλλεται σήμερον τὸν πῶλον ἀγαγεῖν τῷ Δεσπότῃ τῶν ἁπάντων· ἔρχεται ἐπιβῆναι ὁ ὀχούμενος Σεραφὶμ πλήθεσιν· ἄρχεται δειματοῦσθαι ὁ κοσμοκράτωρ παμφάγος θάνατος, διὰ Λαζάρου πρῶτον σκυλευθεὶς τῷ γένει τῶν ἀνθρώπων».

Παρασκευὴ πρὸ τῶν Βαΐων ἑσπέρας εἰς τὸ ἀπόδειπνον, 3ο τροπάριο τῆς ε΄ ᾠδῆς· «ζωῆς ψυχώσας τῷ λόγῳ σου, καὶ νῦν τὸν φίλον ἐξανέστησας ἐκ τῆς φθορᾶς, Λόγε», ἀντί, «ψυχώσας ζωῆς, Λόγε, λόγῳ σου, καὶ νῦν δὲ λόγῳ ἐξανέστησας ἐκ τῆς φθορᾶς φίλον» (παρ. 330):
«Τὸν χοῦν συνάψας πνεύματι, ὁ πάλαι τὸν πηλὸν πνεύματι ζωῆς ψυχώσας τῷ λόγῳ σου, καὶ νῦν τὸν φίλον ἐξανέστησας ἐκ τῆς φθορᾶς, Λόγε, καὶ τῶν καταχθονίων».

Σάββατον πρὸ τῶν Βαΐων πρωΐ, κάθισμα μετά τήν α΄ στιχολογία· «ἀνέστησας ..., συντρίψας τοῦ θανάτου τοὺς μοχλούς», ἀντί, «Χριστὲ ὁ Θεός· ἀνέστησας ...» (παρ. 331):
«Κατοικτείρας τῆς Μάρθας καὶ Μαρίας τὰ δάκρυα, ἐκκυλίσαι τὸν λίθον ἐκ τοῦ τάφου προσέταξας· ἀνέστησας φωνήσας τὸν νεκρόν, συντρίψας τοῦ θανάτου τοὺς μοχλούς, τὴν τοῦ κόσμου, ζωοδότα, δι' αὐτοῦ πιστούμενος ἀνάστασιν. Δόξα τῇ δυναστείᾳ σου, Σωτήρ· δόξα τῇ ἐξουσίᾳ σου· δόξα τῷ διὰ λόγου πάντα συστησαμένῳ».

Σάββατον πρὸ τῶν Βαΐων πρωΐ, 4ο στιχηρό ἰδιόμελο τῶν αἴνων· προσετέθη ἡ λέξις «οὐκ» (παρ. 334):
«Τῆς Θεότητός σου, Χριστέ, παρέχων τοῖς Μαθηταῖς σου τὰ σύμβολα, ἐν τοῖς ὄχλοις ἐταπείνους σεαυτὸν, ἀποκρύψαι ταύτην βουλόμενος· διὸ τοῖς Ἀποστόλοις, ὡς προγνώστης καὶ Θεός, τοῦ Λαζάρου τὸν θάνατον προηγόρευσας· ἐν Βηθανίᾳ δὲ παρὼν τοῖς λαοῖς, τοῦ φίλου σου τὸν τάφον οὐκ ἀγνοῶν, μαθεῖν ἐζήτεις ὡς ἄνθρωπος· ἀλλ' ὁ διὰ σοῦ τετραήμερος ἀναστὰς τὸ θεῖόν σου κράτος ἐδήλωσε. Παντοδύναμε Κύριε, δόξα σοι».

Μεγάλη Τετάρτη πρωΐ, τελευταῖο τροπάριο τῶν αἴνων· προσετέθη ἡ φράσις «Ἴδε, ὁ ἔχων ἐξουσίαν συγχωρεῖν ἁμαρτίας»· ἐγράφη «μένων» (=αὐτός πού περιμένει), ἀντί, «φέρων», καί προσετέθησαν οἱ λέξεις «μου, δέομαι» (παρ. 361):
«Ἡ βεβυθισμένη τῇ ἁμαρτίᾳ εὗρέ σε λιμένα τῆς σωτηρίας, καὶ μύρον σὺν δάκρυσι κενοῦσά σοι ἐβόα· Ἴδε, ὁ ἔχων ἐξουσίαν συγχωρεῖν ἁμαρτίας· ἴδε, ὁ τῶν ἁμαρτανόντων τὴν μετάνοιαν μένων· ἀλλὰ Δέσποτα διάσωσόν με ἐκ τοῦ κλύδωνος τῆς ἁμαρτίας μου, δέομαι, διὰ τὸ μέγα σου ἔλεος».

Μεγάλη Τετάρτη ἑσπέρας εἰς τὸ ἀπόδειπνον, 2ο τροπάριο τῆς η΄ ᾠδῆς· Χριστέ, ἀντί, Χριστός (παρ. 364):
«Τὴν ἀπ' αἰῶνος, κεκαλυμμένην, Χριστέ, σοφίαν μυσταγωγῶν, ἔδειξας ὁμοῦ πᾶσι τοῖς Ἀποστόλοις, Σωτήρ, ἐπὶ τοῦ δείπνου, ἣν ταῖς Ἐκκλησίαις παρέδωκαν οἱ θεοφόροι».

Μεγάλη Πέμπτη πρωΐ, 2ο τροπάριο τῆς ζ΄ ᾠδῆς τοῦ κανόνος· Ὑμῶν, ἀντί, Ὑμῖν (παρ. 372):
«Ὑμῶν, ὁ Χριστὸς τοῖς φίλοις ἐβόα, εἷς παραδώσει με· εὐφροσύνης λαθόντες, ἀγωνίᾳ καὶ λύπῃ συνείχοντο· τίς οὗτος; φράσον, λέγοντες, ὁ Θεὸς τῶν πατέρων ἡμῶν».

Μέγα Σάββατον πρωΐ, 2ο τροπάριο τῆς δ΄ ᾠδῆς τοῦ κανόνος· σπαράττουσιν, ἀντί, σπαράττουσα (παρ. 396):
«Ῥωμαλεότητι τοῦ κρείττονος ἐκνικήσαντός σου, τῆς σαρκὸς ἡ ψυχή σου διῄρηται· σπαράττουσιν ἄμφω γὰρ δεσμοὺς τοῦ θανάτου καὶ ᾅδου, Λόγε, τῷ κράτει σου».

Μέγα Σάββατον πρωΐ, 1ο τροπάριο τῆς ζ΄ ᾠδῆς τοῦ κανόνος· στένει, ἀντί, σθένει (παρ. 398):
«Τετρωται ᾅδης, ἐν τῇ καρδίᾳ δεξάμενος τὸν τρωθέντα λόγχῃ τὴν πλευράν, καὶ στένει, πυρὶ θείῳ δαπανώμενος εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτά, ὁ Θεός, εὐλογητὸς εἶ».

Μ. Τεσσαρακοστὴ 2025
 

Attachments

  • Διορθώσεις Τριωδίου.pdf
    84.7 KB · Views: 28
Παραθέτω καί τίς ἀναγκαιότερες διορθώσεις τοῦ π. Κωνσταντίνου γιά τίς τρεῖς πρῶτες ἑβδομάδες τοῦ Τριῳδίου (μέχρι τό Σάββατο τῆς Τυρινῆς) τίς ὁποῖες εἶχα παραλείψει πέρυσι.
Γιά τήν περίοδο αὐτή, ἐκτός ἀπό τίς διορθώσεις πού σημειώνονται καί σχολιάζονται ἀπό τόν π. Κωνσταντῖνο στίς νεώτερες ἐκδόσεις τοῦ Τριῳδίου τῆς Ἀποστολικῆς Διακονίας συμπεριέλαβα καί λίγες προγενέστερες πού σχολιάζονται στά βιβλία του, «Διορθώσεις καί παρατηρήσεις εἰς τό Τριώδιον» (Α΄ καί Β΄).

Κυριακὴ τοῦ Τελώνου καὶ τοῦ Φαρισαίου πρωΐ, 1ο τροπάριο γ΄ ᾠδῆς τοῦ κανόνος: «μὲν παθῶν», ἀντί, «καὶ παθῶν» :​
«Ἀπὸ κοπρίας μὲν παθῶν ταπεινὸς ἀνυψοῦται, ἀρετῶν ἀπὸ ὕψους καταπίπτει δὲ δεινῶς ὑψηλοκάρδιος πᾶς, οὗ τὸν τρόπον τῆς κακίας φύγωμεν.».
(Βλ. π. Κωνσταντίνου Παπαγιάννη, Διορθώσεις καὶ παρατηρήσεις εἰς τὸ τριῴδιον Α΄, σελ. 21).

Κυριακὴ τοῦ Τελώνου καὶ τοῦ Φαρισαίου πρωΐ, 2ο τροπάριο ε΄ ᾠδῆς τοῦ κανόνος: «... ἐν ταὐτῷ τῆς ἀπονοίας τὸ φύσημα· τῆς δὲ ἀδικίας ὄγκος κεκένωται ...», ἀντί, «... ἐν αὐτῷ, ὁ Φαρισαῖος τὴν οἴησιν, αὖθις δὲ Τελώνης, ὑψοποιῷ ἀρετῇ, ...» :​
«Δικαιοσύνης δρόμος κενὸς ἤλεγκται συζεύξας ἐν ταὐτῷ τῆς ἀπονοίας τὸ φύσημα· τῆς δὲ ἀδικίας ὄγκος κεκένωται, κτησάμενος συνέμπορον τὴν ταπείνωσιν».
(Βλ. Τριῴδιον, Ε΄ ἔκδοσις Ἀποστολικῆς Διακονίας, ἔτους 2017, ἐπιμελείᾳ π. Κωνσταντίνου Παπαγιάννη, παραπομπή 2).

Κυριακὴ τοῦ Τελώνου καὶ τοῦ Φαρισαίου πρωΐ, 3ο τροπάριο ε΄ ᾠδῆς τοῦ κανόνος: «παρὰ λύδιον», ἀντί, «παρακλύδιον» (βλ. ὅπου ἀνωτέρω, παραπ. 3):
«Ἁρματηλάτης ἐν ἀρεταῖς ᾤετο δραμεῖν Φαρισαῖος· ἀλλὰ πεζὸς παρὰ λύδιον ἅρμα διαθέων καλῶς προέλαβε, συζεύξας ὁ Τελώνης οἴκτῳ ταπείνωσιν».
(διαθέω=τρέχω σέ ἀγώνα. Λύδιον ἅρμα=ἅρμα τῆς Λυδίας μεγαλοπρεπὲς & ταχύ.)

Κυριακὴ τοῦ Τελώνου καὶ τοῦ Φαρισαίου πρωΐ, 2ο τροπάριο στ΄ ᾠδῆς τοῦ κανόνος: «βίαιον», ἀντί, «δίκαιον» (βλ. ὅ.ἀ., παραπ. 4):
«Τοῦ βίου τὸν βίαιον διαμείβοντες ἡμεῖς δρόμον, ἐκμιμησώμεθα τοῦ Τελώνου μὲν φρόνημα ζηλωτόν, φύγωμεν δὲ φύσημα βδελυκτὸν Φαρισαίου, καὶ ζησόμεθα.».

Σάββατον πρὸ τῆς Ἀποκρέῳ πρωΐ, 3ο τροπάριο α΄ ᾠδῆς τοῦ κανόνος: «Ὄναρ ... ὁ ῥοῦς», ἀντί, «Ὅρους ... ὁ δούς» (βλ. ὅ.ἀ., παραπ. 13):
«Ὄναρ τῆς ζωῆς ἡμῶν ὁ ῥοῦς· διὸ τοὺς ἀφυπνώσαντας ἐκ τῆς τοῦ βίου νυκτὸς ἡμέρας ἀνεσπέρου υἱοὺς δεῖξον, Κύριε, ἱερεῖς ὀρθοδόξους, βασιλεῖς τε καὶ πάντα λαόν σου».

Σάββατον πρὸ τῆς Ἀποκρέῳ πρωΐ, 1ο τροπάριο γ΄ ᾠδῆς τοῦ κανόνος: «ἀναδήσασθαι», ἀντί, «ἀναδύσασθαι» (βλ. π. Κων. Παπαγιάννη, Διορθώσεις καὶ παρατηρήσεις εἰς τὸ τριῴδιον Β΄, σελ. 27):​
«Τοὺς διανύσαντας τὸν τοῦ βίου δρόμον ἐν δόξῃ εὐσεβεῖ, τῆς δικαιοσύνης ἀναδήσασθαι στέφανον ἀξίωσον ὁ Θεός, τῶν αἰωνίων ἀγαθῶν ἀπολαῦσαι».

Σάββατον πρὸ τῆς Ἀποκρέῳ πρωΐ, 2ο τροπάριο δ΄ ᾠδῆς τοῦ κανόνος: «ἐν τόποις ἐρημίας», ἀντί, «ἐν τάφοις, ἐν ἐρήμοις» (βλ. Τριῴδιον Ἀποστολικῆς Διακονίας, ἔκδ. 2017, παραπ. 15):​
«Ἐν ὄρει, ἐν ὁδῷ, ἐν τόποις ἐρημίας τὸν βίον καταλῦσαι φθάσαντας ἐν πίστει, μοναδικούς τε, μιγάδας, νέους, πρεσβύτας, μετὰ ἁγίων, Χριστέ, σκήνωσον».

Σάββατον πρὸ τῆς Ἀποκρέῳ πρωΐ, 4ο τροπάριο δ΄ ᾠδῆς τοῦ κανόνος: «πλῆθος», ἀντί, «πλίνθος» (π. Κων. Παπαγιάννη, Διορθώσεις καὶ παρατηρήσεις εἰς τὸ τριῴδιον Β΄, σελ. 28):​
«Οὓς ἀνεῖλε ψὶξ καὶ ἵππος συναρπάσας, χάλαζα, χιών καὶ ὄμβρος πλεονάσας, οὓς δὲ ἀπέπνιξε πλῆθος ἢ χοῦς συνέσχε, Χριστὲ Σωτὴρ ἡμῶν, ἀνάπαυσον».

Σάββατον πρὸ τῆς Ἀποκρέῳ πρωΐ, Δοξαστικό τῶν αἴνων: «τὰ τούτων ἐγκλήματα παριδών, ἀγαθέ», ἀντί, «τὰ πνεύματα Δέσποτα τῶν σῶν δούλων ἀεί» (βλ. Τριῴδιον Ἀποστολικῆς Διακονίας, ἔκδ. 2017, ἐπιμελείᾳ π. Κων. Παπαγιάννη, παραπομπή 19):
«Ὡς ἄνθος μαραίνεται καὶ ὡς ὄναρ παρέρχεται καὶ διαλύεται πᾶς ἄνθρωπος· πάλιν δὲ ἠχούσης τῆς σάλπιγγος νεκροὶ ὡς ἐν συσσεισμῷ πάντες ἀναστήσονται πρός τὴν σὴν ὑπάντησιν, Χριστὲ ὁ Θεός. Τότε, Δέσποτα, οὓς μετέστησας ἐξ ἡμῶν ἐν ταῖς τῶν Ἁγίων σου κατάταξον σκηναῖς, τὰ τούτων ἐγκλήματα παριδών, ἀγαθέ».

Σάββατον πρὸ τῆς Ἀποκρέῳ ἑσπέρας, εἰς τό Κύριε ἐκέκραξα, τελευταῖο προσόμοιο: «λάβω», ἀντί, «ἔλθω» (βλ. ὅ.ἀ., παραπ. 21):​
«Κλαίω καὶ ὀδύρομαι ὅταν εἰς αἴσθησιν λάβω τὸ πῦρ τὸ αἰώνιον, σκότος τὸ ἐξώτερον καὶ τὸν τάρταρον, τὸν δεινὸν σκώληκα, τὸν βρυγμὸν αὖθίς τε τῶν ὀδόντων καὶ τὴν ἄπαυστον ὀδύνην μέλλουσαν ἔσεσθαι τοῖς ἄμετρα πταίσασι καὶ σὲ τὸν Ὑπεράγαθον γνώμῃ πονηρᾷ παροργίσασιν· ὧν εἷς τε καὶ πρῶτος ὑπάρχω ὁ ταλαίπωρος ἐγώ· ἀλλά, Κριτά, τῷ ἐλέει σου σῶσόν με ὡς εὔσπλαγχνος».

Δευτέρα τῆς Τυρινῆς πρωΐ, 2ο τροπάριο η΄ ᾠδῆς τοῦ 2ου τριῳδίου: «καθαρθῆναι, λέγοντες», ἀντί, «τοῖς ἐπαξίως μετανοοῦσιν», καί προσθήκη ἑνὸς τροπαρίου κατόπιν (βλ. ὅ.ἀ., παραπ. 30):​
«Σήμερον τοῖς βρώμασιν ἀποταχθέντες, σπεύσωμεν ἔργῳ καὶ τῶν πταισμάτων καθαρθῆναι, λέγοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον».
«Αὕτη προκάθαρσις ἐστὶ πταισμάτων τοῖς ὁλοψύχως μετανοοῦσιν· οἱ σωθέντες κράζομεν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον».

Τρίτη τῆς Τυρινῆς πρωΐ, Θεοτοκίο τοῦ α΄ καθίσματος: «Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου», ἀντί, «Παναγία Παρθένε, καὶ πίστει δοξάζω σε, τοῦ ῥυσθῆναι πταισμάτων μου» (βλ. ὅ.ἀ., παραπ. 33):​
«Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρὶ συλλαβοῦσα ἀφράστως, Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας τὸν τὸν κόσμον κατέχοντα καὶ ἐν ἀγκάλαις ἔσχες τὸν πάντα συνέχοντα, τὸν τροφοδότην πάντων καὶ πλάστην καὶ Κύριον· ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι πρὸ προσώπου τοῦ Κτίστου μου. Δέσποινα Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι· καὶ γὰρ δύνασαι πάντα, ὅσα θέλεις Πανάμωμε».

Τετάρτη τῆς Τυρινῆς πρωΐ, 3ο τροπάριο θ΄ ᾠδῆς τοῦ κανόνος: «λάψασι» (ἐκ τοῦ λάπτω), ἀντί, «λάμψασι» (βλ. ὅ.ἀ., παραπ. 38):​
«Ὁ Γεδεὼν ἐκεῖνος μόνοις τριακοσίοις ἀνδράσι τοῖς λάψασι νικᾷ τὸν ἀλλόφυλον ἐγκρατείᾳ καὶ εὐχῇ· αὐτὸν ζηλοῦντες, καὶ ἡμεῖς μιμησώμεθα».

Παρασκευὴ τῆς Τυρινῆς πρωΐ, 3ο τροπάριο ζ΄ ᾠδῆς τοῦ κανόνος: «πυρὶ», ἀντί, «τὸ πῦρ» (βλ. ὅ.ἀ., παραπ. 47):​
«Παῖδας στομώσασα νηστεία, διετήρησε πυρὶ ἀκαταφλέκτους· Ἰησοῦ, ταῖς αὐτῶν δεήσεσι πυρός με τοῦ αἰωνίου λύτρωσαι τῇ πολλῇ σου εὐσπλαγχνίᾳ».

Παρασκευὴ τῆς Τυρινῆς πρωΐ· προσετέθη ὁλόκληρη ἡ θ΄ ᾠδὴ τοῦ 2ου τριῳδίου, ἡ ὁποία ἔλειπε (βλ. ὅ.ἀ., παραπ. 54):​
Εἵρμὸς ἄλλος. Ἀλλότριον τῶν μητέρων
Τὰ στίγματα προσκυνοῦμεν σου, ζωοδότα, δι’ ὧν τῆς ἁμαρτίας τῶν παθῶν λυτρωθέντες, τῷ τιμίῳ Σταυρῷ σου ἐγνώσθημεν ἐσφραγισμένοι, εἰς σωτηρίαν καὶ ἀντίληψιν ἐκ πάσης προσβολῆς τοῦ ἐχθροῦ.
Καταύγασον τοῦ Σταυροῦ σου ταῖς λαμπηδόσιν, ὁ σταυρωθεὶς βουλήσει εἰς πάντων σωτηρίαν, τὰς ψυχὰς τῶν ὑμνούντων τὰ πάθη σου, παντελεῆμον, καὶ ἐν τῇ τρίβῳ τῆς ζωῆς ἡμᾶς εὔθυνον καὶ καθοδήγησον.

Δόξα.
Ἀλλότριον τοῖς ἀνόμοις τὸ συνδοξάζειν Τριάδα τὴν Ἁγίαν, Πατέρα καὶ Υἱόν τε καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν ἄκτιστον παγκρατορίαν, δι᾿ ἧς ὁ σύμπας κόσμος ἔκτισται καὶ ἥδρασται τῷ κράτει αὐτῆς.
Καὶ νῦν. Θεοτοκίον.
Ἱλάσθητι ταῖς πρεσβείαις τῆς Θεοτόκου, οἰκτίρμον, τοῖς σοῖς δούλοις ὁ βασιλεῦς τῆς δόξης, ὅταν ἔλθῃς τοῦ κρῖναι τὰ σύμπαντα, δικαιοκρίτα· εἰς σὲ γὰρ πάντες βεβαπτίσμεθα καὶ σοὶ μόνῳ λατρεύομεν.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἡμάρτομεν, παραβάντες τὰς ἐντολάς σου καὶ τῆς ὁδοῦ τῶν θείων διαταγῶν σου πόῤῥω ἐξενεύσαμεν πάντες, φιλάνθρωπε, δι’ ἀμελείας· ἀλλ’ ὡς οἰκτίρμων ἀνακάλεσαι ἐκ πλάνης τὰς ψυχὰς ἡμῶν.
Ὁ Εἱρμός.
«Ἀλλότριον τῶν μητέρων ἡ παρθενία καὶ ξένον ταῖς παρθένοις ἡ παιδοποιία· ἐπὶ σοί, Θεοτόκε, ἀμφότερα ᾠκονομήθη· διό σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς ἀπαύστως μακαρίζομεν».

Σάββατον τῆς Τυρινῆς πρωΐ, 2ο τροπάριο α΄ ᾠδῆς τοῦ κανόνος: «Νιτρίας», ἀντί, «νηστείας» (βλ. ὅ.ἀ., παραπ. 55):
«Χαίροις Μοναστῶν ὁ ἀρχηγός, Ἀντώνιε πανένδοξε, Ἀμμοὺν ὁ θεοφόρος, τὸ τῆς Νιτρίας κλέος, Ἀρσένιε ἄγγελε, κράτος τῆς ἡσυχίας, καὶ Ἀμμωνᾶς ὁ πνευματοφόρος».

Σάββατον τῆς Τυρινῆς πρωΐ, 4ο τροπάριο γ΄ ᾠδῆς τοῦ κανόνος: «Φέρμης», ἀντί, «Θέρμης» (βλ. ὅ.ἀ., παραπ. 59):​
«Τῆς Φέρμης Θεόδωρον τὸν πανάγαστον ὑμνῶ καὶ τοῦ Ἐνάτου τὸν πάνυμνον, μεθ᾿ ὧν καὶ Θεόδουλον σὺν Θεωνᾷ ἀναμέλπω· αἰνῶ τὸν θεσπέσιον καὶ μέγαν Θεοδόσιον».

Σάββατον τῆς Τυρινῆς πρωΐ, 1ο μεσῴδιον κάθισμα· ἔγιναν πολλές ἀλλαγές βάσει τῶν χφφ ἐπὶ τὸ εὐρυθμότερον (βλ. ὅ.ἀ., παραπ. 61):
«Ἀντωνίου τὸ πρᾶον καὶ καθαρόν, Εὐθυμίου τὸ μέγα καὶ θαυμαστόν, Παύλου τὸ ἥσυχον, Θεοκτίστου τὸ ἔνδοξον, καὶ τῶν λοιπῶν Ὁσίων πατέρων τὰ θαύματα οἱ πιστοὶ δοξάσωμεν ἐν ᾄσμασι σήμερον, ἅμα δὲ σὺν τούτοις Εὐπραξίαν τὴν παρθένον σὺν πάσαις ὑμνήσωμεν γυναικῶν ταῖς θεόφροσι καὶ συμφώνως βοήσωμεν· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν».

Σάββατον τῆς Τυρινῆς πρωΐ, 5ο τροπάριο δ΄ ᾠδῆς τοῦ κανόνος: «δὲ Ματώῃ», ἀντί, «Δαλματώῃ» (βλ. ὅ.ἀ., παραπ. 62):​
«Γέρας ἀρετῶν Μακάριος ὁ μέγας, ὁ πολιτικὸς δὲ χρῆμα εὐσεβείας· ἀνακηρύττεται τούτοις Μᾶρκος ὁ πάνυ, σὺν δὲ Ματώῃ ὁ αἰθίοψ Μωσῆς».

Σάββατον τῆς Τυρινῆς πρωΐ, 6ο τροπάριο η΄ ᾠδῆς τοῦ κανόνος: «τῇ βρύσει τῶν θαυμάτων», ἀντί, «τῷ ἱεροκηρύκῳ» (βλ. ὅ.ἀ., παραπ. 66):​
«Νικολάῳ, τῇ βρύσει τῶν θαυμάτων, Σωφρονίῳ, τῷ ὄντως μελιγλώττῳ, σὺν Εὐλαλίῳ ᾄδω καὶ Διάδοχον, ἅμα Εὐσταθίῳ, Ἰουβεναλίῳ, τοῖς πατροκορυφαίοις».
 
Back
Top