Αλεξανδρουπόλεως: Η ηφαιστ. τέφρα το 472 στην Κων/πολη

stapaman

Εφησυχάζων & ενίοτε προξενών αλγεινάς εντυπώσεις δ
Άρθρο του Μητροπολίτη Αλεξανδρουπόλεως Ανθίμου Β΄, ενδιαφέρον από πνευματικής και ιστορικής πλευράς με αφορμή τα τρέχοντα γεωλογικά φαινόμενα.

Προτίμησα να το παραθέσω εδώ λόγω του ιστορικού του ενδιαφέροντος και της αναφοράς που κάνει στο Μηναίον της Εκκλησίας.

Η ηφαιστειακή τέφρα το 472 στην Κωνσταντινούπολη.
 
  • Like
Reactions: tzo

π. Μάξιμος

Γενικός Συντονιστής

Εὐχαριστοῦμε πολύ!
Ἡ σύνδεση μέ τά πρόσφατα καί συνεχιζόμενα γεγονότα προφανής καί ἐπιτυχής. Ἡ ἀνάγκη κατανύξεως, μετανοίας καί συντριβῆς ἀπαραίτητος καί σήμερα, ὅπως οἱ χρονογράφοι καί τά συναξάρια τῆς 6ης Νοεμβρίου τοῦ 472 μ.Χ. περιγράφουν καί παροτρύνουν. Γιά φανταστεῖτε ὅτι ὁ μεγάλαυχος ἄνθρωπος, πού θεωρεῖ ὅλα δικά του καί δικαίωμά του, πού μπορεῖ νά ἱκανοποιεῖ κάθε ἐπιθυμία του κάθε ὥρα, ἐπί ἀρκετές μέρες δέν μπορεῖ νά πραγματοποιήσει ἀεροπορικά ταξίδια, πού τά θεωροῦσε καθημερινή του καί εὔκολη ἀπαίτηση, πέρα ἀπό τούς κινδύνους καί τίς ἄλλες καταστροφές πού ἀπειλοῦνται ἤ ἔχουν συμβεῖ.

Τά περί συναξαρίου καί τῆς ἐπιλογῆς κάθε χρόνο, ἐξ αἰτίας αὐτῆς τῆς μνήμης, τῆς τοποθετήσεως τοῦ εὐαγγελικοῦ ἀναγνώσματος τῆς Ε΄ Κυριακῆς Λουκᾶ (παραβολή πλουσίου καί Λαζάρου, κεφ. ιστ΄, 19-31) τήν Κυριακή πού συμπίπτει μεταξύ τῆς 30ης Ὀκτωβρίου καί 5ης Νοεμβρίου, «...πρὸ τοῦ γενέσθαι τὴν μνήμην τῆς κονίας...», ὅπως ἀναγράφει τό ἀρχαῖο Τυπικό τῆς Μεγάλης Ἐκκλησίας τοῦ Ι΄ αἰ. (ΤΑγΣ), τά ἀναφέρει ὁ μακαριστός Καθηγητής Ἰω. Φουντούλης στήν 179 ἀπάντηση (Ἐκδ. Ἀ. Δ. τ. Β΄, σσ. 76-79).

Τό ἀποστολικό ἀνάγνωσμα τῆς 6ης Νοεμβρίου ἦταν τό Ἑβρ. ι΄, 19-31
19 ῎Εχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ῾Αγίων ἐν τῷ αἵματι τοῦ ᾿Ιησοῦ, 20 ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τοῦτ' ἔστι τῆς σαρκὸς αὐτοῦ, 21 καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ, 22 προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως ἐρραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς, 23 καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ· πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος· 24 καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων, 25 μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισίν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν. 26 ῾Εκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, 27 φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους. 28 ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· 29 πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ Θεοῦ καταπατήσας καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθη, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας; 30 οἴδαμεν γὰρ τὸν εἰπόντα· ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος· καὶ πάλιν· Κύριος κρινεῖ τὸν λαὸν αὐτοῦ. 31 φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.
τό ὁποῖον καί ἐτέθη ὡς ἀποστολικόν ἀνάγνωσμα τῆς Κυριακῆς Ε΄ Λουκᾶ κατά τό ΤΑγΣ.


 
Last edited:
  • Like
Reactions: tzo

domesticus

Lupus non curat numerum ovium

Παραθέτω τὸ ἀνάλογο ἀπόσπασμα ἀπὸ τὸ: H.Delehaye, Synaxarium Ecclesiae Constantinopolitanae, Bruxellis 1902, στ. 198.
Τὸ γεγονὸς μνημονεύει στὰ λατινικὰ καὶ ὁ σύγχρονος Marcellinus Comes, (κάτοικος τῆς Κωνσταντινούπολης) Patrοlogia Latina, τ. 51, στ. 931C (Μετάφραση δὲν προλαβαίνω τώρα)
(Οἱ δύο φωτογραφίες)

Πιὸ ζωντανὴ εἶναι ἀνάλογη περιγραφὴ ἀπὸ τὴν ἔκρηξη τοῦ Βεζουβίου τὸ 537, ἀπὸ τὸν Προκόπιο, σὲ ἀττικὴ διάλεκτο, καθὼς θιασῶτες καὶ γνῶστες πολλοὺς τῆς ἀρχαίας γλώσσας ἔχουμε.

Προκοπίου, Ὑπὲρ τῶν πολέμων, ἐκδ. G. Wirth- J. Haury, Leipzig 1963, βιβλίο 6, κεφ. 4, παρ. 21 κ.ἐξ.

Τότε καὶ τὸ ὄρος ὁ Βέβιος ἐμυκήσατο μὲν, οὐ μέντοι ἠρεύξατο, καίτοι γε καὶ λίαν ἐπίδοξος ἀπ' αὐτοῦ ἐγεγόνει ὅτι ἐρεύξεται. διὸ δὴ καὶ τοῖς ἐπιχωρίοις ξυνέβη ἐς δέος μέγα ἐμπεπτωκέναι. τὸ δὲ ὄρος τοῦτο Νεαπόλεως μὲν ἑβδομήκοντα σταδίοις διέχει, τετραμμένον αὐτῆς πρὸς βορρᾶν ἄνεμον, ἀπότομον δὲ ἀτεχνῶς ἐστι, τὰ κάτω μὲν ἀμφιλαφὲς κύκλῳ, τὰ δὲ ὕπερθεν κρημνῶδές τε καὶ δεινῶς ἄβατον. ἐν δὲ τῇ τοῦ Βεβίου ὑπερβολῇ σπήλαιον κατὰ μέσον μάλιστα βαθὺ φαίνεται, ὥστε εἰκάζειν αὐτὸ ἄχρι ἐς τὰ ἔσχατα τοῦ ὄρους διήκειν. καὶ πῦρ ἐνταῦθα ὁρᾶν πάρεστιν, ἤν τις ὑπερκύπτειν τολμήσειε, καὶ χρόνῳ μὲν τῷ ἄλλῳ ἡ φλὸξ ἐφ' ἑαυτὴν στρέφεται, πράγματα οὐδενὶ παρεχομένη τῶν ταύτῃ ἀνθρώπων, ἐπειδὰν δὲ κτύπον τινὰ μυκηθμῷ ἐμφερῆ τὸ ὄρος ἀφῇ, κόνεως μέγα τι χρῆμα οὐ πολλῷ ὕστερον ἐκ τοῦ ἐπὶ πλεῖστον ἀνίησι. καὶ ἢν μέν τινα ὁδῷ τὸ κακὸν τοῦτο βαδίζοντα λάβῃ, τοῦτον δὴ τὸν ἄνθρωπον οὐδεμία μηχανὴ βιώσεσθαί ἐστιν, ἢν δὲ οἰκίαις τισὶν ἐπιπέσῃ, πίπτουσι καὶ αὐταὶ τῷ τῆς κόνεως πλήθει ἀχθόμεναι. ἀνέμου δὲ σκληροῦ, ἂν οὕτω τύχῃ, ἐπιπεσόντος, ἀνιέναι μὲν αὐτὴν ξυμβαίνει ἐς ὕψος μέγα, ὡς μηκέτι ἀνθρώπῳ ὁρατὴν εἶναι, φέρεσθαι δὲ ὅπη ἂν αὐτῇ τὸ πνεῦμα ἐπίφορον ἴοι, ἐμπίπτειν τε ἐς γῆν, ἣ ὡς ἑκαστάτω τυγχάνει οὖσα. καί ποτε μέν φασιν ἐν Βυζαντίῳ ἐπιπεσοῦσαν οὕτως ἐκπλῆξαι τοὺς ταύτῃ ἀνθρώπους ὥστε πανδημεὶ ἐξ ἐκείνου δὴ καὶ ἐς τόδε τοῦ χρόνου λιταῖς ἐνιαυσίοις ἐξιλάσκεσθαι τὸν θεὸν ἔγνωσαν, ἐς Τρίπολιν δὲ τῆς Λιβύης χρόνῳ ἑτέρῳ ἐμπεπτωκέναι. καὶ πρότερον μὲν ἐνιαυτῶν ἑκατὸν ἢ καὶ πλειόνων τὸν μυκηθμὸν τοῦτόν φασι γενέσθαι, ὕστερον δὲ καὶ πολλῷ ἔτι θᾶσσον ξυμβῆναι. τοῦτο μέντοι ἀπισχυρισάμενοι λέγουσιν, ὅτι δὴ ἐπειδὰν τῷ Βεβίῳ ταύτην ἐρεύξασθαι τὴν κόνιν ξυμβαίη, εὐθηνεῖν ἀνάγκη τὴν ἐκείνην χώραν καρποῖς ἅπασιν. ἀὴρ δὲ λεπτότατός ἐστι καὶ πρὸς ὑγείαν ἱκανῶς πεφυκὼς ἐν τῷ ὄρει τούτῳ πάντων μάλιστα. ἐς τοῦτο ἀμέλει τοὺς φθόῃ ἁλόντας ἐκ τῶν ἄνωθεν χρόνων ἰατροὶ πέμπουσι. τὰ μὲν οὖν ἀμφὶ τῷ Βεβίῳ ταύτῃ πη ἔχει.
 

Attachments

  • Synaxarium Constantinopolitanae.jpg
    384.9 KB · Views: 14
  • Vesuvius Comes Marcellinus.jpg
    622.3 KB · Views: 11
  • Like
Reactions: tzo
Top