«...πρὸς ἀνυποίστους βασάνους...»

π. Μάξιμος

Γενικός Συντονιστής

ἀνυποίστους
Σπανιωτάτη λέξις στή ὑμνολογία.

ἀ· στερητικόν
ν· εὐφωνικόν
υπ[ο]· πρόθεσις
οίστους· ἀπό τόν μέλλοντα τοῦ φέρω, οἴσω· οἰστός, -ή, -όν, ὑποφερτός

Σημαίνει· ἀνυπόφορα βασανιστήρια.​

Συναντᾶται·
Τῌ Ζ' ΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ
Προεόρτια τῆς Γεννήσεως τῆς Ὑπεραγίας Θεοτόκου καὶ τοῦ Ἁγίου Μάρτυρος Σῴζοντος.
Ἦχος δ'.
Ἔδωκας σημείωσιν. (γ΄ στιχηρόν)
Σωτῆρα καὶ Κύριον, τὸν ὑπὲρ σοῦ τὰ ἑκούσια, ὑποστάντα παθήματα, σαφῶς ἐκμιμούμενος, ἀθλοφόρε Σῴζων, σαυτὸν ἑκουσίως, πρὸς αἰκισμοὺς πρὸς ἐκτομάς, πρὸς ἀνυποίστους βασάνους δέδωκας· διὸ σὲ ἀντημείψατο, ἐπουρανίοις χαρίσμασι, καὶ πηγὴν ἰαμάτων σε, τοῖς ποθοῦσιν ἀνέδειξε.​

ΠΑΡΑΚΛΗΤΙΚΗ· ΗΧΟΣ ΠΛ. Α΄ΣΑΒΒΑΤΟΝ ΠΡΩΪ
Κανὼν εἰς πάντας τοὺς Ἁγίους, οὗ ἡ Ἀκροστιχίς.
Σοῖς Χριστέ, δούλοις τούς δε τοὺς ὕμνους φέρω. Ἰωσήφ.
ᾨδὴ α'. Ἦχος πλ. α'.
(α΄ τροπάριον)
Σώματα προϊέμενοι, τοῖς ἀνημέροις δικασταῖς, ἠνέγκατε ἀνυποίστους αἰκισμούς, γενναῖοι Ἀθληταί, προσδοκῶντες λήψεσθαι βραβεῖα ἄνωθεν, καὶ εἰσήγαγεν ὑμᾶς Χριστός, εἰς αἰωνίους σκηνάς, χαίροντας ᾄδοντας, ἐπινίκιον ᾠδήν.​

Τῌ ΚΣΤ' ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ
Τῆς Ἁγίας Παρασκευῆς
ᾨδὴ γ'.
(γ΄ τροπάριον)
γάπῃ τῇ πρὸς Θεόν, ἐν τῷ σταδίῳ καρτερῶς ἤνεγκας, τὸν σκορπισμὸν τοῦ σώματος, καὶ τοὺς ἀνυποίστους πικροὺς αἰκισμούς.​

(αἰκισμός· σωματική κάκωσις)​


 
Top