Παρασκευὴ προσφόρου

MTheodorakis

Παλαιό Μέλος
Στὴν ἁγία Σοφία οἱ προσφορὲς παρασκευάζονταν στὸν «ἅγιον φοῦρνον» (χφ. Δρέσδης Α 104 πραξαπόστολος-τυπικὸ Μεγάλης Ἐκκλησίας α’ ἥμισυ ια’ αἰ. ἔκδ. K. Akentiev 2007 σσ. 35, 76). «...καὶ ἐξ αὐτοῦ τοῦ πυρὸς ἐκαύθη τὰ πέριξ τοῦ ἁγίου Θεοδώρου τῶν Σφωρακίου δίχα τοῦ σκευοφυλακίου τοῦ φούρνου τοῦ ἁγίου οἴκου» (Πασχάλιον Χρονικὸν τοῦ ἔτους 630 (P.G. τ. 92 στ. 880A)).

«Αὕτη ἡ εὐχὴ» τῆς ἀρτοκλασίας «λέγεται καὶ ἐπὶ τῆς ζύμης» (Dmitrievskij τ. 3 σ. 23).


«Διάταξις περὶ τοῦ μαγκηπίου. Ἐν δὲ τῷ μαγκηπίῳ, ἀπέρχονται οἱ ἀδελφοὶ μετὰ τὸ ἐξάψαλμον εἰς τὸν ἡγούμενον, οἱ θέλοντες ζυμώσωσιν, καὶ ποιοῦσιν εἰς τὰ ἅγια θύρια μετανοίας γ’ καὶ εἰς τοὺς δύο χοροὺς πρὸς μίαν ἴσον ὅλοι καὶ ἀπέρχονται. Μετὰ δὲ τὴν ἀπόλυσιν τοῦ ὄρθρου, λαμβάνει ὁ διάκονος κηρὸν καὶ ὁ ἱερεὺς θυμιατὸν καὶ ἀπέρχονται ἐν τῷ μαγκηπίῳ. Καὶ εἰ μὲν ἡ ζύμη κεῖται εἰς τὴν σκάφην, θυμιᾷ αὐτήν. Ἤ καὶ εἰς τὸ φοῦρνον εἰσὶν οἱ ἄρτοι, θυμιᾷ αὐτὸν καὶ λέγει τρισάγιον καὶ τροπάριον ὁ Θεὸς τῶν πατέρων ἡμῶν καὶ τὰ λοιπὰ καὶ θεοτοκίον καὶ τὸ Κύριε ἐλέησον ιβ’ καὶ λέγει τὴν εὐχὴν ταύτην·

Κύριε ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ὁ εὐλογήσας τοὺς πέντε ἄρτους καὶ πεντακισχιλίους χορτάσας, αὐτὸς εὐλόγησον καὶ τοὺς ἄρτους τούτους ἐν τῇ ἁγίᾳ μονῇ ταύτῃ καὶ ἡμᾶς πάντας ἐλέησον πρεσβείαις τῆς ἀχράντου σου μητρός, τῶν ἀσωμάτων, τοῦ προδρόμου Ἰωάννου, τῶν ἀποστόλων καὶ πάντων τῷν ἁγίων σου. Ὅτι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ πάντα καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καί.

Ἡ δὲ αὐτὴ εὐχὴ λέγεται καὶ εἰς τοὺς ἄρτους τῆς ἀγρυπνίας. Εἰ δὲ καὶ πάντες οἱ ἀδελφοὶ συντρέχωσιν εἰς τὴν εὐλογίαν τῶν ἄρτων, καλῶς ποιοῦσιν. Εἰ δὲ τὴν ζύμωσιν εὐλογεῖ ὁ πρωτομάγκηπας καὶ λέγουσι ψαλμὸν οἷον οἴδασιν καὶ εἰς τὴν διάρτησιν τὸν στίχον καὶ εἰς τὴν φούρνισιν κατὰ ψωμίον λέγει ὁ χαβάζης, λέγω δὴ ὁ πρωτομάγκηπας, τὸν στίχον καὶ ἐν τῷ τέλει ποιῦσιν ἀπολυτικὴν εὐχήν»
(χφ. Paris. gr. 1154 τυπικὸ ιβ’ αἰ. φφ. 80v-81r).



Βλ. καὶ χφφ. Παντοκράτορος 272 ΤΑΣ ιδ’ αἰ. σσ. 583-584, Τυπικὸν Μεθοδίου ἱερομονάχου τοῦ ἔτους 1890 ἔκδ. Ι. Μ. Σίμωνος Πέτρας 2016 σσ. 421-422.



Μετὰ τὴ λιτὴ τοῦ ὄρθρου τοῦ Σαββάτου «ἀπερχόμεθα εἰς τὴν ζύμην ψάλλοντες ἰδιόμελον τοῦ ἁγίου τῆς μονῆς καὶ τῆς Θεοτόκου καὶ εὐλογεῖ ὁ ἱερεὺς αὐτήν»

(χφ. Λειμῶνος 88 ΤΑΣ ιδ’ αἰ. φ. 15r). Παρομοίως χφ. Ἐθνικῆς Βιβλιοθήκης Βουλγαρίας (Σόφια) 56 ΤΑΣ ιδ’ αἰ. φ. 265v-266r.



«᾿Εν δὲ τῇ πλάσει τῆς ζύμης τὰς ὧρας ἢ τοὺς οἴκους τῆς Παναγίας διαβάζομεν πάντοτε» (τυπικὸ Μονῆς Κωνσταμονίτου τοῦ ἔτους 1854 (Dmitrievskij τ. 3 σ. 695)).
 
Last edited:
Top