Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Θεοδώρου τοῦ Στουδίτου ἑρμηνεία τῆς θείας λειτουργίας τῶν προηγιασμένων

filotheu

Νέο μέλος
Ἄκουσον δή μοι, τέκνον, καλῶς τὸ πῶς δεῖ τὴν τῶν προηγιασμένων ἐπιτελεῖν τελετήν. Ἐν γάρ τοι ταῖς ἄλλαις ἱερουργίαις ἀνακεκαλυμμένως καὶ ἀνενδοιάστως ἡ ἱερουργία ἐπιτελεῖται· ἐν δέ γε ταύτῃ συνεσκιασμένως καὶ πενθηρῶς· διὸ καὶ μυστικωτέρα εἰς πᾶν ἡ τελετὴ γίνεται· τοίνυν ὁ ἱερεὺς τὴν ἱερατικὴν ἐνδυόμενος στολήν, τὸ τρισάγιον ὁλοκλήρως φθεγγόμενος, καὶ τὸ τῆς ἡμέρας τροπάριο, σὺν τῷ ἱλάσθητί μοι ὁ Θεὸς τῷ ἁμαρτωλῷ, ἐπιλέγων τρίτον, καὶ τὴν εὐχὴν τοῦ θυμιάματος λέγων, ἐνώπιον τῆς θείας τραπέζης ἐφίσταται, καὶ σταυροειδῶς θυμιῶν ἐκφωνεῖ· οὐχὶ τὸ εὐλογημένη ἡ βασιλεία ἀνακηρύττει, ὡς νίκης τρόπαιον καὶ αὐθεντίας ἀπροσωπoλήπτου, ἀλλ' εὐλογητὸς ὁ Θεὸς λέγων, ὡς ταπεινότητος σύμβολον καὶ ἱκητηρίας ἀπαραθραύστου· τὸ δὲ προφητικὸν ἐκεῖνο προοίμιον παρὰ τῶν ἀδελφῶν κηρύττεται, καὶ ὁ ἱερεὺς τὰς εὐχὰς ἐπιλέγει τοῦ λυχνικοῦ· τέλος δὲ κἀκείνων καὶ τούτων λαβόντων, τὴν συναπτὴν σὺν τῇ ἐκφωνήσει ἐπιτελεῖ· καὶ ἑτοίμως ὁ ἀναγνώστης τὸ τῶν ἀναβαθμῶν κανόνα ἐναρξάμενος, ὁ θεῖος οὗτος μυσταγωγὸς τὸν ν' ἀνὰ στόμα διεξιὼν, τὸν προηγιασθέντα ἄρτον ἐν τῇ προθέσει διακοσμεῖ ἀνελλιπῶς· εὐθὺς δὲ εἰς ἓν ἕκαστον ἀντίφωνoν τῶν ἀναβαθμῶν, μικρὰν αἴτησιν ἐκφωνεῖ· τοῦ δέ γε ψαλμοῦ παρὰ τοῦ ψάλτου ἠχουμένου, τὸ ἱερατεῖον ὅλον σὺν τῷ ναῷ ἐπιθυμιᾷ· καὶ τῶν τροπαρίων ψαλλομένων μετὰ τὴν δόξαν, ἡ εἴσοδος χωρὶς τοῦ εὐαγγελίου μετὰ θυμιατοῦ λέγεται· καὶ τῶν ἀναγνωσμάτων αναγινωσκομένων, οἱ ἀδελφοὶ ἐφιζάνουσι· μετὰ δὲ τὴν τούτων συμπλήρωσιν, τὸ κατευθυνθήτω ὁ ἱερεὺς ᾄδει μετὰ τῶν συνηνωμένων αὐτοῦ στοίχων, τῶν ἀδελφῶν τὸ γόνυ κλινομένων, ὃ καὶ ἐν ταῖς εὐχαῖς τοῦτο γίνεται· μετὰ γὰρ τὴν τῶν θείων δώρων εἰσόδευσιν, ἑτοίμως αἱ θύραι κεκλείσκονται· ὁ δὲ ἱερεὺς τῷ ἀνωτάτῳ πέπλῳ, ὃ καὶ ἀέρα οἶδεν ὁ λόγος καλεῖν, τὰ δῶρα ἐπικαλύπτει· ἐν δέ γε τῇ τῆς ὑψώσεως ὤρᾳ, οὐ μέν τοι αἴρει τὸ πέπλον, ἀλλ' ἀπὸ κάτωθεν τούτου, τὸν ἄρτον ὑψῶν, λέγει· τὰ προηγιασμένα ἅγια· εἶθ' οὕτως ὁ ἀὴρ αἴρέται· ἔκ τε τῶν τοιούτων καὶ ἑτέρων ὑποδειγμάτων μυστικὴ θυσία ἀνακηρύττέται, καὶ ἄρτι τετελειωμένη, ὡσαύτως καὶ προηγιασμένη τελετή, ἔκ τε τῆς ἐπιφοιτήσεως τοῦ σταυροῦ καὶ τοῦ ἁγίου αἵματος ἡνωμένη· εἶτα καὶ τῶν ἀδελφῶν προσκαλουμένων μεταλαβεῖν, μετὰ φόβου Θεοῦ λέγων και πίστεως καὶ ἀγάπης· τύπον ἄρα θεῖον ἐν τούτῳ τῆς θείας καὶ ζωοποιοῦ τριάδος ὑποδεικνύων ὁ λόγος· φόβον λέγων τὴν θείαν καὶ ἀρχίφωτον τοῦ πατρὸς δόξαν· πίστιν, τὸν μονογενῆ καὶ συνάναρχον λόγον· ἀγάπην δέ, τὸ ἀγαθόν καὶ πανάγιον πνεῦμα· μετὰ γὰρ τὴν τῶν ἀδελφών μετάληψιν, τὸ, σώσον ὁ Θεὸς τὸν λαόν σου, λέγεται· καὶ ἐπιχαράττων τὸ θεῖον σημεῖον τοῦ τιμίου σταυροῦ, τὰ θεῖα δῶρα οὐδαμῶς ἐπὶ τῇ θείᾳ τραπέζῃ ὑποτιθεμένα, ἀλλ' ἑτοίμως τῇ προθέσει πεπερατουμένα· τῆς γὰρ ὑπογεγραμμένης εὐχῆς, μετὰ τὴν ἰδίαν μετάληψιν ταύτην ἐπιτελεῖ ὁ τὴν ἱερουργίαν ποιῶν. Οὔτω σοι κᾀγώ, τέκνον, ἐπιστάμενος προσφέρω, καθώσπερ οὖν ἄρα καὶ τοὺς εἰς ἄκρον ἐπισταμένους ἑώρακα· οὐ μὲν ἐνταῦθα, ἀλλὰ καὶ ἐν ταῖς ἑτέραις ἱερουργίαις, οὕτως γίνεται· εἶτα ἡ ἐκφώνησις τῆς μεταλήψεως· καὶ ἡ ἀποκαθίστασις τῶν δώρων ἐν τῇ προθέσει, καὶ αἱ κλείσεις τῶν θείων πυλῶν· ἐκτὸς μὲν τοι τῆς ὑψώσεως τοῦ ἄρτου, ὅτι ἀνακεκαλυμμένως ὑψούται, καὶ ἡ τελεία προσκομιδὴ ἐν τῇ ἀρχῇ γίνεται· καὶ τὸ εὐλογημένη ἡ βασιλεία, ἀνακηρύττεται τῷ Θεῷ ἡμῶν·ᾦ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Patrum Nova Bibliotheca, vol.5, Roma, 1849, p.93-95
 

Attachments

  • Despre liturghia darurilor from Patrum_nova_bibliotheca_a_cura_di_Angelo.pdf
    376.7 KB · Views: 33
Top