28. Παλαιὰ τροπάρια γιὰ τὴν ἁγία Σκέπη

MTheodorakis

Παλαιό Μέλος
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ φύλαξόν με ὑπὸ τὴν σκέπην σου.



Τὴν ἀκαταίσχυντον, Θεοτόκε, ἐλπίδα σου ἔχων, σωθήσομαι, τὴν προστασίαν σου κεκτημένος, πανάχραντε οὐ φοβηθήσομαι, καταδιώξω τοὺς ἐχθρούς μου καὶ τροπώσομαι αὐτούς, μόνην ἀμπεχόμενος, ὡς θώρακα τὴν σκέπην σου, καὶ τὴν παντοδύναμον βοήθειάν σου καθικετεύων, βοῶ σοι· Δέσποινα σῶσόν με ταῖς πρεσβείαις σου, καὶ ἀνάστησόν με ἐκ ζοφώδους ὕπνου, πρὸς σὴν δοξολογίαν, δυνάμει τοῦ ἐκ σοῦ σαρκωθέντος, Υἱοῦ τοῦ Θεοῦ.

(Μέγα ἀπόδειπνο).



Θεοτόκε ἀειπάρθενε, τῶν ἀνθρώπων ἡ σκέπη, Ἐσθῆτα καὶ Ζώνην τοῦ ἀχράντου σου σώματος, κραταιὰν τῇ πόλει σου περιβολὴν ἐδωρήσω, τῷ ἀσπόρῳ τόκῳ σου ἄφθαρτα διαμείναντα· ἐπὶ σοὶ γὰρ καὶ φύσις καινοτομεῖται καὶ χρόνος· διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

(ἀπολυτίκιο ἁγίας Ζώνης).



Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα, σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα, Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων, Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

(θεοτοκίο ἀπόστίχων δ’ ἤχου).



Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

(θεοτοκίο ἀπολυτικίου πλ. α’ ἦχου).



Ὑπὸ τὴν σὴν δέσποινα σκέπην, πάντες οἱ γηγενεῖς, προσπεφευγότες βοῶμέν σοι·
Θεοτόκε ἡ ἐλπὶς ἡμῶν, ῥῦσαι ἡμᾶς ἐξ ἀμέτρων πταισμάτων, καὶ σῶσον τὰς ψυχάς ἡμῶν.

(θεοτοκίο ἀπόστίχων βαρέος ἤχου).



σκέπη σου Θεοτόκε παρθένε, ἰατρεῖον ὑπάρχει πνευματικόν· ἐν αὐτῇ γὰρ καταφεύγοντες, ψυχικῶν νοσημάτων λυτρούμεθα.

(θεοτοκίο ἀπόστίχων ἦχος πλ. δ’ Δευτέρα ἑσπέρας).





Ἐγὼ παρθένε ἁγία Θεοτόκε, τῇ σκέπῃ σου προστρέχω, οἶδα ὅτι τεύξομαι τῆς σωτηρίας· δύνασαι γὰρ ἁγνὴ βοηθῆσαί μοι.

(θεοτοκίο ἀπόστίχων ἦχος πλ. δ’ Τρίτη πρωί).





Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, σέ, Θεογεννῆτορ παρθένε, σύ με κυβέρνησον,

πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία,

τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.

(Μικρὸς παρακλητικὸς κανόνας, γ’ ᾠδή).





Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις καὶ πενομένων τροφή, ξένων τε παράκλησις καὶ βακτηρία τυφλῶν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων σκέπη καὶ ἀντίληψις, καὶ ὀρφανῶν βοηθός,

μῆτερ τοῦ Θεοῦ τοῦ ὑψίστου, σὺ ὑπάρχεις, ἄχραντε σπεῦσον, δυσωποῦμεν ῥύσασθαι τοὺς δούλους σου.

(Μικρὸς παρακλητικὸς κανόνας, ἀπόλυση).




Σκέπη γενοῦ καὶ προστασία, καὶ ἀντίληψις καὶ καύχημα παρθένε, γυμνωθέντι μοι νῦν, ἁπάσης βοηθείας, ἀβοήθητων δύναμις, καὶ ἐλπὶς ἀπηλπισμένων.

(Μέγας παρακλητικὸς κανόνας, ζ’ ᾠδή).


Καὶ πολλὰ ἄλλα.
 

MTheodorakis

Παλαιό Μέλος
Ἀκολουθία τῆς ἁγίας Σκέπης βρίσκεται καὶ στὰ χφφ. ιθ' αἰ. ἁγ. Παντελεήμονος Ῥωσικοῦ 283, 455 καὶ 888.
 
Top