Ανοιξαντάρια (μόνο το κείμενο)

apostolis

παλαιο μελος
μήπως μπορεί να με βοηθήσει κάποιος ,Που μπορώ να βρώ τα ανοιξαντάρια μόνο το κείμενο, χωρίς τις νότες
 

π. Μάξιμος

Γενικός Συντονιστής
Στό ΕΓΚΟΛΠΙΟΝ ΑΝΑΓΝΩΣΤΟΥ ΚΑΙ ΨΑΛΤΟΥ, Ἀ.Δ., σ. 159-160.
Ξέρεις, οἱ καταλήξεις διαφέρουν ἀνάλογα μέ τίς μουσικές συνθέσεις.​

 
Last edited:

tsak77

Χρῆστος Τσακίρογλου
Από το Συλλειτουργικό της Σιμωνόπετρας. Δείτε επίσης από αυτό το μήνυμα και κάτω, για το θέμα του Αλληλούϊα.
 

Attachments

  • Ανοιξαντάρια (κείμενο).pdf
    1.5 MB · Views: 453
Last edited by a moderator:

π. Μάξιμος

Γενικός Συντονιστής
νοίξαντός Σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος· ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται. Δόξα σοι, ὁ Θεός. Ἀλληλούϊα.

ντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσι. Δόξα σοι, ὁ Θεός. Ἀλληλούϊα.

ξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Δόξα σοι, Πάτερ· δόξα σοι, Υἱέ· δόξα σοι τὸ Πνεῦμα τὸ ἅγιον. Δόξα σοι, ὁ Θεός. Ἀλληλούϊα.

τω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας· εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Δόξα σοι, ἅγιε· δόξα σοι Κύριε· δόξα σοι, βασιλεῦ οὐράνιε. Δόξα σοι, ὁ Θεός. Ἀλληλούϊα.

ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν· ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται. Δόξα σοι, ἅγιε· δόξα σοι, Κύριε· δόξα σοι, τὸ Πνεῦμα τὸ ἅγιον. Δόξα σοι, ὁ Θεός. Ἀλληλούϊα.

σω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου, ἕως ὑπάρχω. Δόξα σοι, τρισυπόστατε Θεότης, Πάτερ, Υἱὲ καὶ Πνεῦμα· σὲ προσκυνοῦμεν καὶ δοξάζομεν. Δόξα σοι, ὁ Θεός. Ἀλληλούϊα.

δυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Δόξα σοι, Πάτερ ἄναρχε· δόξα σοι, Υἱὲ συνάναρχε· δόξα σοι, τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ὁμοούσιον καὶ ὁμόθρονον· Τριὰς ἁγία, δόξα Σοι. Δόξα σοι, ὁ Θεός. Ἀλληλούϊα.

κλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Δόξα σοι, Πάτερ· δόξα σοι, Υἱὲ· δόξα σοι, τὸ Πνεῦμα τὸ ἅγιον, Τριὰς ἁγία, δόξα σοι. Δόξα σοι, ὁ Θεός. Ἀλληλούϊα.

Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ· ἔθου σκότος καὶ ἐγένετο νύξ. Δόξα σοι, βασιλεῦ ἐπουράνιε· δόξα σοι, παντοκράτορ, σὺν Υἱῷ καὶ Πνεύματι. Δόξα σοι, ὁ Θεός. Ἀλληλούϊα.

ς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! πάντα ἐν σοφίᾳ ἐποίησας. Δόξα σοι, Πάτερ ἀγέννητε· δόξα σοι, Υἱὲ γεννητέ· δόξα σοι, τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον καὶ ἐν Υἱῷ ἀναπαυόμενον. Τριὰς ἁγία, δόξα σοι. Δόξα σοι, ὁ Θεός. Ἀλληλούϊα.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι, ὁ Θεός. Ἀλληλούϊα.

λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι, ὁ Θεός. Ἀλληλούϊα.

λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι (ἢ δόξα σοι, ὁ Θεός. Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι).
 
Top