MTheodorakis
Παλαιό Μέλος
«Εὐχὴ ἐπὶ ἄρτων» (χφ. Vat. gr. 1833 εὐχολόγιο τέλη ι’ αἰ. φ. 55r).
«Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν ὁ εὐλογήσας τοὺς πέντε ἄρτους καὶ πεντακισχιλίους χορτάσας, αὐτὸς εὐλόγησον καὶ τοὺς ἄρτους τούτους, τὸν σίτον καὶ τὸν οἶνον καὶ τὸν ἔλαιον καὶ πλήθυνον αὐτὰ ἐν τῇ ἁγίᾳ μονῇ ταύτῃ καὶ εἰς τὸν κόσμον σου πάντοτε καὶ τοὺς ἐξ αὐτῶν μεταλαμβάνοντας ἁγίασον πρεσβείαις τῆς ὑπερενδόξου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ πάντων σου τῶν ἁγίων. Ὅτι σὺ εἶ ὁ εὐλογῶν τὰ σύμπαντα»
(χφ. Σινὰ 1095 ΤΑΣ ιβ’ αἰ. φφ. 7v-8r).
«Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν ὁ εὐλογήσας τοὺς πέντε ἄρτους καὶ πεντακισχιλίους χορτάσας, αὐτὸς εὐλόγησον καὶ τοὺς ἄρτους τούτους καὶ πλήθυνον αὐτοὺς ἐν τῇ ἁγίᾳ μονῇ ταύτῃ καὶ εἰς τὸν κόσμον σου πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Σάβα καὶ πάντων τῶν ἁγίων σου καὶ τοὺς μεταλαμβάνοντας ἐξ αὐτῶν ἁγίασον. Ὅτι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ σύμπαντα καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι νῦν»
(χφ. Σινὰ 1096 ΤΑΣ ιβ’ αἰ. φ. 8v).