π. Μάξιμος;65604 said:
Ὄχι βέβαια, κι εὐχαριστοῦμε. Ἀλλά τό «τό πρῶτον» εἶναι τό εἰδικό χαρακτηριστικό τελικά γιά τό τοῦ μεγάλου ἑσπερινοῦ, τοῦ ἑσπερινοῦ τῶν Σαββάτων (Κυριακῶν) γιά τίς ἐνορίες, πού δέν ἔχουμε τήν τάξη τῆς ἀγρυπνίας μέ τήν ἀναγκαιότητα μικροῦ ἑσπερινοῦ. Ὡραῖος καί ὁ χαρακτηρισμός «τό δεύτερον».
Για τον συντάκτη ή τους συντάκτες του Τυπικού τής Ευεργέτιδος τα Δοξαστικά Θεοτοκία των Μεγάλων Εσπερινών είναι πάντα δογματικά. Ενίοτε ακόμη και τα των αποστίχων θεοτοκία χαρακτηρίζονται δογματικά-ειδικά στις Κυριακές του Τριωδίου.
Εἰ δὲ τύχῃ ἐν κυριακῇ, τῷ σαββάτῳ ἑσπέρας 1. ἡ στιχολογία τὸ
Μακάριος ἀνήρ, 2. εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν ηʹ καὶ
ψάλλομεν στιχηρὰ ἀναστάσιμα τοῦ ἤχου γʹ, καὶ δύο τῆς περιτομῆς
ἦχος δʹ, καὶ γʹ τοῦ ἁγίου εἰς τὸν αὐτὸν ἦχον τὰ προειρημένα, Δόξα
καὶ νῦν,
θεοτοκίον δογματικὸν τοῦ ἤχου. 3. εἴσοδος. 4. προκείμενον.
10. εἰς τὸν στίχον τὸ ἀναστάσιμον τοῦ στίχου ἅπαξ καὶ βʹ ἰδιόμελα
τοῦ ἁγίου ἦχος γʹ Χριστὸν εἰσοικισάμενος, ἕτερον Μύρον
ἐκκενωθέν, Δόξα καὶ νῦν, ἦχος πλάγιος δʹ τὸ ἰδιόμελον τῆς ἑορτῆς
Συγκαταβαίνων ὁ Σωτήρ. 12. ἀπολυτίκιον τοῦ ἁγίου. Εἰς τὴν
παννυχίδα 1. κανόνα τὸν πρῶτον τοῦ ἤχου τῆς παννυχίδος εἰς ϛʹ,
καὶ τοῦ ἁγίου τὸν προειρημένον εἰς δʹ• 2. ἀπὸ γʹ ᾠδῆς κάθισμα
κατανυκτικόν• 3. ἀπὸ ϛʹ τὸ κοντάκιον τῆς Θεοτόκου, 4. ἡ ἀνάγνωσις
ὡς σύνηθες.
Εἰ δὲ ἐν κυριακῇ τύχῃ αὕτη ἡ παραμονή, 1. στιχολογοῦμεν τὸ
Μακάριος ἀνὴρ σαββάτῳ ἑσπέρας, 2. εἰς δὲ τὸ Κύριε ἐκέκραξα
ἱστῶμεν ηʹ καὶ λέγομεν τὰ γʹ ἀναστάσιμα στιχηρὰ πρὸς μίαν,
ἔπειτα τὰ προειρημένα προεόρτια ἰδιόμελα στιχηρὰ εἰς ἦχον
πλάγιον βʹ Ἑτοιμάζου Ἰορδάνη ποταμέ, Ἔρχεται πρὸς τὸν
Ἰορδάνην, Φαιδροτέρα ἡλίου γέγονεν, Τὸν ἐκ παρθένου ἥλιον καὶ
ἓν ἐκ τῶν τροπαρίων εἰς τὸν αὐτὸν ἦχον Σήμερον ἡ ψαλμικὴ
προφητεία, Δόξα, ἦχος πλάγιος δʹ Τάδε λέγει Κύριος πρὸς Ἰωάννην,
καὶ νῦν, εἰς τὸν αὐτὸν ἦχον θεοτοκίον δογματικόν. 4. ἀπὸ τοῦ
προκειμένου 10. τὸ ἀναστάσιμον στιχηρὸν τοῦ ἤχου ἅπαξ, εἶτα
στίχος Ἐξαπέστειλεν ἐξ ὕψους καὶ ἔλαβε, ἦχος πλάγιος δʹ
τροπάριον Ὡς ἄνθρωπος ἐν ποταμῷ, Δόξα, ἦχος ὁ αὐτὸς Σήμερον
τῶν ὑδάτων ἁγιάζεται, καὶ νῦν, ἦχος δʹ Ἡ Τριὰς ὁ Θεὸς ἡμῶν.
12. ἀπολυτίκιον τὸ προεόρτιον
Εἰ δὲ κυριακῇ τύχῃ, ἑσπέρας 1. στιχολογοῦμεν τὸ Μακάριος ἀνὴρ
καὶ ψάλλομεν στιχηρὰ τὰ ἀναστάσιμα τοῦ ἤχου δευτεροῦντες τὸ
αʹ, ὁμοίως καὶ τὰ γʹ τοῦ ἁγίου δευτεροῦντες τὸ αʹ,
Δόξα καὶ
νῦν, τὸ δογματικὸν θεοτοκίον. 3. εἴσοδος καὶ 4. τὸ προκείμενον. 10. εἰς
δὲ τὸν στίχον τὸ ἀναστάσιμον ἅπαξ, καὶ δύο ἐκ τῶν εἰρημένων τῆς
ἑορτῆς πρὸς τὸ Οἶκος τοῦ Ἐφραθᾶ, Δόξα καὶ νῦν, Ὁ ἐν χερσὶ
πρεσβυτικαῖς. 12. ἀπολυτίκιον τῆς ἑορτῆς.
Μηνὶ τῷ αὐτῷ κθʹ• ἡ ἀποτομὴ τῆς τιμίας κεφαλῆς τοῦ προδρόμου.
Ἑσπέρας 1.οὐ στιχολογοῦμεν, 2.εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν
ηʹ καὶ ψάλλομεν στιχηρὰ ἰδιόμελα τοῦ προδρόμου δʹ ἐκ δευτέρου
ἦχος πλάγιος βʹ Γενεθλίων τελουμένων, ἄλλο Ὠρχήσατο ἡ
ἄλλο Οὐκ ἔδει σε ὦ Ἡρῴδη, ἄλλο Πάλιν Ἡρῳδιὰς μαίνεται, Δόξα
καὶ νῦν, θεοτοκίον Ἄξιον ἐστὶν ὡς ἀληθῶς.
εἰ δέ ἐστι κυριακή, τὸ
δογματικὸν τοῦ ἤχου. 3.εἴσοδος εἰς τὸ Φῶς ἱλαρόν. 4.τὸ προκείμενον
τῆς ἡμέρας, 5.εἶτα τὰ ἀναγνώσματα• τὸ πρῶτον Ἡσαίου Τάδε λέγει
Κύριος παντοκράτωρ• Ἰδοὺ ἐγὼ ἀποστέλλω, τὸ δεύτερον Τάδε λέγει
Κύριος• Παρακαλεῖτε, τὸ γʹ Παροιμιῶν Δίκαιος ἐὰν φθάσῃ
τελευτῆσαι. 10.εἰς τὸν στίχον στιχηρὰ τῆς ὀκτωήχου βʹ καὶ
ἰδιόμελον τοῦ ἁγίου ἦχος δʹ Γενέσιον ἀθέμιτον, Δόξα καὶ νῦν,
θεοτοκίον. 12.ἀπολυτίκιον ἦχος βʹ Μνήμη δικαίου μετ’ ἐγκωμίων.
Ἀκολουθία σὺν Θεῷ ἀκριβὴς τῆς ἁγίας τεσσαρακοστῆς ἀρχομένη
ἀπὸ τῆς κυριακῆς τοῦ τελώνου καὶ τοῦ φαρισσαίου μέχρι τῶν
ἁγίων πάντων.
(1T.) Κυριακὴ τοῦ τελώνου καὶ τοῦ φαρισσαίου.
Τῇ κυριακῇ ἐν ᾗ ἀναγινώσκεται τὸ εὐαγγέλιον τοῦ τελώνου καὶ
τοῦ φαρισσαίου, ἤγουν τῷ σαββάτῳ ἑσπέρας 1.ἡ στιχολογία τὸ
Μακάριος ἀνήρ, 2.εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν ηʹ καὶ
ψάλλομεν στιχηρὰ ἀναστάσιμα τοῦ ἤχου γʹ δευτεροῦντες τὸ
πρῶτον, καὶ τοῦ τελώνου ἰδιόμελα βʹ ἦχος πλάγιος δʹ Τὴν
ὑψηλόφρονα γνώμην, ἄλλο Ἀτενίσαι τὸ ὄμμα εἰς οὐρανόν, ταῦτα
δὲ ψάλλονται καὶ κυριακῇ γʹ πρωὶ καὶ ἑσπέρας, ἔπειτα ἕτερα βʹ
στιχηρὰ τοῦ ἁγίου τῆς ἡμέρας πλὴν πρὸς τὸν ἦχον προηγοῦνται,
Δόξα καὶ νῦν, τὸ δογματικὸν πρῶτον θεοτοκίον τοῦ ἤχου. 3.εἴσοδος (10)εἰς τὸ Φῶς ἱλαρόν. 4.προκείμενον Ὁ Κύριος ἐβασίλευσεν. 10.εἰς τὸν
στίχον τὸ ἀναστάσιμον ἅπαξ καὶ βʹ τῆς κυριακῆς ἰδιόμελα ἦχος
πλάγιος δʹ Ταῖς ἐξ ἔργων καυχήσεσιν, ἕτερον Παντοκράτορ Κύριε,
<Δόξα> καὶ νῦν, τὸ δεύτερον δογματικὸν θεοτοκίον. εἰ δὲ ἔχει τὸ
συναξάριον ἰδιόμελον τοῦ ἁγίου τῆς ἡμέρας, καταλιμπάνεται τὸ ἓν
τῆς προλεχθείσης κυριακῆς καὶ ψάλλεται τοῦ ἁγίου καὶ τὸ
εἰρημένον θεοτοκίον. 12.ἀπολυτίκιον, εἰ μὲν ἔχει ὁ ἅγιος, τοῦ
αὐτοῦ, εἰ δὲ μή γε, τὸ ἀναστάσιμον τοῦ ἤχου. εἰς δὲ τὸ ἀπόδειπνον
λέγομεν τὸ ἀναστάσιμον καὶ τοῦ ἁγίου καὶ θεοτοκίον.
Τῇ κυριακῇ τοῦ ἀσώτου, ἤγουν τῷ σαββάτῳ, ἑσπέρας 1.ἡ
στιχολογία τὸ Μακάριος ἀνήρ, 2.εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν
ηʹ καὶ ψάλλομεν στιχηρὰ ἀναστάσιμα γʹ δευτεροῦντες τὸ πρῶτον,
καὶ βʹ ἰδιόμελα τῆς κυριακῆς τοῦ ἀσώτου ἦχος βʹ Πάτερ ἀγαθέ,
τοῦτο δὲ ψάλλομεν καὶ τῇ δευτέρᾳ τῆς γʹ ἑβδομάδος ἑσπέρας,
ἕτερον Πατέρα σε τὸν κτίστην, ψάλλομεν δὲ καὶ τοῦτο τῇ γʹ τῆς γʹ
ἑβδομάδος ἑσπέρας, καὶ βʹ στιχηρὰ τοῦ κατὰ τὴν ἡμέραν ἁγίου,
Δόξα καὶ νῦν, τὸ πρῶτον δογματικὸν θεοτοκίον τοῦ ἤχου. 3.εἴσοδος.
4.προκείμενον. 10.εἰς τὸν στίχον στιχηρά, τὸ ἀναστάσιμον τοῦ
στίχου ἅπαξ, καὶ βʹ ἰδιόμελα τῆς κυριακῆς τοῦ ἀσώτου ἦχος
πλάγιος βʹ Τῆς πατρικῆς δωρεᾶς, ἕτερον Πάτερ ἀγαθὲ
ἐμακρύνθην,
Δόξα καὶ νῦν, τὸ δεύτερον δογματικὸν θεοτοκίον τοῦ
ἤχου. εἰ δὲ εἴη μέγας ἅγιος, ἓν ἰδιόμελον τοῦ ἀσώτου καὶ ἓν τοῦ
ἁγίου καὶ θεοτοκίον. 12.ἀπολυτίκιον, εἰ ἐστί, τοῦ ἁγίου, εἰ δ’ οὖν,
τὸ ἀναστάσιμον τοῦ ἤχου.
Κυριακῇ τῆς ἀπόκρεω, τῷ σαββάτῳ ἑσπέρας 1.ἡ στιχολογία ὡς
σύνηθες, 2.εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν ηʹ καὶ ψάλλομεν
στιχηρὰ ἀναστάσιμα γʹ δευτεροῦντες τὸ πρῶτον, καὶ τῆς ἀπόκρεω
γʹ δευτεροῦντες τὸ πρῶτον ἦχος πλάγιος βʹ Ἐννοῶ τὴν ἡμέραν, Ὢ
ποία ὥρα τότε, Ὅταν ἔλθῃς ἐν δόξῃ, τοῦτο δὲ ψάλλεται καὶ τῇ γʹ
τῆς μεγάλης ἑβδομάδος,
Δόξα καὶ νῦν, θεοτοκίον δογματικὸν τοῦ
ἤχου τὸ πρῶτον. εἰ δὲ εἴη μέγας ἅγιος, λέγομεν ἀναστάσιμα γʹ καὶ
γʹ τῆς κυριακῆς καὶ βʹ τοῦ ἁγίου καὶ θεοτοκίον τὸ εἰρημένον.
3.εἴσοδος. 4.προκείμενον τῆς ἡμέρας. 10.εἰς τὸν στίχον τὸ
ἀναστάσιμον ἅπαξ, καὶ βʹ ἰδιόμελα τῆς ἀπόκρεω ἦχος πλάγιος δʹ
Ὅταν τίθωνται θρόνοι, ἄλλο Οἴμοι μέλαινα ψυχή,
Δόξα καὶ νῦν,
θεοτοκίον τοῦ ἤχου τὸ δεύτερον. εἰ δὲ ἔχει ὁ ἅγιος, λέγομεν αὐτὸ
εἰς τὸ Δόξα καὶ νῦν, τὸ θεοτοκίον. 12.ἀπολυτίκιον τοῦ ἁγίου, εἰ
ἔχει, εἰ δὲ μή, τὸ ἀναστάσιμον.