Συνημμένως ἡ ἀκολουθία (συμπλήρωσις εἰς τὰ ἐκ τοῦ Μηναίου) τοῦ Ἁγίου Μάρτυρος Μάμαντος, καθὼς καὶ ἱερὰ εἰκὼν αὐτοῦ.
Ὁ Ἅγιος Μάμας γεννήθηκε στὴ Γάγγρα τῆς Παφλαγονίας τὸ 260 ἀπὸ γονεῖς χριστιανούς, τὸ Θεόδοτο καὶ τὴν Ρουφίνα, ὅταν αὐτοὶ ἦταν μέσα στὴ φυλακή, ὅπου πέθαναν προσευχόμενοι. Ὁ Μάμας, βρέφος ἀκόμα, ἔμεινε ὀρφανός. Ὅμως, μία πλούσια χριστιανὴ γυναῖκα, ἡ Ἀμμία, τὸν υἱοθέτησε καὶ τὸν ἀνέθρεψε μὲ στοργὴ μητρικὴ καὶ σύμφωνα μὲ τὸ πνεῦμα τοῦ Εὐαγγελίου. Ἐπειδὴ δὲ ὀνόμαζε τὴν θετή του μητέρα συνεχῶς μάμα, δηλ. μαμά, ὀνομάστηκε Μάμας. Ὅταν ἔγινε 15 χρονῶν, πιάστηκε ἀπὸ εἰδωλολάτρες, διότι χωρὶς φόβο, δημόσια, ὁμολογοῦσε τὸ Χριστό. Τότε τὸν χτύπησαν ἀλύπητα. Κρέμασαν στὸ λαιμό του μολυβένιο βαρίδιο καὶ τὸν ἔριξαν στὴ θάλασσα. Ὅμως μὲ τὴν δύναμη τοῦ Θεοῦ σώθηκε. Ἔπειτα τὸν ξανασυνέλαβαν καὶ τὸν ἔριξαν σὲ ἀναμμένο καμίνι καὶ μετὰ τροφὴ στὰ θηρία. Ἀλλὰ ἐπειδὴ καὶ ἀπ᾿ αὐτὰ σώθηκε θαυματουργικά, διαπέρασαν τὴν κοιλιά του μὲ τρίαινα. Καὶ ἔτσι μαρτυρικὰ καὶ ἔνδοξα ἀναχώρησε ἀπ᾿ αὐτὴ τὴν ζωή. Μᾶς θυμίζει δὲ τὰ λόγια του Κυρίου, ποὺ εἶπε: «ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτος ἐστὶν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν». Ὅποιος, δηλαδή, ταπεινώσει τὸν ἑαυτό του σὰν τὸ παιδάκι αὐτό, αὐτὸς εἶναι ὁ μεγαλύτερος στὴ βασιλεία τῶν οὐρανῶν.
=============
Εὐχὴ εἰς κτήνη
[ΤΟΥ ΑΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΜΑΜΑΝΤΟΣ]
ἀπὸ τὸ μ.Εὐχολόγιον «ΕΥΧΑΙ ΕΙΣ ΔΙΑΦΟΡΟΥΣ ΠΕΡΙΣΤΑΣΕΙΣ»
Τοῦ Κυρίου δεηθῶμεν.
Ἰδοὺ ἐγὼ ὁ ἁμαρτωλὸς καὶ ἐλάχιστος Μάμας, ὑπάρχων ἐν τοῖς ὄρεσι, διὰ τῆς δυνάμεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἤμελγον τὰς ἐλάφους, καὶ τυροὺς ποιῶν, διένεμον τοῖς πένησι, καὶ διέτριβον ἐν τοῖς ὄρεσι καὶ σπηλαίοις μέχρι τοῦ μαρτυρίου μου. Ἐκεῖ οὖν ἐμοῦ διατρίβοντος, προσῆλθον Ἰωάννης καὶ Φιλόθεος, παρακαλοῦντες καὶ λέγοντες· Φθόνος τοῦ διαβόλου ἐπέπεσεν εἰς τὰ ποίμνια καὶ βουκόλια καὶ τελευτῶσι κακῶς, καὶ δεόμεθά σου, ἅγιε τοῦ Θεοῦ, πρόσευξαι ὑπὲρ αὐτῶν, ἵνα ἰαθῶσιν ἀπὸ παντός κακοῦ εἰς μνημόσυνον τοῦ μετὰ ταῦτα χρόνου, εἰς δόξαν Θεοῦ· ἐγὼ δὲ εἶπον αὐτοῖς· Ἀδελφοί μου πνευματικοί, ἐγὼ ἁμαρτωλός εἰμι, καὶ ἁμαρτωλοῦ ὁ Θεὸς οὐκ ἀκούει. Αὐτοὶ δὲ ἐπέμενον παρακαλοῦντες με. Καμφθεὶς οὖν πρὸς τὰς δεήσεις αὐτῶν, προσευξάμενος τῷ Κυρίῳ εἶπον·
Ἐπικαλούμεθά σε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἀληθινὸν Θεόν, τὸν κατελθόντα ἐκ τῶν πατρικῶν κόλπων, καὶ σαρκωθέντα ἐκ τῆς ἁγίας Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας, θελήσει δὲ Σταυρὸν καὶ θάνατον ὑπομείναντα, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐξαναστάντα, καὶ ζωὴν τῷ γένει τῶν βροτῶν χαρισάμενον, ἐπάκουσόν μου τοῦ ἁμαρτωλοῦ, καὶ ἀναξίου δούλου σου Μάμαντος, καὶ ὅστις ἐστὶν ἐν ἀθυμίᾳ καὶ θλίψει πολλῇ, καὶ ἐπικαλέσηται τὸ ὄνομά σου, Κύριε ὁ Θεὸς ἡμῶν, καὶ μνησθείη τοῦ ὀνόματος τοῦ δούλου σου Μάμαντος, μὴ ἐπέλθῃ ἐπὶ τὴν ποίμνην αὐτοῦ ἢ τὴν ἀγέλην τῶν βοῶν αὐτοῦ διαβολικὴ συμφορὰ ἢ ἄλλη τις νόσος.
Ναί, Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τῷ λόγῳ συστησάμενος πάντα τὰ πρὸς σωτηρίαν τοῦ γένους ἡμῶν, μὴ παρίδῃς τὴν δέησιν ἐμοῦ τοῦ ταπεινοῦ καὶ εὐτελοῦς δούλου σου, ἀλλ᾿ ἐπάκουσόν μου, φιλάνθρωπε Κύριε, καὶ ὅπου ἀναγνωσθῇ αὕτη μου ἡ προσευχή, εἴτε εἰς ποίμνην, εἴτε εἰς βόας, εἴτε εἰς ποίμνην, εἴτε εἰς βόας, εἴτε εἰς ἡμιόνους, μὴ ἐπέλθῃ εἰς τὰ ζῷα αὐτοῦ νόσος ἢ ἕτερος πειρασμός· ὅπως ὑπὸ σοῦ πάντες φυλαττόμενοι, δόξαν καὶ προσκύνησιν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.