[Ερώτηση] Περί της πηγής και ιστορίας του κοντακίου «Προστασία των Χριστιανών»

kkokkino

Μέλος
Το κοντάκιο "Προστασία των Χριστιανών" το έχω συναντήσει μόνο ως επισφραγιστικό στη Λειτουργία εκτός εορταστικών ημερών/περιόδων και στους παρακλητικούς κανόνες στην Υπεραγία Θεοτόκο. Υπάρχουν μαρτυρίες για την ιστορία του (πότε γράφηκε, με ποια αφορμή), και επίσης, έχουν σωθεί οι οίκοι του;
 

MTheodorakis

Παλαιό Μέλος


Τὸ «Προστασία τῶν χριστιανῶν...» ἀποδίδεται στὸν ἅγιο Ἰωάννη τὸν Δαμασκηνό (χφ. Ε.Β.Ε./Μ.Π.Τ. 706 φ. 324r), ψάλλεται σὲ ἦχο πλ. β’ (χφφ. Σινὰ 925 κοντακάριο ι’ αἰ., Δρέσδης Α-104 ΤΜΕ ια' αἰ. φ. 155v, Κανονάριο Νίκωνος μαυροορείτου (περὶ τὸ 1085) ἔκδ. V. Benesevic σ. 27, τυπικὸ Μεσσήνης σ. 130, Dmitrievskij τ. 2 σσ. 321, 523 καὶ χφ. Ε.Β.Ε./Μ.Π.Τ. 706 φ. 324r).


«῎Εκτεινόν σου παλάμας,
ἐν αἷς ὁ πάντων δεσπότης
ὡς βρέφος ἐνηγκαλίσθη
διὰ πλῆθος ἀγαθότητος·
μὴ καταλίπῃς ἡμᾶς
τοὺς ἀεὶ εἰς σὲ ἐλπίζοντας
τῇ ἀγρύπνῳ ἱκεσίᾳ σου
καὶ ἀμέτρῳ συμπαθείᾳ σου
οἰκτείρησον ἡμᾶς
καὶ φεῖσαι τῶν ψυχῶν ἡμῶν,
εὐσπλαχνίας ὑπάρχουσα πηγή·
σὲ γὰρ προστασίαν
κεκτήμεθα, πανάχραντε,
ἐκ τῆς πρώην ῥυσθέντες κακώσεως·
ἀλλ᾿ ὡς ἔχουσα σπλάγχνα οἰκτιρμῶν,
τάχυνον εἰς πρεσβείαν
καὶ σπεῦσον εἰς ἱκεσίαν,
ἡ προστατεύουσα ἀεί,
Θεοτόκε, τῶν τιμώντων σε»
(J.-B. Pitra Analecta Sacra et classica 1876 τ. 1 σσ. 535-536).

«Παρακλητικὸν τῆς ὑπεραγίας Θεοτόκου. Ἦχος πλ. β’. Προστασία...
Ἔκτεινόν σου παλάμας...

Ὄμμασιν εὐσπλαχνίας
πανάσπιλε καθορῶσα
τῶν σῶν προσφύγων τὸ ἄλγος
μὴ ἀπώσῃ δεομένων σου
ἐν δεινοτάτοις ὄντως
συμπτώμασι συσχεθέντων
καὶ θλίψεσι καὶ ἀνάγκαις
μὴ παρίδῃς ἀλλ’ ἐλέησον
τοὺς ταπεινωθέντας ἡμᾶς
ταῖς ἱκεσίαις σου
δέσποινα ταῖς πρὸς Κύριον·
ὅσα θέλεις γὰρ δύνασαι·
ἐλέησον ἡμᾶς ἐλέησον δεόμεθα
εὐθηνίαν ὡς βρύουσα εὐσπλαχνίας
τοῖς αἰτουμένοις
τὴν σὴν θερμὴν ἀντίληψιν
καὶ καλοῦσιν ἐν ἀνάγκῃ
παρεῖναι σε τὴν βοήθειαν τοῖς κράζουσιν
τάχυνον εἰς πρεσβείαν...

Ὕψος ταπεινωθέντων, ἀνόρθωσις πεπτωκότων
παράκλησις τῶν ἐν λύπαις
καὶ καμνόντων ἐξανάστασις
κράτυνόν σου τὴν θείαν πρὸς τὸν Χριστὸν παῤῥησίαν
τὸ μῆκος τῆς σῆς πρεσβείας
εἰς τὸ πέρας ἀπαράκου(;)στον
μὴ ἀποσκεπάσῃς ἡμᾶς τῆς προστασίας σου
δέσποινα ὑπεραγία Θεοτόκε, καμφθέντας ἐν πταίσμασι
ἐξ ὧν περ γραφικῶς πράττομεν
συσφιγγόμενοι ἁρμοδίους καρποὺς φθοροποιοὺς
λαμβάνομεν
αἰτοῦντες ῥυσθῆναι ταῖς εὐχαῖς σου
τῶν κρατούντων πειρασμῶν καὶ θλίψεων
καὶ δεόμεθά σου προσκυνοῦντες
Τάχυνον εἰς πρεσβείαν...»
(χφ. Σινὰ 925 κοντακάριο ι’ αἰ.-καλύτερο κείμενο ἀπὸ τὸ τοῦ Pitra, ὁ ὁποῖος συνεχίζει ἐκδίδοντας ἀκόμα ἕναν οἶκο:).

«Πᾶσι τοις ἐν ἀνάγκαις
καὶ πᾶσι τοῖς ἐν κυνδύνοις
ἡ ἀκαταίσχυντος ἐλπὶς
σὺ ὑπάρχεις, θεονύμφευτε,
σὺ πτωχῶν εὐθυμία,
ἁμαρτωλῶν σωτηρία,
ἀνάῤῥυσις αἰχμαλώτων,
ἀστατοῦντων συνακτήριον·
σὺ τῶν χριστιανῶν
πρὸς Θεὸν μόνη εἶ πεποίθησις·
σὺ πιστῶν καταφύγιον
καὶ πτωχῶν ἱλαστήριον·
ἀλλ’ ἔπιδε καὶ νῦν,
πανύμνητε, δεόμεθα,
τοὺς ἐν θλίψει παρόντας, κραταιά,
καὶ μὴ ἐπιλάθῃ ἡμῶν
τῆς ταπεινώσεως,
ὅτι ἄλλην προστασίαν οὔκ οἴδαμεν,
εἰ μή σε, καὶ σοὶ ἀνακράζομεν·
Τάχυνον εἰς πρεσβείαν,
καὶ σπεῦσον εἰς σωτηρίαν,
ἡ προστατεύουσα ἀεί,
Θεοτόκε, τῶν τιμῶντων σε»
(J.-B. Pitra ὅπ. πρ. σ. 537).


«Κοντάκιον παρακλητικὸν τῆς ὑπεραγίας Θεοτόκου. Ἦχος πλ. β’. Προστασία...(φ. 62v) Ἔκτεινόν σου παλάμας...(ἕνας οἶκος).
Κοντάκιον παρακλητικὸν τῆς ὑπεραγίας Θεοτόκου. Ἦχος β’. Πρεσβεία θερμή...
(καὶ ἕνας οἶκος)
Τί μοι δοθῇ καὶ τί προστεθῇ
ἐν τῷ μέλλειν αἰτεῖσθαι ἐν καρδίας κλαυθμῷ
τὴν λύσιν τῶν πταισμάτων μου
ψυχὴν γάρ ἠχρείωσα πλημμελίαις
καὶ τὴν σάρκα ἐμόλυνα ἁμαρτίαις
τὰ πονηρὰ ὡς οὐδεὶς γηγενῶν ἐργασάμενος
ὅθεν στενάζων κραυγάζω
Θεοτόκε ἁγνὴ μὴ παρίδῃς με,
ἀλλὰ τοῦ σῶσαι με τάχυνον
ἐκ πολλῶν ἀπαλλάτουσα ἁμαρτιῶν
ἡ μόνη ταχέως προστατεύουσα»
(χφ. Σινὰ 926 κοντακάριο ια’ αἰ.).





 

π. Μάξιμος

Γενικός Συντονιστής

(Ἄς γράψω καί τά δικά μου)
Τό βλέπω στό· Ῥωμανοῦ τοῦ Μελῳδοῦ, Ὕμνοι, τ. τρίτος, μέρος α΄, Κονδακάρια τοῦ Σινᾶ, ὑπὸ Νικολάου Α. Λιβαδάρα, Ἐν Ἀθήναις 1957, πού ἐκδίδει τούς Κώδικες 925, 926 καί 927.

1) Στό Σιναϊτικό Ἑλληνικό Κώδικα 925 (τοῦ τέλους τοῦ ι΄ καί ια΄ αἰ.) ἐπιγράφεται Κονδ. παρακλητικὸν τῆς ὑπεραγίας Θεοτόκου, Ἦχος πλ. β΄ (ὑπ᾿ ἀριθ. 151, f. 115r - 115v - 116r).
Προστασία τῶν Xριστιανῶν ἀκαταίσχυντε,
μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε,
μὴ παρίδῃς ἁ μαρτωλῶν δεήσεων φωνάς,
ἀλλὰ πρόφθασον ὡς ἀγαθή εἰς τὴν βοήθειαν ἡμῶν
τῶν ἐν πίστει κραζόντων σοι·
Τάχυνον εἰς πρεσβείαν καὶ σπεῦσον εἰς σωτηρίαν,
ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.​

<Οἱ οἶκοι.>​
α΄ Τάχυνον εἰς πρεσβείαν καὶ σπεῦσον εἰς σωτηρίαν...
β΄ Ὄμμασιν εὐσπλαχνίας, πάνσπιλε, καθορῶσα...
γ΄ Ὕψος ταπεινωθέντων, ἀνόρθωσις πεπτωκότων...
δ΄ Πᾶσι τοῖς ἐν ἀνάγκαις καὶ πᾶσι τοῖς ἐν κινδύνοις...
ε΄ Ἔκτεινόν σου παλάμας, ἐν αἷς ὁ πάντων δεσπότης...​

Παρά, Σωφρ. Εὐστρατιάδου, Ρωμανὸς ὁ Μελῳδὸς καὶ τὰ ποιητικὰ αὐτοῦ ἔργα, ΕΕΒΣ, ΙΕ΄, 1939, σσ. 274 - 275 οἱ δ΄καί ε΄ οἶκοι.
Τόν ὕμνον ἐκδίδει ὁ J. B. Pitra, Analecta Sacra I, σσ. 535 - 537, μέ τέσσερεις οἴκους.

2) Στό Σιναϊτικό Ἑλληνικό Κώδικα 926 (ια΄ αἰ.) ἐπιγράφεται Κονδ. παρακλητικὸν τῆς ὑπεραγίας Θεοτόκου (ὑπ᾿ ἀριθ. 108, f. 72v - 73r), μέ διαφορά
«σπεῦσον εἰς ἱκεσίαν»
καί ἕναν οἶκο
Ἔκτεινόν σου παλάμας, ἐν αἷς ὁ πάντων Δεσπότης...​

3) Στό Σιναϊτικό Ἑλληνικό Κώδικα 927 (τοῦ 1285) ἐπιγράφεται Κονδ. παρακλητικὸν τῆς ὑπεραγίας Θεοτόκου, Ἦχος πλ. β΄ (ὑπ᾿ ἀριθ. 366, f. 314r - v, 315v).
Προστασία τῶν Xριστιανῶν ἀκαταίσχυντε...​
<Οἱ οἶκοι.>​
α΄ Τάχυνον εἰς πρεσβείαν καὶ σπεῦσον εἰς σωτηρίαν...
β΄ Ὄμμασιν εὐσπλαχνίας, πάνσπιλε, καθορῶσα...
γ΄ Ὕψος ταπεινωθέντων, ἀνόρθωσις πεπτωκότων...​


Σημ.: Οἱ κώδικες γιά λειτουργική χρήση περιέκοπτον οἴκους, ἀφοῦ ἤδη τά κοντάκια εἶχαν ἀντικατασταθεῖ ἀπό τούς κανόνες καί τελικά περιορίσθηκαν στό προοίμιο καί ἕνα οἶκο.


 

MTheodorakis

Παλαιό Μέλος


Τὸ «κοντάκιο τῆς Θεοτόκου Προστασία τῶν χριστιανῶν» εἶναι προσόμοιο τοῦ κοντακίου τοῦ ἁγίου προφήτου Δανιὴλ καὶ τῶν τριῶν παίδων «Χειρόγραφον εἰκόνα μὴ σεβασθέντες...» (17/12), ὅπως φαίνεται ἀπὸ τὴν μορφή, τὴν κατάληξη καὶ τὸν α’ οἶκο του.
Τὸ κοντάκιο «Χειρόγραφον εἰκόνα...» ψάλλεται σὲ ἦχο πλ. β’ (τυπικὸ Εὐεργέτιδος ἔκδ. Dmitrievskij τ. 1 σ. 340, χφ. Σινὰ 1096 ΤΑΣ ιβ’ αἰ. φ. 60v, ΤΑΣ κεφ. ιε’, μηναῖα Δεκεμβρίου 1820 καὶ σημερινὰ κατὰ τὴν ιζ’ καὶ τὴν Κυριακὴ πρὸ Χριστοῦ γεννήσεως, Τριῴδιο ἔκδ. 1586 κοντάκιο Μ. Σαββάτου), εἶναι αὐτόμελο (17/12-μηναῖο καὶ ὡρολόγιο), προσόμοιά του δὲ εἶναι καὶ τὰ κοντάκια τῆς 28/6 (ὡρολόγιο) καὶ Μ. Σαββάτου.
 

MTheodorakis

Παλαιό Μέλος
«Κοντάκιον παρακλητικὸν τῆς ὑπεραγίας Θεοτόκου. Ἦχος β’. Πρεσβεία θερμὴ...καὶ κινδύνων ῥῦσαι ἡμᾶς...

(καὶ ἕνας οἶκος)

Τί μοι δοθῇ καὶ τί προστεθῇ
ἐν τῷ μέλλειν αἰτεῖσθαι ἐν καρδίας κλαυθμῷ
τὴν λύσιν τῶν πταισμάτων μου
ψυχὴν γάρ ἠχρείωσα πλημμελίαις
καὶ τὴν σάρκα ἐμόλυνα ἁμαρτίαις
τὰ πονηρὰ ὡς οὐδεὶς γηγενῶν ἐργασάμενος
ὅθεν στενάζων κραυγάζω
Θεοτόκε ἁγνὴ μὴ παρίδῃς με,
ἀλλὰ τοῦ σῶσαι με τάχυνον
ἐκ πολλῶν ἀπαλλάτουσα ἁμαρτιῶν
ἡ μόνη ταχέως προστατεύουσα»

(χφ. Σινὰ 926 κοντακάριο ια’-ιβ’ αἰ. φ. 73v, βλ. καὶ χφφ. Laurentianae Ashburnhamensis 64 ψαλτικὸν τοῦ ἔτους 1289 φ. 197r-v, Σινὰ 928 κοντακάριο ιδ’ αἰ. φ. 75r-v).

Ἕτερος οἶκος

«Κλῖνον τὸ οὕς σου εὐλογημένη καὶ εἰσάκουσον πάντων τῶν βοώντων πρὸς σὲ ἀδιαλείπτως καὶ δώρησαι πᾶσιν εἰρήνην καὶ εὐεξίαν, ἀσθενοῦσιν ὑγείαν καὶ σωτηρίαν, σκέπην γυμνοῖς, ἀποροῦσιν τροφὴν καὶ λιμώττουσιν, καὶ πᾶσιν ἀδικουμένοις ἐν σπουδῇ τὴν ἐκδίκισιν νέμουσα, καὶ τῶν πταισμάτων τὴν ἄφεσιν, ὅπως πάντες συμφώνως κραυγάζομεν· ἡ μόνη ταχέως προστατεύουσα»

(χφφ. κοντακάρια Σινὰ 927 τοῦ ἔτους 1285 φ. 317r-v, Σινὰ 928 ιδ’ αἰ. φ. 75r-v «τοῦ σώσαι με τάχυνον»).



«Κοντάκιον παρακλητικὸν τῆς παναγίας Θεοτόκου ψαλλόμενον εἰς νοσοῦντας φέρων ἀκροστιχίδα· Τοῦ ἐλεεινοῦ. Ἦχος β’. Πρὸς Τὴν ἐν πρεσβείαις.

Ἡ ἐν ἀνάγκαις σωσίψυχος κυβερνήτις καὶ ἐν κινδύνοις ἀκαταίσχυντος προστάτις, μόνη μητρόθεε καὶ ἀμόλυντε τῇ προσευχή μου νεῦσον ὀδυνηρῶς βοῶντι σοι· Τὴν λύπην τῆς ψυχῆς μου διασκέδασον.

Πρὸς τὸ Τράνωσόν μου.

Τί μοι δοθείη καὶ τί προστεθείη ἐν τῷ μέλλειν αἰτεῖσθαι ἐν καρδίας κλαυθμῷ τὴν λύσιν τῶν πταισμάτων μου. Ψυχὴν γὰρ ἠχρείωσα πλημελείαις καὶ τὴν σάρκα ἐμόλυνα ἁμαρτίαις τὰ πονηρὰ ὡς οὐδεὶς γηγενῶν πεπραχὼς ὁ θρασύς. Ὅθεν στενάζων κραυγάζω· Θεοτόκε ἁγνὴ μὴ παρίδῃς με, ἀλλὰ τοῦ σῶσαι με τάχυνον ἐκ πολλῶν ἀπαλλάτουσα ἁμαρτιῶν τὴν λύπην τῆς ψυχῆς μου διασκέδασον.

Ὄρος Θεοῦ τὸ τετυρωμένον τῇ παμφαεῖ ἁγνείᾳ ὡς κηρύττει Δαυὶδ καὶ μήτηρ τοῦ Κυρίου μου ἐλέησον οἴκτειρον ἴασαί με καὶ ἐκ πάσης ἀνάγκης ἀπάλλαξόν με, σὲ γὰρ θερμὴν προστασίαν εἰδὼς ὁ ταλαίπωρος ἐγὼ σοῦ ἐπιδέομαι, ὅπως διὰ σοῦ ἱλασμὸν ἐπιτεύξομαι. Νεῦσον ἁγνὴ τῇ δεήσει μου καὶ χαρᾶς ἐμπιπλῶσα με τῆς παρὰ σοῦ τὴν λύπην τῆς ψυχῆς μου διασκέδασον»

(χφ. Corsini 40. Ε. 7 (366) κοντακάριον τέλη ι’ αἰ.-πρὸ τοῦ 1004 φ. 151v, βλ. καὶ χφ. Βατοπαιδίου 1041 κοντακάριο ι’-ια’ αἰ. φ. 277r καὶ Analecta Sacra Spicilegio solesmensi parata τ. 1 (1876) σσ. 532-535).



«Ἄλλον κονδάκιον ἦχος δ’.

Προστασία ἄμαχε τῶν θλιβομένων καὶ θερμὴ ἀντίληψις τῶν προστρεχόντων ἐπὶ σοὶ ἐκ τῶν κινδύνων με λύτρωσαι, μὴ μὲ παρίδῃς ἡ πάντων βοήθεια.

Ὁ οἶκος.

Δέξαι τὴν δέησιν ἡμῶν εὐπρέπεια τοῦ κόσμου ὡς δάκρυα τῆς πόρνης καὶ πίστιν χαναναίας καὶ τοῦ τελώνου στεναγμόν, μετάνοιάν τε Πέτρου καὶ τῆς χήρας τὰ λεπτὰ ὁ σὸς Υἱὸς ἐδέξατο. Ὡσαύτως παναγία θεόνυμφε δέξαι δυσωποῦντας, μὴ ἀπώσῃ πανύμνητε σοὺς πιστοὺς ἱκέτας, τὸν κείμενον κἀμὲ βορβόρῳ τῶν ἔργων καὶ τοῖς χρήζουσιν τῆς σῆς νῦν βοηθείας ὄρεξον ἁγνὴ τὴν χεῖρα τῆς σωτηρίας»

(χφ. Laurentianae Ashburnhamensis 64 ψαλτικὸν τοῦ ἔτους 1289 φφ. 198r-199v). Βλ. καὶ Μηναῖα 6/12, 23/1, 30/1, 1/7, 5/7 καὶ Εὐχολόγιον τὸ Μέγα, ἐκδ. Ἀστὴρ 1986 φωτοαναστατικὴ ἀνατύπωση τῆς ἐκδόσεως Βενετίας 1862 σ. 546).
 

MTheodorakis

Παλαιό Μέλος
«Κονδάκιον τῆς ὑπεραγίας Θεοτόκου» ἦχος β' «πρὸς Τὰ ἄνω ζητῶν.

Ἐκ πόθου ψυχῆς προστρέχω νῦν τῇ σκέπῃ σου, αἰτούμενος ἁγνὴ τὴν λύσιν τῶν πταισμάτων μου, μὴ ἀπώσῃ ἄχραντε ἀλλ’ εὐσπλάχνως με πρόσδεξαι κράζοντα· ἡ Θεὸν σαρκωθέντα κυήσασα, νοσοῦσαν τὴν ψυχήν μου θεράπευσον.



Ὕψωσόν με τὸν ταπεινωθέντα, ἡ τὴν φύσιν πεσοῦσαν τῷ δελέατι πρὶν τοῦ ξύλου ἀνωρθώσασα. Τερπνῆς γὰρ ἐστέρημαι ἐργασίας, ἀρετῶν γὰρ γεγύμνωμαι τῶν ἐνθέων, ὁμοιωθεὶς τῷ ἀσώτῳ παιδί δι’ ἔνδειαν φρενῶν. Σὺ οὖν μοι δώρησαι χάριν, φωτισμόν, ἀγαλλίασιν. Ἔπιδε κάκωσιν δούλου σου, καὶ ἀεὶ λυτρουμένη τῶν πειρασμῶν, τὴν λύπην τῆς ψυχῆς μου θεράπευσον.



Ἔγειρόν με τὸν ταπεινωθέντα, ἡ τὴν Εὔαν φθαρεῖσαν τῆς γεύσεως ἀρᾷ σαφῶς ζωοποιήσασα. Βυθῷ γὰρ συνέχομαι ἁμαρτίας καὶ πελάγει τιτρώσκομαι ἀσελγείας, ὥσπερ ἀρθεὶς τῇ κακίᾳ ὁ πρὶν τῶν Σοδόμων λαός. Σὲ γὰρ ἐπίσταμαι μόνην κραταιὰν πρὸς Θεὸν μου ἀντίληψιν. Δέχου ἁγνὴ τὰς δεήσεις μου, καὶ ἀεὶ λυτρουμένη με τῶν δεινῶν τὴν λύπην τῆς ψυχῆς μου διασκέδασον»

(Σινὰ 781 παρακλητικὴ ι’-ια’ αἰ. φφ. 81v-82r).
 
Last edited:
Top