Καταβασίες Κυριακῆς πρό Χριστουγέννων

π. Μάξιμος

Γενικός Συντονιστής

ᾨδὴ α’.​
Χριστὸς ἐν πόλει Βηθλεὲμ βρεφουργεῖται
τὴν ἡμῶν ὡς εὔσπλαχνος καινουργῶν φύσιν·
προθύμως δεῦτε γηγενεῖς τῇ καρδίᾳ
ᾆσμα μελῳδὸν ᾄσωμεν τῷ Δεσπότῃ·
εἰς αἰῶνας ἐνδόξως γὰρ δεδόξασται.
ᾨδὴ γ’.​
Ὑψιμέδων ἄναρχε εὐμενὲς Λόγε,
ἐπίβλεψον πρόσχες μοι δακρυῤῥοούσῃ
ἡ σεπτὴ ἐβόα σοι πρόπαλαι Ἄννα·
ἀλλ᾿ ὡς ἐκείνης ἤκουσας θρηνῳδούσης
καὶ ἡμῶν στερέωσον τὰς φρένας, ἄναξ,
τοῦ ἀξίως ἀνυμνεῖν σε σοῖς γενεθλίοις.
ᾨδὴ δ’.​
Ἀββακοὺμ τὴν ἔνδοξόν σου παρουσίαν
αὖθις, Λόγε, προϊδὼν ἐμελῴδει
ἀκήκοα, Δέσποτα, ὅτι ἐξ ὄρους
ἁγίου ἥξεις εἰς βροτῶν σωτηρίαν
καὶ δέους πλήρης γεγονὼς ἀνακράζω
ὡς μεγάλα τὰ ἔργα, Χριστέ μου, τῆς σῆς δόξης.

[Ἀκηκοὼς ὁ προφήτης, Χριστέ, τὴν ἀκοήν σου
ἐφοβήθη, ὅτι μέλλεις ἐκ Παρθένου προελθεῖν.
Καὶ ἐβόησε τρόμῳ· δόξα τῇ δυνάμει σου, Κύριε.]​

ᾨδὴ ε’.​
Ὦ παντεπόπτα τῶν ἀνάκτων τὸ κλέος
τίς σου τὸ φιλάνθρωπον γηγενῶν οὐ θαυμάσει;
ἐν γῇ γὰρ ὤφθης μὴ λιπὼν τὰ πατρῷα
σήμερον πᾶσαν ἐγκαινίζων τὴν φύσιν
καὶ εἰρήνην ὡς μόνος εἰρηνάρχης βραβεύων.
ᾨδὴ ς’.​
Εἰς βυθὸν ἀπωλείας ἡ ταλαίπωρος φύσις
Χριστέ μου Λόγε, καταντήσασα πάλαι
ἔκειτο φεῦ μοι! σκοτεινοῖς ἐν κευθμῶσιν·
ἐπεὶ δὲ τῇ σῇ θεϊκῇ δυναστείᾳ
πρὸς οὐρανῶν μετέβη τὰ τερπνότατα κάλλη·
θύσω σοι, σῶτερ, ἐβόα, θυσίαν αἰνέσεως.
ᾨδὴ ζ’.​
Ὡς οἱ παῖδες πάλαι σοι κράζομεν, Λόγε·
γενοῦ σῶν δούλων ἕρκος φύλαξ καὶ σκέπη
καὶ σῶσον πάντας προσβολῆς ἐναντίας
ὅπως ὑμνοῦντές σε σοῖς γενεθλίοις
εἰς αἰῶνας λέγομεν· εὐλογητὸς εἶ.
ᾨδὴ η’.​
Νεουργὲ τοῦ σύμπαντος κόσμου καὶ σῶστα
ὑμνεῖ σε πᾶσα μετ᾿ ἀγγέλων ἡ κτίσις
σκιρτᾷ χορεύει καὶ ἀγάλλεται τρόμῳ,
εὐλογεῖτε λέγουσα πάντα τὰ ἔργα
τὰ σεπτὰ Γενέθλια τοῦ λυτρωτοῦ μου
σὺν ἐμοὶ εἰς αἰῶνας πόθῳ ὑπερυψοῦντα.
ᾨδὴ θ’.​
Χαίροις, πάναγνε θεοδέγμον Μαρία,
χαίροις, ἄχραντε τῶν πεπτωκότων βάσις·
ἐν σοὶ γὰρ ὤφθη σήμερον ὁ Δεσπότης
ὦ θαῦμα! καινουργῶν τοὺς φθαρέντας
καὶ πρὸς φῶς ἐπανάγων τὸ ἀνέσπερον, κόρη.


Σημείωσις: Σχετικό θέμα ἐδῶ.


 
Last edited:
Top