Εορτή της κοιμήσεως της θεοτόκου, εις τον Μ. Εσπερινό, Δόξα... Καὶ νῦν...
1. Παραλλαγή (Βιβλίον Μουσική Κυψέλη, Τόμος β΄ Ιανουάριος - Άυγουστος, Στεφάνου Λαμπαδαρίου)
2. Μέλος
Ἦχος α’
Θεαρχίῳ νεύματι, πάντοθεν οἱ θεοφόροι Ἀπόστολοι, ὑπό νεφῶν μεταρσίως αἰρόμενοι.
Ἦχος πλ. α’
Καταλαβόντες τό πανάχραντον, καί ζωαρχικόν σου σκῆνος, ἐξόχως ἠσπάζοντο.
Ἦχος β’
Αἱ δέ ὑπέρτατοι τῶν οὐρανῶν Δυνάμεις, σύν τῷ οἰκείῳ Δεσπότῃ παραγενόμεναι.
Ἦχος πλ. β’
Τὸ θεοδόχον καί ἀκραιφνέστατον σῶμα προπέμπουσι, τῷ δέει κρατούμεναι, ὑπερκοσμίως δέ προῴχοντο, καί ἀοράτως ἐβόων, ταῖς ἀνωτέραις ταξιαρχίαις· ἰδού ἡ παντάνασσα θεόπαις παραγέγονεν.
Ἦχος γ’
Ἄρατε πύλας, καί ταύτην ὑπερκοσμίως ὑποδέξασθε, τήν τοῦ ἀενάου φωτός Μητέρα.
Ἦχος βαρύς
Διὰ ταύτης γάρ ἡ παγγενής τῶν βροτῶν σωτηρία γέγονεν, ᾗ ἀτενίζειν οὐκ ἰσχύομεν, καί ταύτῃ ἄξιον γέρας ἀπονέμειν ἀδύνατον.
Ἦχος δ’
Ταύτης γάρ τό ὑπερβάλλον, ὑπερέχει πᾶσαν ἔννοιαν.
Ἦχος πλ. δ’
Διὸ ἄχραντε Θεοτόκε, ἀεί σύν ζωηφόρῳ Βασιλεῖ, καί τόκῳ ζῶσα, πρέσβευε διηνεκῶς, περιφρουρῆσαι καί σῶσαι, ἀπό πάσης προσβολῆς ἐναντίας τήν νεολαίαν σου· τήν γάρ σήν προστασίαν κεκτήμεθα.
Ἦχος α’
Εἰς τούς αἰῶνας, ἀγλαοφανῶς μακαρίζοντες.