Δύο ἐπιπλέον ἀναστάσιμα εὐλογητάρια

MTheodorakis

Παλαιό Μέλος


Στὸ χφ. British Library Add. 22507 ὡρολόγιο ιδ’ αἰ. φ. 112r ὑπάρχουν δύο ἐπιπλέον ἀναστάσιμα εὐλογητάρια πρὸ τοῦ τριαδικοῦ:

Ταῖς γυναιξίν, ὁ Χριστὸς τὸ Χαίρετε,
πρώταις ἔφησεν ἀναστὰς ἐκ [τοῦ] τάφου,
καὶ τῷ Πέτρῳ, δι’ αὐτῶν δεδήλωκεν,
τὴν ἐπ’ ὄρους ἄνοδον εἰς Γαλιλαίαν,
καὶ σὺν τοῖς λοιποῖς, ἄπιτε κηρύξατε,
πανταχοῦ τὴν ἐμὴν ἀνάστασιν.

Τοῖς μαθηταῖς, ὁ Σωτὴρ προέφησεν,
τὴν τριήμερον ἀνάστασιν ἐκ [τοῦ] τάφου,
εἰς τὸ ὄρος, ἐλεῶν πορεύθητε,
καὶ θεάσασθε ἐγηγερμένον,
ἄμφω ὡς τὸ πρὶν Θεόν τε καὶ ἄνθρωπον,
καὶ δοξάσατε τὴν ἐμὴν ἀνάστασιν.

 

MTheodorakis

Παλαιό Μέλος


Πρὸ τοῦ τριαδικοῦ:

«Ταῖς γυναιξίν, ὁ Χριστὸς τὸ Χαίρετε,
πρώταις ἔφησεν ἀναστὰς ἐκ τάφου,
καὶ τῷ Πέτρῳ, δι’ αὐτῶν δεδήλωκεν,
τὴν τοῦ ὄρους ἄνοδον τῆς Γαλιλαίας,
καὶ σὺν τοῖς λοιποῖς, ἄπιτε κηρύξατε,
πανταχοῦ τὴν ἐμὴν ἀνάστασιν.

Τοῖς μαθηταῖς, ὁ Σωτὴρ προέφησεν,
τὴν τριήμερον ἔγερσιν τὴν ἐκ τοῦ τάφου,
εἰς τὸ ὄρος, ἐλεῶν πορεύεσθαι,
καὶ θεάσασθαι ἐγηγερμένον,
ἄμφω ὡς τὸ πρὶν Θεόν τε καὶ ἄνθρωπον,
καὶ δείξαντα τὴν ἐμὴν ἀνάστασιν»

(χφ. Φλωρεντίας Plutei 05.05 ὡρολόγιο ια' αἰ. φ. 341v).
 

MTheodorakis

Παλαιό Μέλος


«Ἐξαστράπτων ἐν τῷ τάφῳ ἄγγελος, θεασάμενος ταῖς μυροφόροις, θαμβουμέναις ἔλεγε τί κλαίετε, ὅν ζητεῖτε Χριστὸν νῦν ἐξανέστη, ἴδετε ὑμεῖς τὸν τάφον οὗ ἔκειτο, καὶ χαρὰν μαθηταῖς εὐαγγελίσασθε.

Τριήμερος ἀναστὰς ὁ Κύριος, ὑπηντήθη πρῶτον μυροφόροις, Μαρίᾳ δὲ μή μου ἅπτου ἔφησεν, ἀναβαίνω γὰρ πρὸς τὸν Πατέρα. Δράμετε ὑμεῖς τάχος ἀπαγγείλατε, μαθηταῖς μου καὶ Πέτρῳ τὴν ἀνάστασιν.

Ἀῤῥήτῳ σου δυναστείᾳ Κύριε, κατεπάτησας ᾅδου τὸ κράτος, καὶ τὸν Ἀδὰμ τῆς φθορᾶς ἀνέστησας, καὶ στολὴν αὐτὸν τῆς ἀφθαρσίας, ἀντὶ φύλλων τῆς συκῆς ἐνέδυσας, ἥν ἐκ τῶν αἱμάτων σου ἐπορφύρωσας.

Ταῖς γυναιξίν, ὁ Χριστὸς τὸ Χαίρετε,
πρώταις ἔφησεν ἀναστὰς ἐκ τάφου,
καὶ τῷ Πέτρῳ, δι’ αὐτῶν δεδήλωκεν,
τὴν ἐπ’ ὄρους ἄνοδον εἰς Γαλιλαίαν,
καὶ σὺν τοῖς λοιποῖς, ἄπιτε κηρύξατε,
πανταχοῦ τὴν ἐμὴν ἀνάστασιν.

Τοῖς μαθηταῖς, ὁ Σωτὴρ προέφησεν,
πρὸς τὴν ἄνοδον ἀναστὰς ἐκ τοῦ τάφου,
εἰς τὸ ὄρος ἐλεῶν πορεύθητε,
καὶ θεάσασθε ἐγηγερμένον,
ἄμφω ὡς τὸ πρὶν Θεόν τε καὶ ἄνθρωπον,
καὶ κηρύξατε τὴν ἐμὴν ἀνάστασιν»


(σύμμικτο χφ. British Library Additional 39588 ιβ’ αἰ. φφ. 41v-42r).

 

MTheodorakis

Παλαιό Μέλος


«Τῶν ἀγγέλων ὁ δῆμος κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἀνακαλέσαντα.

Τῶν ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα. Ὁ Ἀδὰμ δὲ ἐν ᾅδῃ διατρίβων ἐβόα· Τὸ ἀπολωλὸς πρόβατον ἐγὼ εἰμί· συνανάστησόν με Σωτὴρ καὶ σῶσον με.

Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε γυναιξὶ μυροφόροις, ἀναστάντα ἐκ τάφου προσφθεγγόμενον Σῶτερ. Χαίρετε ἐμοί, εἴπατε ὁ Κύριος, ἀποστόλοις ἐκ τῶν νεκρῶν ἐγήγερται»

(χφ. Σινὰ 781 παρακλητικὴ ι’-ια’ αἰ. φ. 101Αv).

 

MTheodorakis

Παλαιό Μέλος
«Ἐξαστράπτων ἐν τῷ λίθῳ ἄγγελος, ὡς ἑώρακε ταῖς μυροφόροις, θαμβουμέναις ἔφησε τί κλαίετε, ὅν ζητεῖτε ἐξανέστη, ἴδετε λοιπὸν τὸν τόπον οὗ ἔκειτο, καὶ χαρὰν μαθηταῖς εὐαγγελίσασθε.

Ἡ Μαρία καὶ Σαλώμη ὄρθριαι, καὶ ἡ μήτηρ τοῦ Κυρίου, ἀρώματα, ἐν χερσὶν βαστάζουσαι, καὶ μολοῦσαι πρὸς τὸν τάφον, καὶ τὸν λίθον ἐν αὐτῷ μὴ βλέψασαι, ἀποστόλοις χαρὰν εὐαγγελίσασθε»

(χφ. Reg. gr. 64 παρακλητικὴ ιγ’ αἰ. φ. 148r).
 
Top